1. Τοῖς μὲν οὖν πλείστοις ἰατροῖς ἀδύνατον
2. εἶναι δοκεῖ προγνῶναι τὴν ἡμέραν ἐν ᾗ κριθήσεται τὸ νόσημα·
3. ταῖς δ’ ἀληθείαις οὐκ ἀδύνατόν ἐστιν, εἴ τις ἐπιμελῶς ἀναλεξάμενος
4. τὴν Ἱπποκράτους θεωρίαν ἐργάζεσθαι τὴν τέχνην
5. σπουδάσειε. εἰ δ’ ἤτοι πρὶν ἐκμαθεῖν ταύτην ἐπὶ τῶν ἀῤῥώστων
6. τρίβοιτο, πλέον οὐδὲν ἕξει τοῦ κατατρίβεσθαι μάτην
7. ἢ εἰ μάθοι αὐτὴν ἐπιμελῶς, ὀλιγωρήσειε δ’ ἐργάζεσθαι. μακρῷ
8. μὲν γὰρ ὅδε θατέρου τοῦ μηδὲν προμεμαθηκότος ἀμείνων,
9. ἐνδεῖ δ’ οὐκ ὀλίγον οὐδ’ αὐτὸς πρὸς τὸ τέλειον. ὅστις οὖν
10. βούλεται προγνωστικὸς εἶναι τῆς μελλούσης ἡμέρας κρῖναι τὸ
11. νόσημα, τούτῳ πρῶτα μὲν ἁπάντων ἀκριβῶς ἐστι γνωστέα
12. τὰ διὰ τοῦ προγνωστικοῦ γράμματος ὑφ’ Ἱπποκράτους εἰρημένα·
13. δεύτερα δὲ τὰ περὶ τῶν καταστάσεων ἐν ἑτέροις βιβλίοις
14. γεγραμμένα, κᾄπειτα τὰ περὶ τῶν ἡλικιῶν τε καὶ φύσεων
15. καὶ ὡρῶν καὶ χωρῶν ὧν εἴρηταί τινα καὶ κατ’ αὐτὸ τὸ
16. προγνωστικόν. ἐπειδὰν δὲ ταῦτ’ ἐκμάθοι, τὴν κατὰ τοὺς
17. σφυγμοὺς τέχνην ἐπιμαθὼν οὐκ ἂν χαλεπῶς προγινώσκοι τὴν
18. ἡμέραν τῆς κρίσεως. αὐτίκα γέ τοι νοσήματος ὀξέος μηδὲν τῶν
19. κινδυνωδῶν σημείων ἔχοντος, εἰ κατ’ αὐτὴν τὴν τετάρτην ἡμέραν
1. φανείη τι πέψεως ἀξιόλογον γνώρισμα, κατὰ τὴν ἑβδόμην
2. ἡ κρίσις ἀπαντήσεται. καὶ τοῦτ’ εἴρηται μὲν ἤδη οὑτωσὶ
3. διὰ ταχέων ἀληθὲς ὑπάρχον ἐν τοῖς μάλιστα. τῷ δὲ ἀγνοοῦντι
4. διαγινώσκειν ὀλέθρια σημεῖα καὶ κινδυνώδη καὶ σωτήρια,
5. πλέον οὐδὲν ἐκ τοῦ λόγου. καίτοι κᾂν εἰ ταῦτα πάντα διαγινώσκοι,
6. τὰ δὲ τῆς πέψεως ἀγνοεῖ, καὶ τῷδε πλέον οὐδὲν ἐκ
7. τοῦ λόγου. τούτου δὴ χάριν ἠξίωσα τὸ προγνωστικὸν
8. Ἱπποκράτους ἀναλέξασθαι σύγγραμμα. κινδυνωδῶν μὲν γὰρ
9. συμπτωμάτων παρόντων, ἅμα τῷ τῆς πέψεως γνωρίσματι,
10. τῷ κατὰ τὴν τετάρτην ἡμέραν φανέντι, τὴν κρίσιν, εἰ μὲν ἐν
11. ἀρτίαις ὁ παροξυσμὸς γένοιτο, κατὰ τὴν ἕκτην ἔσεσθαι προσδοκᾷν·
