Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 1.13, ed. Kühn, 1825, vol. 9, p. 834-840. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.13

10. Πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἐπανιτέον
11. καὶ ῥητέον ὡς εἴ τις κατὰ τὴν πρώτην ἡμέραν ὀξέως μὲν πυρέττοι,
12. μηδὲν δ’ αὐτῷ προσείη κινδυνῶδες σημεῖον, εὑρεθείη
13. δέ τι κᾀν τοῖς οὔροις πέψεως γνώρισμα τῆς δ΄ ἡμέρας, οὐκ
14. ἂν ἐξωτέρω λυθείη τὸ νόσημα. καὶ μὲν δὴ κᾂν εἰ πάντα ὀλέθρια
15. κατὰ τὴν α΄ ἡμέραν εὐθὺς εὑρίσκοιτο, τεθνήξεται
16. πάντως οὐκ ἐξωτέρω τῆς δ΄· εἰ δέ γε πυρέττοι μὲν ὀξέως, μηδὲν
17. δὲ αὐτῷ παρείη τῶν ὀλεθρίων, ἀλλὰ μηδέ τι τῆς πέψεως
18. γνώρισμα, τοῦτον οὐκ ἐνδέχεται τεταρταῖον παύσασθαι. 
1. διορίζεσθαι δεῖ πάλιν ἐνταῦθα πότερον ὥπερ οὐδὲν ὑπάρχει
2. γνώρισμα πέψεως αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον οὐδὲ
3. χρόνου γνώρισμα πολλοῦ, ἢ πρὸς τῷ τὰ τῆς πέψεως ἀπεῖναι
4. σημεῖα καὶ τὰ τοῦ χρόνου πρόσεστιν. εἰ μὲν γὰρ ὥσπερ τὰ
5. τῆς πέψεως, οὕτω καὶ τὰ τοῦ χρόνου τελέως σημεῖα ἀπείη,
6. περὶ τὴν δευτέραν τετράδα τὴν ἀκμὴν ἀπολήψεται τὸ νόσημα·
7. εἰ δὲ καὶ χρόνου μακροῦ σημεῖον παρείη, πάντως μὲν ὑπερπεσεῖται
8. τὴν δευτέραν τετράδα, τουτέστι τὴν ἑβδόμην ἡμέραν.
9. εἰς δὲ πόσον ἐκταθήσεται, τοῦτο οὐκ ἐγχωρεῖ γινώσκειν εὐθὺς
10. κατ’ ἀρχὰς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς ἡμέραις διορισθήσεται. τοσοῦτον
11. δ’ ἂν ἤδη πρὸς τῷ καλῶς διαιτᾷν ἀπολαύσεις ἐκ τῆς
12. εἰρημένης προγνώσεως, γινώσκειν ὅτι χρὴ τρέφειν ἤδη τοσοῦτον
13. ὡς ἂν ἐξ ὑστέρου μελλούσης ἔσεσθαι τῆς ἀκμῆς. ὅκου μὲν γὰρ
14. κάτοξυ τὸ νόσημα, αὐτίκα καὶ τοὺς ἐσχάτους πόνους ἔχει, καὶ
15. τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεσθαι· ὅκου δὲ
16. μὴ, ἀλλ’ ἐνδέχεται ἁδροτέρως διαιτᾷν, τοσοῦτον ὑποκαταβαίνειν
17. ὁπόσον ἂν ἡ νοῦσος μαλθακωτέρα τῶν ἐσχάτων
18. ᾖ· δηλονότι τὰ ἔσχατα τὴν ἀκμὴν λέγει τοῦ νοσήματος,
1. εἴ γε δὴ καὶ τὸ κάτοξυ τοὺς ἐσχάτους πόνους ἔχειν αὐτίκα
2. φησὶ, τουτέστι τοὺς παροξυσμοὺς καὶ τὰ συμπτώματα, τοῦτο
3. δὲ οὐδὲν ἄλλο ἢ ἀκμάζειν ἐστὶ τὸ νόσημα. τὸ δὴ τοιοῦτον
4. νόσημα τὸ κατὰ τὴν ἀρχὴν εὐθέως ὅτι τὴν δευτέραν ὑπερβήσεται
5. τετράδα δηλοῦν, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ τῶν ἡμερῶν
6. ἐπιγνοίης ἂν ἀκριβέστερον εἰς ὅσον ἂν ἐκταθήσεται χρόνου
7. μῆκος. ἐν δὲ τῇ δ΄ κᾂν ἐγγυτάτω στοχάσαιο τὴν μέλλουσαν
8. ἀκμήν τε καὶ κρίσιν. εἰ μὲν γὰρ τά τε τῆς ἀπεψίας σημεῖα
