Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 1.12, ed. Kühn, 1825, vol. 9, p. 831-834. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.12

3. Γενναῖος δέ τις καὶ ἀληθείας ἑταῖρος καὶ
4. ταλαιπωρεῖν ἐπὶ τοῖς καλοῖς οὐκ ὀκνῶν, οὔτε τῶν θεωρημάτων
5. τὸ χαλεπὸν οὔτε τοῦ χρόνου τὸ μῆκος· οὔτε τῆς ἀσκήσεως
6. τὸν πόνον ὑπειδόμενος, ἐπὶ τὸ τέλειον ἀφίξεται τῶν
7. εἰρημένων, ὡς μὴ μόνον ἡμέραν ἔχειν εἰπεῖν βεβαίως ἐνίοτε,
8. ἀλλὰ καὶ τὴν ὥραν αὐτὴν ἐν ᾗ κριθῆναί τινα τῶν νοσούντων,
9. ἢ ἀποθανεῖν ἀναγκαῖον. ἐπειδὰν γὰρ προγνῷς τὴν ἡμέραν
10. ἐνίοτε εἰ οὕτως ἔτυχε τὴν τοῦ θανάτου, σκοπεῖσθαι χρὴ
11. τοὐντεῦθεν ἐν τίνι μάλιστα καιρῷ τοῦ παροξυσμοῦ βαρύνεται
12. μεγάλως ὁ κάμνων. εἰ μὲν γὰρ εὐθὺς εἰσβάλλοντος αὐτοῦ
13. καταψύχοιτό τε σφοδρῶς καὶ δυσεκθέρμαντος καὶ ἄχρους μέχρι
14. πλείστου μένοι καὶ μικρόσφυκτος, ᾒ ἄσφυκτος καὶ κακόσφυκτος
15. γένοιτο καὶ κινηθῆναι νωθρὸς, ἢ ἀδύνατος, ἢ καὶ
16. κωματώδης, ἤ τι τοιοῦτον ἕτερον πάσχει, τοῦτον ὑφορᾶσθαι
17. μάλιστα τὸν καιρόν. εἰ δ’ οὗτος μὲν μέτριος εἴη,
18. περὶ δὲ τὴν ἀκμὴν ἤτοι παραπαίοντα τὸν ἄῤῥωστον, ἢ καταφερόμενον,
1. ἢ ἀλύοντα βλέποις, ἢ τοῦ πυρετοῦ τὸ μέγεθος
2. οὐχ ὑπομένοντα, διακαιόμενον δὲ σφοδρῶς καὶ σκοτοδινιῶντα
3. καὶ κεφαλὴν ἀλγοῦντα καὶ καρδιώσσοντα καί τι τοιοῦτον
4. ἕτερον πάσχοντα, τοῦτον ὑποπτεύειν μάλιστα τὸν καιρόν.
5. εἰ δὲ καὶ τῆς ἀρχῆς τοῦ παροξυσμοῦ καὶ τῆς ἀκμῆς μετρίως
6. γινομένων ἡ παρακμὴ λειποψυχίας τινὰς καὶ ἱδρῶτας
7. ἀνωμάλους καὶ ψυχροὺς, ἢ περὶ κεφαλὴν μόνον, ἢ τράχηλον,
8. ἢ στέρνον ἐπιφέροι καὶ τοὺς σφυγμοὺς ἀμυδρούς τε καὶ μικροὺς
9. ἐργάζοιτο καὶ τὰ τούτοις ὅμοια, τοῦτον ὑφορᾶσθαι
10. μάλιστα τὸν καιρὸν, εἰδέναι τε σαφῶς ἐν τῷ χειρίστῳ τοῦ
11. παροξυσμοῦ καιρῶ τεθνήξεσθαι τὸν ἄνθρωπον. καὶ μὴν εἰ
12. τοῦτο διορισθείη τε καὶ γνωσθείη σαφῶς, οὐδὲν ἔτι χαλεπὸν
13. οὐδὲ τὴν ὥραν εἰπεῖν τοῦ θανάτου. εἰ γὰρ καὶ τῆς δευτέρας
14. ἡμέρας εἰ τύχοι καὶ τῆς τετάρτης τὸν σφοδρότατον παροξυσμὸν
15. ἐνεγκούσης ἤπερ τῆς πρώτης τε καὶ τρίτης καὶ πέμπτης,
16. εἰς τὴν ἕκτην ἡμέραν ὁ θάνατος προδηλωθείη, φαίνοιτο δὲ
17. καὶ τὸ χαλεπώτατον μέρος τοῦ παροξυσμοῦ κατὰ τὴν εἰσβολὴν
18. αὐτοῦ, καὶ τοῦτο ὥραν ἕκτην γένοιτο, οὔ τι χαλεπὸν ἐν ἐκείνῳ
19. τῷ καιρῷ τεθνήξεσθαι τὸν ἄνθρωπον εἰπεῖν καὶ τοῦτ’ ἔστιν ὃ
1. πειρῶμαι κατασκευάζειν νῦν, ὅπερ ἂν ἴσως οἰηθείη τις, ὡς
2. οὐκ ἐνδέχοιτό ποτε σφαλῆναι τὸν ἐκ τοιαύτης θεωρίας ὁρμώμενον,
3. ἀλλ’ ὅτι τὰ πλείω τεύξεσθαι τἀληθοῦς, οὐ πιθανοῖς
4. λόγοις, ἀλλ’ αὐτοῖς τοῖς ἔργοις διεδειξάμην. ἐκεῖνο δὲ βέβαιον
5. οἶδα ποιοῦντας ἐνίους τῶν βασκαινόντων τοῖς ἀρίστοις.