12. εἰ δὲ ταύτην ὑπερβάλλοι, κατὰ τὴν ὀγδόην· εἰ δὲ ἐν
13. περιτταῖς, κατὰ τὴν ἑβδόμην. ἀγαθῶν δὲ σημείων παρόντων,
14. κατὰ τὴν ἑβδόμην ἡμέραν λυθήσεται τὸ νόσημα. τὰ μὲν γὰρ
15. ὀλέθρια σημεῖα σὺν τοῖς τῆς πέψεως γνωρίσμασιν οὐδ’ ἂν
16. γένοιτό ποτε, χρὴ δ’ οὐχ ἧττον καὶ ταῦτα σκοπεῖσθαι τῶν
17. κινδυνωδῶν τε καὶ σωτηρίων. εἰ γὰρ ἐν τῇ τετάρτῃ πρῶτον
18. φαίνοντο, κατὰ τὴν ἑβδόμην ὁ θάνατος. εἴρηται δ’ ὡς καὶ
19. τοῦτο κρίσις ὀνομάζεται κακή. προσέχειν δὲ χρὴ ἐνταῦθα τῷ
1. μεγέθει τε καὶ πλήθει τῶν ὀλεθρίων σημείων. εἰ μὲν γὰρ πολλὰ
2. καὶ μεγάλα γίνοιτο κατὰ τὴν τετάρτην ἡμέραν, τοῖς παροξυσμοῖς
3. διορίζεσθαι περὶ τοῦ μέλλοντος θανάτου, καὶ γινώσκειν
4. μὲν ἑκταῖον τεθνήξεσθαι τὸν ἄνθρωπον ἐν ἀρτίαις παροξυνόμενον,
5. ἑβδομαῖον δ’ ἐν περιτταῖς. ἐνίοτε δὲ καίτοι τῶν περιττῶν
6. παροξυνουσῶν ἡ ἕκτη προαπέκτεινε τὸν οὕτως ἔχοντα
7. διά τε τὴν ὀξύτητα τῆς νόσου καὶ τὸ μέγεθος καὶ τὸ πλῆθος
8. τῶν ἐν τῇ δ΄ γενομένων συμπτωμάτων, διόπερ ἀκριβῶς χρὴ
9. διαγνωστικὸν εἶναι τοῦ κατὰ δύναμιν μεγέθους τῶν συμπτωμάτων.
10. ἀλλ’ ὅπως μὲν χρὴ τοῦτο διορίζεσθαι τοῦ κατὰ φαντασίαν
11. ἐν τοῖς περὶ κρίσεων λέγεται. πάντα δὲ ἐν πᾶσιν οὐ
12. χρὴ συγχεῖν καὶ ταράσσειν, ἀλλ’ ὅσον αὐτῶν ἐστιν ἴδιον μόνον
13. τῶν κρινουσῶν ἡμερῶν, ἐνταυθοῖ διεξέρχεσθαι. πάνυ γὰρ
14. ἀκριβῶς παραφυλάξαντες ἐπὶ τῶν ὀξέως νοσούντων, εὕρομεν
15. ἐπίδηλον ἀεὶ τὴν τετάρτην τῆς ἑβδόμης, ὅσον ἐφ’ ἑαυτῇ. τὸ
16. δ’ ὅσον ἐφ’ ἑαυτῇ τοιόνδ’ ἐστὶ, μηδενὸς σπανίου καὶ μεγάλου
17. παρεμπεσόντος ἢ ἔξωθεν, ἢ ἐξ αὐτῆς τοῦ νοσήματος τῆς φύσεως,
1. ἢ καὶ τῆς τοῦ κάμνοντος ἕξεως, ἡ τετάρτη πάντως προδηλοῖ
2. τὴν ἑβδόμην. εἰ δέ τι τῶν ἔξωθεν ἀδόκητον προσγένοιτο,
3. περὶ ὧν ἐφεξῆς ἐροῦμεν, ἢ καὶ τὸ νόσημα σφοδρῶς
4. ἐπὶ τὴν κρίσιν ἢ ἀμυδρῶς κινοῖτο, καὶ ἡ τοῦ κάμνοντος δύναμις
5. ἰσχυρὰ ἢ ἄῤῥωστος ὑπάρχοι, προσέχειν ἐνταῦθα τὸν νοῦν