9. καὶ τὰ τοῦ χρόνου μηδὲν ἀξιόλογον ὑφιέντα φαίνοιτο καὶ τῆς
10. τρίτης τετράδος ἐπὶ πλεῖον ἡ νόσος ἐκταθήσεται. εἰ δέ τινα
11. σαφῆ ποιοῖτο μεταβολὴν, οὐ μὴν ἤδη γέ τι σημεῖον πέψεως ἐν
12. τῇ πρώτῃ τετράδι φαίνοιτο, περὶ τὴν τρίτην τετράδα προσδέχεσθαι
13. τὴν κρίσιν. εἰ δ’ ἄπεπτον ἔτι δὴ φαίνοιτο κατὰ τὴν
14. ἑβδόμην ἡμέραν, οὐ μὴν ἐξαίρετόν τι καὶ μέγα χρόνου σημεῖον
15. ἔχον, ἐλπίζειν μὲν εἰς τὴν τετάρτην τετράδα, τουτέστιν
16. εἰς τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ἐκταθήσεσθαι τὴν κρίσιν
17. αὐτοῦ, διορίζεσθαι δ’ ἀκριβῶς ἐπὶ τῆς ἑνδεκάτης. ὡς γὰρ ἡ
1. δ΄ τὴν ἑβδόμην, οὕτω καὶ ἡ ἑνδεκάτη τὴν τεσσαρεσκαιδεκάτην
2. προδηλοῖ· σαφὲς μὲν δή τι καὶ ἀκριβῶς πιστὸν ἥδε
3. προδείξασα πέψεως σημεῖον ἐν τῇ ιδ΄ τὴν κρίσιν ἔσεσθαί
4. φησι· ἀμυδρὸν δ’ εἰ γένοιτο, προσέχειν ἤδη τὸν νοῦν τοῖς
5. ἄλλοις. εἰ μὲν γὰρ ὀξέως τε κινοῖτο τὸ νόσημα καὶ μηδὲν τῶν
6. ἄλλων κωλύοι, τάχ’ ἄν που καὶ ἡ ιδ΄ κρίνειεν· εἰ δὲ μὴ, περὶ
7. τὴν ιζ΄ ἡ κρίσις. εἰ δ’ ὅλως μηδὲν ἐπὶ τῆς ια΄ προδηλωθείη,
8. τὴν μὲν ιδ΄ οὐκ ἐνδέχεται κρίνειν. σκοπεῖσθαι δὲ κᾀνταῦθα
9. τήν τε τοῦ νοσήματος ὅλου κίνησιν καὶ τὰ ἄλλα πάντα συμπτώματά
10. τε καὶ σημεῖα, πότερον περὶ τὴν ιζ΄ ἢ καὶ ιη΄ ἐλπίζειν
11. χρὴ κρίσιν, ἢ προσωτέρω γενέσθαι. ἐνίοτε μὲν γὰρ καὶ
12. κατὰ ταύτας κρίνεται, τὰ πολλὰ δὲ καὶ κατὰ τὴν εἰκοστὴν,
13. ἔνια δὲ καὶ κατὰ τὴν κα΄. ἐπίδηλος δ’ ἀμφοῖν μὲν ἡ ιζ΄ καὶ
14. μᾶλλον τῆς κ΄, ἡ δὲ ιη΄ μόνης τῆς κα΄. εἰ δέ τι καὶ κατ’ ἀρχὰς
15. εὐθὺς νόσημα μὴ σφόδρα ταχέως κινούμενον, ἀλλ’ οἷον ἐνδόμυχον
16. εἰσβάλλοι, καὶ τἄλλα αὐτῷ σημεῖα προσείη μακροτέρου
17. χρόνου, τούτου τοῦ νοσήματος οὐχ οἷόν τε κατ’ ἀρχὰς
18. προγνῶναι τὴν ἀκμήν. ἀλλ’ ὅτι μὲν οὐκ ἐντὸς τῆς ιδ΄ κριθήσεται
1. δῆλον· εἰς ὅσον δέ γε ἐκταθήσεται μῆκος οὐδέπω
2. δῆλον, ἀλλὰ χρὴ διορίζεσθαι πρῶτον μὲν εἰ κινδυνῶδές ἐστιν,
3. ἢ ἀκίνδυνον. κινδυνώδους μὲν γὰρ ὄντος καὶ σὺν τούτῳ τῆς
4. δυνάμεως ἀῤῥώστου, φθάσειεν ἂν ὁ ἄνθρωπος ἀποθανεῖν
5. πρὶν εἰς μακρὸν ἐκταθῆναι χρόνον· ἀκινδύνου δὲ πόῤῥω πάντως
6. ἡ κρίσις., οὐ γὰρ ἐνδέχεται ταχέως κριθῆναι τὸ χρόνου
7. μακροῦ προδεῖξαν γνώρισμα. πόσος οὖν χρόνος ἀκριβῶς αὐτῷ
8. γενήσεται μὴ ὅτι κατὰ τὴν πρώτην ἡμέραν, ἢ τὴν δευτέραν,
9. ἢ τὴν τρίτην, ἀλλὰ μηδὲ κατὰ τὴν τετάρτην, ἐλπίζειν ἐξευρίσκειν
10. ἀκριβῶς, ἀλλ’ ἐν ταῖς ἐφεξῆς περιόδοις τῶν κρισίμων
11. ἡμερῶν ἔσται δῆλον. ἐπὶ μὲν τῆς δευτέρας τετράδος ἔστι που
12. στοχαζομένῳ πλατύτερον, ἀκριβέστερον δ’ ἐπὶ τῆς τρίτης.