6. ἀξιοῦσι γὰρ ἀεὶ προλέγειν ἡμᾶς τὸ μέλλον, κᾂν μηδὲν ἔχωμεν
7. ἐνίοτε βέβαιον σημεῖον, καίτοι τοῖς ἱεροσκόποις τε καὶ τοῖς
8. οἰωνισταῖς ἐπεκθύεσθαι καὶ ἐπεξοιωνίζεσθαι συγχωροῦσιν,
9. ὅταν ἀσαφῆ γένηται τὰ μαντεύματα, εἶθ’ ἅμα μὲν ἀντιλέγουσιν
10. ἡμῖν ὡς μείζονος ἢ κατ’ ἄνθρωπον θεωρίας ἐφιεμένοις,
11. ἅμα δ’ ἐπὶ τῶν ἔργων οὕτω πικρῶς ἐξετάζουσι τὰς προῤῥήσεις
12. ὡς οὐδένα τῶν μάντεων. ἀλλὰ γὰρ οὐ πρὸς τούτους
13. ἀποβλέπειν, ἀλλ’ εἰς αὐτὴν χρὴ τὴν ἀλήθειαν καὶ τῶν σημείων
14. τὰς δυνάμεις ἀκριβῶς ἀσκήσαντας διαγινώσκειν, ἐπειδὰν ἀσφαλῶς
15. οἷόν τε ᾖ διορίζεσθαι, προλέγειν τηνικαῦτα διατεινόμενον,
16. εἰ δ’ ἀσαφὲς εἴη τι, τὴν ἑξῆς ἡμέραν ἀναμένειν. εἰ δὲ καὶ μὴ
17. κατ’ αὐτήν τι δυνάμεθα βεβαίως προειπεῖν, ἄμεινον ἡσυχάζειν
18. ἢ προπετῶς ἀποφηνάμενον σφαλῆναι. ἔγωγ’ οὖν ἐκ τῆς τοιαύτης
1. ἀσφαλείας ὁρμώμενος οὐκ οἶδα σφαλεὶς ἐν προῤῥήσει
2. χρόνου πολλοῦ, καίτοι κατὰ τὴν πρώτην εὐθὺς ἀρχὴν τοῦ
3. πυρετοῦ πολλάκις ὑπὲρ ὅλης ἀπεφηνάμην αὐτοῦ τῆς φύσεως,
4. ἢ τριταῖον εἰπὼν εἶναι τὸν εἰσβάλλοντα τοῦτον πυρετὸν, ἢ
5. τεταρταῖον, ἢ ἀμφημερινὸν, ἢ τούτων μὲν οὐδένα, συνεχῆ
6. δέ τινα καὶ ὀξὺν, οὐκ ἂν ὑπερβάλλοντα τὴν δ΄ ἡμέραν. ἀλλ’
7. ἐπὶ πάσης ἀρχῆς οὐχ οἷόν τε διαγνῶναι τὸ μέλλον, ἀλλ’ εἴ
8. τις ἂν ἀκριβῶς ἐμφανίζει τὴν τοῦ νοσήματος ἰδέαν, καὶ τοῦτο
9. δὲ τῆς περὶ κρίσεών ἐστιν ἤδη πραγματείας.

Cliquer un n° de page pour en afficher l’image