6. καὶ διορίζεσθαι πότερον ἀπολέσθαι φθάσει πρὸ τῆς ἑβδόμης
7. ἡμέρας, ἢ μετὰ ταύτην κριθήσεται. κακοῦ μὲν γάρ τινος ἔξωθεν
8. ἀδοκήτου προσγενομένου καὶ τοῦ νοσήματος οὐκ ὀξέος
9. ἁπλῶς, ἀλλὰ κατόξεος ὑπάρχοντος καὶ τῆς τοῦ κάμνοντος δυνάμεως
10. ἀσθενοῦς οὔσης, οὐκ ἀναμένει τὴν ἑβδόμην ἡμέραν
11. τὸ κατὰ τὴν τετάρτην γινόμενον κακὸν σημεῖον, ἀλλ’ ἑκταῖος
12. ὁ τοιοῦτος ἄῤῥωστος τεθνήξεται, καὶ μάλιστα εἰ παροξύνοιτο
13. κατὰ τὰς ἀρτίας. εἰ δὲ μήτε ἔξωθεν ἁμαρτηθείη μηδὲν ἥ τε
14. τοῦ νοσήματος κίνησις εἴη μὴ πάνυ τι κάτοξυς, ὅ τε κάμνων
15. ἰσχυρὸς, εἰ μὲν σαφὲς ἐν τῇ τετάρτῃ τὸ κακὸν σημεῖον ἐγένετο,
16. κατὰ τὴν ἑβδόμην ὁ θάνατος, εἰ δ’ ἀμυδρὸν, ὑπερβάλλει καὶ
17. τήνδε. καὶ τῶν παροξυσμῶν ἐν ἀρτίαις μὲν γινομένων ὀγδοαῖος,
1. ἐν περιτταῖς δὲ ἐνναταῖος τεθνήξεται. τίνα δὲ σαφῆ καὶ
2. τίν’ ἀμυδρὰ καλῶ σημεῖα, ἐν τοῖς περὶ κρίσεων εἴρηται, ἀλλὰ
3. κᾀν τῷδε τῷ λόγῳ προϊόντι δηλωθήσεται, πρότερον δὲ περὶ
4. τῶν λειπόντων διορισμῶν ἐπάνειμι. χρηστὸν γάρ τι κατὰ τὴν
5. τετάρτην ἡμέραν ἐναργῶς γινέσθω σημεῖον καὶ μηδεὶς κίνδυνος
6. ὑποπτευέσθω περὶ τὸν κάμνοντα, ἀδύνατον ἐνταῦθα τὸ μὴ
7. οὐ τὴν ἑβδόμην ἡμέραν κρῖναι τὴν νόσον, ἄν γε μηδὲν τῶν
8. ἔξωθεν ἁμαρτάνηται. τίνα δέ ἐστι τὰ ἁμαρτανόμενα τὰ μὲν
9. ὑπ’ αὐτοῦ τοῦ κάμνοντος δηλονότι, τὰ δ’ ὑπὸ τῶν θαυμαστῶν
10. τούτων ἰατρῶν τῶν οἰομένων, εἰ μή τις εἰσελθὼν ἐπὶ τὸν
11. ἄῤῥωστον, εἶτα περιζωσάμενος, ἢ καταπλάσειεν, ἢ καταιονήσειεν,
12. ἢ κλύσειεν, ἢ φλεβοτομήσειεν, ἢ σικυάσειεν, ἢ
13. τρίψειεν, ἢ θρέψειεν, ἤ τι τοιοῦτον ἕτερον ἐργάσαιτο, μηδὲν
14. αὐτῷ πεπρᾶχθαι τεχνικόν. οὗτοι γὰρ ὁποσάκις ἂν εἰσέλθωσι
15. πρὸς τὸν νοσοῦντα, τοσαυτάκις ἁμαρτάνουσιν. οὔκουν ἐνδέχεται
16. τὴν εἰς τὴν ἑβδόμην ἡμέραν παρασκευαζομένην κρίσιν ἐν
17. ἐκείνῃ γενέσθαι, τοσούτων ἐν τῷ μεταξὺ πλημμεληθέντων.