13. εἰ μὲν γὰρ ἕως τῆς ζ΄ ἡμέρας τὰ τῆς ἀπεψίας τε καὶ τοῦ χρόνου
14. σημεῖα φαίνοιτο σφοδρότερα, πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται
15. κριθῆναι, μετριωτέρων δὲ γενομένων ἢ ἴσων διαμενόντων
16. ἐνδέχεται. ἐὰν οὖν ὅτι πρὸ τῆς κ΄ οὐκ ἐνδέχεται κριθῆναι
17. σαφῶς ἂν εἰδείης, εἰ δ’, ὡς εἴρηται, σφοδρῶν τῶν γνωρισμάτων
18. τοῦ χρόνου γενομένων, ἐπισκέπτου τὴν τρίτην τετράδα,
19. κᾂν ἔτι καὶ κατὰ ταύτην ἐπιτείνηται, τά τε τοῦ χρόνου
1. καὶ τὰ τῆς ἀπεψίας σημεῖα πόῤῥω που τῆς κ΄ ἐκταθήσεσθαι
2. τὴν κρίσιν ἔλπιζε. μενόντων δ’ ἴσων, ὅτι μὲν κᾀνταῦθα μετὰ
3. τὴν εἰκοστὴν ἤδη καὶ τοῦτο λέγειν ἐγχωρεῖ, τὴν δ’ ἡμέραν
4. αὐτὴν οὐχ οἷόν τε γινώσκειν ἤδη. δηλώσει δὲ αὐτὴν ἡ τρίτη
5. τε καὶ τετάρτη τετράς. εἰ γὰρ ἀεὶ καὶ μᾶλλον ἐκλύοιτο τὰ τῆς
6. ἀπεψίας σημεῖα, τῇ μετὰ τὴν τρίτην ἑβδομάδα πρώτῃ τετράδι
7. κριθήσεσθαι τὴν νόσον ἔλπιζε. μὴ πάνυ δ’ ἀξιολόγου γενομένης
8. τῆς μεταβολῆς, εἰς τὴν τετάρτην ἑβδομάδα προβήσεται.
9. τὰ δ’ ἕως τῆς ιδ΄ ἡμέρας ἄπεπτά τε παντάπασιν ὑπάρχοντα
10. καὶ βραδύτερόν πως κινούμενα νοσήματα τῆς μ΄ οὐκ ἂν ἐγγυτέρω
11. κριθείη. μετὰ δὲ τὴν μ΄ ὅτι τὰ τῶν κρίσεων ἐκλύεται
12. καὶ μάλιστα ταῖς κατὰ βραχὺ πέψεσιν, ἤ ταῖς ἀθρόαις μεταβολαῖς
13. τὰ νοσήματα λύεται καὶ ἡμῖν μὲν ἔμπροσθεν εἴρηται,
14. καὶ τοῖς ἄλλοις δὲ πᾶσιν ὅσοις τῶν ἔργων τῆς τέχνης φροντὶς
15. οὕτω δοκεῖ, καθάπερ οὖν καὶ Ἀρχιγένει. γίνονται μέν
16. ποτε καὶ κατὰ ταύτας ὀξεῖαι μεταβολαὶ, ὥσπερ κᾀν τοῖς ἐφ’
17. Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἔστιν εὑρεῖν. ἡ δὲ τῆς
18. προγνώσεως αὐτῶν μέθοδος αὕτη. καθόλου γὰρ χρὴ τὰς
1. δυνάμεις ἐπίστασθαι τῶν σημείων, ὥσπερ οὖν καὶ Ἱπποκράτης
2. ἐκέλευεν, εἰ μέλλοι τις ἔσεσθαι προγνωστικὸς ἀκριβῶς.
3. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὅσοι γε τολμῶσιν ἅπτεσθαι τῆς
4. τοιαύτης θεωρίας, εἰς τὸν ἀριθμὸν ἀποβλέπουσι τῶν σημείων,
5. οὐκ εἰς τὰς δυνάμεις. ἀλλὰ περὶ μὲν τούτων κᾀν τοῖς περὶ
6. κρίσεων ὑπομνήμασι λέγεται. καιρὸς δ’ ἂν εἴη μοι τοῦ τῆς
7. διαφωνίας ἅπτεσθαι λόγου καὶ κρίνειν αὐτὴν πειρᾶσθαι διά
8. τε τῆς ἐμπειρίας καὶ τοῦ λόγου. ταῦτα γὰρ δὴ καὶ δι’ ἑτέρων
9. ἐδείκνυμεν εἶναι κριτικὰ πάντων τῶν ἐν ἰατρικῇ ζητουμένων.

Cliquer un n° de page pour en afficher l’image