18. ἡ γάρ τοι τῆς φύσεως κίνησις γίνεται μὲν ἐν περιόδοις τεταγμέναις
1. κατά γε τὸν ἴδιον λόγον, κωλύεται δὲ ἐνίοτε φυλάττειν
2. τὰς περιόδους ὑπὸ τῶν ἔξωθεν εἰς αὐτὴν ἁμαρτανομένων.
3. οὕτω γοῦν καὶ ὁ πᾶν θαυμαστὸς Ἱπποκράτης ἔλεγε,
4. φύσις ἐξαρκεῖ παντάπασιν. εἰς δὲ ταύτην ἔξωθεν μὲν κατάπλασμα,
5. κατάχρισμα, ἐμβροχὴ ὅλου τε καὶ μέρεος. οὕτω δὲ
6. καὶ τὸν ἰατρὸν ὑπηρέτην φύσεως ὀνομάζει τὸν ὄντως ἰατρὸν,
7. οὐ φαρμακοπώλην τινὰ ἐκ τριόδου. τοσοῦτον γὰρ οὗτος ἀποδεῖ
8. τοῦ φύσεως ὑπηρέτης δικαίως ὀνομάζεσθαι ὥστε τὰς
9. ἐναντιωτάτας αὐτῷ μᾶλλον πρέπειν προσηγορίας, ἐχθρῷ καὶ
10. πολεμίῳ τῆς φύσεως αὐτῆς καὶ τῶν καμνόντων εὐλόγως ἂν
11. ὀνομασθέντι. δεόντως οὖν καὶ ἡμεῖς, ἐπειδάν τις ἀξιώσει ἡμᾶς
12. προειπεῖν ἐπὶ τινος ἀῤῥώστου τὸ μέλλον ἀποβήσεσθαι, μετὰ
13. διορισμοῦ τὴν πρόῤῥησιν ποιούμεθα, κριθήσεσθαι τόνδε τινὰ
14. λέγοντες ἐν τῇδε τῇ ἡμέρα, πρῶτον μὲν ὑφ’ ἡμῶν διαιτώμενον,
15. οὐχ ὑπ’ ἄλλου τινὸς ἰατροῦ· ἔπειτα δὲ αὐτὸν οὐδὲν ἐξαμαρτόντα
16. καὶ πράξαντα πάντα τὰ προσταττόμενα, καὶ τρίτον
17. εἰ μηδὲν τῶν ἔξωθεν ἁμαρτηθείη τι μέγα. τίνα δὴ ταῦτά
18. ἐστι τὰ ἔξωθεν, ὑπηγγειλάμην γὰρ οὖν καὶ τοῦτο διορίσασθαι,
1. καιρὸς ἂν εἴη λέγειν. εἰ δή τις ἐμπρησμοῦ κατὰ τὴν οἰκίαν, ἢ
2. λῃστῶν ἐπελθόντων, ἢ ποταμοῦ κατακλύσαντος, ἐξαίφνης
3. ἀναγκασθείη φυγεῖν, ὁπόση ἂν αὐτῷ βλάβη προσγένοιτο τί
4. δεῖ καὶ λέγειν; οὕτω δὲ κᾂν εἰ καταπίπτοντος ὀρόφου τινὸς
5. ἢ τοίχου γνοὺς ἐξαιφνίδιον ἐκπλαγῇ τε ἅμα καὶ φεύγειν ἐπιχειρήσειεν.
6. εἰ δὲ καὶ διὰ τοῦ κεράμου τι καταῤῥυῇ, ἢ πλείονος
7. ὑετοῦ γενομένου, κἄπειτα τοῦτ’ ἐπιχυθῇ τῇ κεφαλῇ τοῦ κάμνοντος,
8. ἢ εἰ καὶ ἄλλος αὐτὸν ὁπωσοῦν βρέξειεν, ὡς ἀναγκάσαι
9. μεταστῆναί τε καὶ ἀγρυπνῆσαι καὶ φοβηθῆναι, καὶ τοῦτ’
10. ἂν μεγάλως τὸν νοσοῦντα βλάψειεν. οὕτω δὲ καὶ θόρυβος γειτόνων,
11. ἤ τι τοιοῦτον ἕτερον ἀγρυπνίας αἴτιον αὐτῷ γινόμενον,
12. ἢ καί τις ἀγγελία λυπηρὰ, κατὰ τὸ μέγεθος τῆς ἑαυτοῦ
13. βλάβης καὶ τὴν τῆς προῤῥήσεως ἀκρίβειαν διαφθείρει. ὅσα
14. μὲν γὰρ δι’ αὐτὸ τὸ νόσημα μεταξύ τε τῆς προῤῥήσεως καὶ
15. τῆς κρίσεως οἱ νοσοῦντες ἀγρυπνοῦσιν, οὐδὲν ταῦτα βλάπτει
16. τὴν πρόῤῥησιν· ὅσα δ’ ἔξωθεν ἀδόκητα προσγίνεται,
17. τούτων οὐδενός ἐστι προγνωστικὸς ὁ ἰατρός. ὅθεν οὐδὲ τὴν
18. μέλλουσαν ἀπ’ αὐτῶν ἔσεσθαι βλάβην ὑπολογίσασθαι δυνατὸν
1. αὐτῷ καὶ προσθεῖναι τῇ κατὰ τὸν τοῦ νοσήματος λόγον
2. ὑπαγορευομένῃ προῤῥήσει. ταῦτ’ οὖν αὐτὰ καὶ Ἱπποκράτης
3. εὐθὺς κατ’ ἀρχὰς τῶν ἀφορισμῶν παραινεῖται λέγων· δεῖ δὲ οὐ
4. μόνον ἑωυτὸν παρέχειν τὰ δέοντα ποιέοντα, ἀλλὰ καὶ τὸν νοσέοντα
5. καὶ τοὺς παρεόντας καὶ τὰ ἔξωθεν. εἰ γὰρ, φησὶν,
6. ἐξετάζειν τι καὶ βασανίζειν ἔγνωκας τῶν ἡμετέρων, αὐτός γε
7. σὺ πρῶτον ἅπαντα ποίει τὰ δέοντα, καὶ δεύτερον δὲ καὶ ὁ νοσῶν
8. εὐπειθὴς ἔστω σοι τὰ πάντα καὶ μηδὲν ὑπ’ ἀκολασίας
9. ἁμαρτανέτω· καὶ τρίτον οἱ παρόντες αὐτῷ μηδὲν πλημμελείτωσαν,
10. ὡς ἤτοι θυμὸν ἐγείρειν ἐφ’ οἷς ἁμαρτάνουσιν, ἢ
11. λύπην ἐφ’ οἷς ἀκαίρως ἀγγέλλουσιν, ἢ βλάβην ἐφ’ οἷς ἐλλιπῶς
12. παρασκευάζουσιν. ἀλλ’ ἡ μὲν παρασκευὴ πᾶσα πρὸ τοῦ
13. τῆς κρίσεως ἑτοιμαζέσθω καιροῦ, τὰ δ’ ὄψα καλῶς ἐσκευάσθω,
14. τὰ δὲ τῆς διακονίας ἄμεμπτα πάντα ἔστω. καὶ πρὸς τούτοις
15. ἔτι τὸ τέταρτον γένος ὧν ὑπολογίζεσθαι προσέταξεν,
16. ὀνομάζει δὲ αὐτὸ περιλαβὼν ἑνὶ ῥήματι τῷ τῶν ἔξωθεν, καίτοι
17. πολυειδὲς ὑπάρχον, ἄμεμπτον ἔστω καὶ αὐτό. καὶ γὰρ
18. ὑετοί καὶ βρονταὶ καὶ ἀστραπαὶ καὶ θόρυβοι γειτόνων καὶ κύνες
1. ὑλακτοῦντες, ἔφοδοί τε λῃστῶν καὶ κατάπτωσις οἰκίας καὶ
2. καταῤῥυὲν ὕδωρ καὶ ποταμὸς ἐπελθὼν, ἐμπρησμοί τε καὶ
3. πληγαὶ καὶ πάνθ’ ὅσα τοιαῦτα, τῶν ἔξωθέν ἐστιν ἅπαντα.
4. ταῦτ’ οὖν τὰ γένη τὰ τέσσαρα καὶ πολυειδῆ κατὰ μέρος ὑπάρχοντα
5. ταῖς τῆς φύσεως κινήσεσιν ἐμποδὼν ἱστάμενα διαφθείρει
6. πολλάκις τὴν τάξιν τῶν περιόδων. ἐπεί τοι τῆς τετάρτης
7. ἐναργὲς σημεῖον ἐνεγκούσης κριτικὸν, εἰ μήθ’ ὁ ἰατρὸς ἁμάρτοι
8. τι μήθ’ ὁ κάμνων μήτε τῶν ὑπηρετουμένων μηδεὶς, ἀλλὰ
9. μηδὲ τῶν ἔξωθέν τι πλημμεληθείη, κατὰ τὴν ἑβδόμην ἡμέραν
10. ἐξ ἀνάγκης ἡ κρίσις ἀπαντήσεται. δῆλον οὖν ἐστιν ὡς οὐκ
11. ἄλλος μέν τίς ἐστιν ὁ ἀκριβῶς προγνωσόμενος, ἄλλος δέ τις ὁ
12. διαιτήσων ὀρθῶς, ἀλλ’ εἰς τὸν αὐτὸν ἀναγκαῖον ἄμφω συνελθεῖν,
13. εἰ μὴ μέλλοι διαφθείρεσθαι θάτερον ὑπὸ θατέρου. ὅτι
14. μὲν γὰρ ἁμαρτηθὲν ὁτιοῦν τῶν κατὰ τὴν δίαιταν, οὕτω δὲ
15. ὀνομάζω νῦν ἅπασαν τῆς νόσου τὴν ἐπιμέλειαν, ἐμποδίζει τὴν
16. κρίσιν ἱκανῶς ἐπιδέδεικται· ὅτι δ’ οὐδὲ διαιτῆσαι καλῶς οἷόν
17. τε χωρὶς τοῦ προγνῶναι τήν τ’ ἀκμὴν τῆς νόσου καὶ τὴν κρίσιν
18. ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου δείκνυται γράμμασιν. εἴπερ
19. οὖν ἀλλήλων δεῖται ταῦτα διὰ παντὸς, οὐκ ἄλλος μέν τις
1. ἰατρὸς ὀρθῶς θεραπεύσειε, προγνώσεται δὲ ἀκριβῶς ἄλλος,
2. ἀλλ’ ὅστις ἂν ἄριστος ᾖ προγνωστικός τέ ἐστιν ἅμα καὶ θεραπευτικὸς
3. ὁ τοιοῦτος. ἀλλὰ περὶ μὲν τῶν τοιούτων ἐπιπλέον
4. ἑτέρωθι λέγεται, νυνὶ δὲ εἰς ὅπερ ἐξ ἀρχῆς προὔκειτο, πάλιν
5. ἐπανίωμεν. ἡ γάρ τοι τετάρτη τῶν ἡμερῶν, ἐπειδὰν ἐνέγκῃ
6. σαφές τι σημεῖον ἀγαθὸν, εἰς τὴν ἑβδόμην ἡμέραν προδηλοῖ
7. τὴν κρίσιν ἀπαντήσεσθαι, μηδενὸς ὧν εἴρηται πλημμεληθέντος
8. ἐν τῷ μεταξύ. γενομένου δέ τινος ἁμαρτήματος, ἐπισκεπτέον
9. αὐτοῦ τὸ μέγεθος. εἰ μὲν γὰρ σμικρὸν εἴη, ἔσται μὲν
10. καὶ οὕτως ἡ κρίσις ἑβδομαία, λείπει δ’ αὐτήν τι τῶν τῆς κρίσεως
11. ἀγαθῶν. εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ὅτι τὸ τελέως
12. καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ πάνθ’ ὅσα τοιαῦτα ταῖς ἀγαθαῖς
13. ὑπάρχει κρίσεσιν· εἰ δ’ εἴη μεῖζον τὸ πλημμεληθὲν, οὐδ’
14. ἂν τὴν κρίσιν ἔτι κατὰ τὴν ἑβδόμην ἡμέραν ἐπιτρέψειε γενέσθαι.
15. προσέχειν οὖν δεῖ πᾶσιν ἐνταῦθ’ ἀκριβῶς τὸν νοῦν,
16. καὶ τεκμαίρεσθαι τῆς βλάβης τὸ μέγεθος. ἑρμηνεῦσαι μὲν γὰρ
17. αὐτὸ μὴ ὅτι χαλεπὸν, ἀλλὰ καὶ τελέως ἀδύνατον, τεχνικὸν
18. δὲ ἐργάσασθαι τὸν μαθητὴν, ὥστε καὶ διαγινώσκειν τὰ τοιαῦτ’
19. ἀκριβῶς δυνατόν. ἀλλ’ οὐ νῦν ὁ καιρὸς, οἰκειότερος γάρ ἐστι
1. τῆς περὶ κρίσεως θεωρίας. πάλιν οὖν ἐπὶ τὰ συνεχῆ τοῦ λόγου
2. μεταβῶμεν, ἀναμνησθῶμέν τε τῆς προκειμένης ὑποθέσεως.
3. ὑπέκειτο μέντοι σημεῖον κριτικὸν καὶ σαφὲς, καὶ ἰσχυρὸν
4. ἐν τῇ δ΄ γεγενημένον ἡμέρᾳ τοῦ νοσήματος ὀξέος τε καὶ
5. περιεστηκότος τὴν φύσιν ὑπάρχοντος, εἶτα ὅτι μηδενὸς πλημμεληθέντος
6. μὲν ἀγαθὴ τὰ πάντα κρίσις εἰς τὴν ἑβδόμην ἡμέραν
7. προδηλοῦται, βραχέος δὲ παντελῶς ἁμαρτηθέντος, εἰς
8. τὴν ζ΄ μὲν ἡμέραν καὶ οὕτως, οὐ μὴν ἀγαθὴ τελέως. εἰ δ’
9. εἴη μέγα τὸ ἁμαρτηθὲν, ὡς ἀφελέσθαι μὲν τῆς ζ΄ τὴν κρίσιν,
10. εἰς δέ τινα τῶν ἐφεξῆς μετατιθέναι, προσέχειν ἐνταῦθα χρῆναι
11. παρακελευόμεθα τῷ ποσῷ τῆς βλάβης. ὁ γὰρ ἀκριβὴς τούτου
12. γνώμων εἴσεται σαφῶς εἴτ’ εἰς τὴν θ΄ ἡμέραν, εἴτ’ εἰς τὴν
13. ια΄ ἡ κρίσις μεταπεσεῖται. τὰ μὲν οὖν ἀκίνδυνα τελέως νοσήματα
14. χρονίζειν εἴωθεν ἐπὶ τοῖς ἁμαρτήμασι, τὰ περιεστηκότα
15. μὲν, οὐ μὴν ἄνευ κινδυνωδῶν συμπτωμάτων, ὀλέθρια
16. γίνεται ἐπὶ τοῖς ἁμαρτήμασι. καίτοι καὶ τὰ τελέως ἀκίνδυνα,
17. πολλῶν καὶ μεγάλων ἐφεξῆς γεγενημένων ἁμαρτημάτων,
18. εἰς τὴν τῶν ὀλεθρίων μεταπίπτει φύσιν· καὶ οὐδὲν οἶμαι θαυμαστόν.
1. ὅπου γὰρ καὶ τοῖς ὑγιαίνουσι τὰ μεγάλα τῶν ἁμαρτημάτων
2. αἴτια νοσημάτων ὀλεθρίων γίνεται, τί χρὴ προσδοκᾷν
3. ἐπὶ τῶν νοσούντων; ὥστ’ ἤδη δῆλον ὡς ὁ τῶν ἐπιδήλων
4. τε καὶ κρισίμων ἡμερῶν λόγος, ὃν Ἱπποκράτης ἡμᾶς ἐδίδαξεν,
5. οὐδ’ ἐξετασθῆναι πρὸς ἄλλου τινὸς εἰ τοῖς φαινομένοις ὁμολογεῖ
6. δύναται, πλὴν ὅστις ἂν ὁμοίως ἐκείνῳ τεχνικὸς ὑπάρχει
7. περὶ δίαιταν. οὗτος γὰρ μόνος ἐξεταστικὸς καὶ διαγνωστικός
8. ἐστι τῆς τῶν ἁμαρτανομένων δυνάμεως, καὶ μόνος δύναται
9. γνῶναι τῆς τε βλάβης τὸ μέγεθος καὶ τῆς μελλούσης κρίνειν
10. ἡμέρας τὴν μετάπτωσιν. ὥσπερ δὲ ἐν τοῖς ἀκινδύνοις νοσήμασιν
11. ὑστερίζουσι τοσοῦτον αἱ κρίσεις ὅσον ἂν ὑπὸ τῶν ἐν τῷ
12. μεταξὺ πλημμεληθέντων οἱ κάμνοντες βλαβῶσιν, οὕτως ἐν
13. τοῖς ὀλεθρίοις προλαμβάνουσιν. εἰ γὰρ τῆς δ΄ ἡμέρας ἐν θανατώδει
14. νοσήματι θανατῶδες σημεῖον προδειξάσης, εἰς τὴν
15. ἑβδόμην ἡμέραν ἡ κακὴ προδηλωθείη κρίσις, ἁμαρτηθείη δέ τι
16. μεταξὺ μὴ πάνυ τι σμικρὸν, οὐκ ἀναμένει τὴν ζ΄ ἡμέραν ἡ
17. κρίσις, ἀλλ’ ἐν τῷ μεταξὺ τὸ νόσημα κριθήσεται κακὴν δηλονότι
18. κρίσιν. πότερον δὲ κατὰ τὴν ε΄ ἢ τὴν στ΄, ἔκ τε τῆς
19. αὐτοῦ τοῦ νοσήματος ὀξύτητος διορισθήσεται κᾀκ τοῦ τῆς
1. βλάβης μεγέθους κᾀκ τοῦ σχήματος τῶν παροξυσμῶν. ἐν
2. περιτταῖς μὲν γὰρ γινομένων αὐτῶν καὶ τοῦ νοσήματος ὄντος
3. κατόξεος καὶ τῶν ἁμαρτηθέντων οὐ πάνυ σμικρῶν, ἐν αὐτῇ
4. τῇ τετάρτῃ δηλονότι, θαυμαστὸν οὐδὲν ἐν τῇ πέμπτῃ τὸν ἄνθρωπον
5. ἀποθανεῖν. εἰ δ’ ἐν ἀρτίαις μὲν παροξύνοιτο, μὴ
6. κάτοξυ δ’ εἴη τὸ νόσημα, μηδ’ ἡ τῶν ἁμαρτημάτων βλάβη
7. μεγάλη, τὴν στ΄ ἀναμένει. τὰ δὲ τοιαῦτα πάντα συγχεῖ τῶν
8. ἐπιδήλων τε καὶ κρισίμων ἡμερῶν τὴν θεωρίαν, ὀλίγων μὲν
9. ἰατρῶν ὀρθῶς διαιτώντων, ὀλίγων δ’ ἀῤῥώστων εὐπειθῶν
10. ὑπαρχόντων, ὀλίγων δὲ καὶ τῶν τὴν οἰκείαν ὑπηρεσίαν ἄμεμπτον
11. ἐχόντων, ἔτι δ’ ἐλαττόνων οἷς οὐδὲν τῶν ἔξωθεν
12. ἠναντιώθη. δεῖ τοίνυν ἀκριβῶς μὲν εἶναι θεραπευτικὸν καὶ
13. προγνωστικὸν τὸν ἰατρὸν, ἀκριβῶς δὲ καὶ τοῦ τῆς βλάβης μεγέθους
14. διαγνωστικὸν, ἵνα εἰ καὶ προείποι ποτὲ τὴν
15. ἡμέραν τῆς κρίσεως, εἶτ’ ἐν τῷ μεταξύ τι βλαβῆναι τὸν κάμνοντα
16. συμβαίη, μεταθεῖναι καὶ αὐτὸς ἀκριβῶς δυνηθείη τὴν
17. πρόῤῥησιν. ἀλλ’ ἐν τούτῳ πρόδηλον ὡς ὅστις μὲν μικρὸς
18. καὶ ταπεινὸς τὴν γνώμην ᾖ οὐχ ὅπως ἀσκῆσαι διαγινώσκειν
1. ἕκαστον τῶν εἰρημένων ἐπὶ τῶν ἀῤῥώστων, ἀλλ’ οὐδ’ αὐτὴν
2. τὴν θεωρίαν ἐκμαθεῖν ὑπομένοι.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.11, ed. Kühn, 1825, vol. 9, p. 818-831. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