3. Αἱ γὰρ δὴ κρίσεις αὗται γίνονται
4. μὲν ἐν πάσαις ἡμέραις, ἀλλ’ οὔτ’ ἴσαις τὸν ἀριθμὸν οὔθ’
5. ὁμοίως πισταῖς. διαφέρουσι δὲ καὶ τῷ τὰς μὲν ἀγαθὰς αὐτῶν
6. γίνεσθαι, τὰς δὲ κακὰς, καὶ τὰς μὲν μετὰ πλειόνων τε
7. καὶ χαλεπωτέρων συμπτωμάτων καὶ σὺν ἀγῶνι μείζονι, τὰς
8. δ’ εὐθὺς ἐξ ἀρχῆς εἰσβάλλειν ἀσφαλῶς. ἀτὰρ οὖν οὐδὲ τῷ
9. τὰς μὲν ἐλλιπεῖς γίνεσθαι, τὰς δὲ τελείας, μικρά τις ἡ διαφορά·
10. μεγάλη δὲ κᾀν τῷ τὰς μὲν ὅτι γενήσονται διὰ τῶν
11. ἐπιδήλων ἡμερῶν προδεδηλῶσθαι, τὰς δ’ ἐξαιφνίδιόν τε καὶ
12. ἀδοκήτως οὐ τοῖς ἰδιώταις μόνον, ἀλλὰ καὶ τοῖς τεχνίταις
13. ἐπιφαίνεσθαι. τοσαῦται μὲν αἱ τῶν κρίσεων διαφοραὶ, τοσαῦται
14. δὲ καὶ αἱ τῶν κρισίμων ἡμερῶν· κατὰ τὴν δωδεκάτην
15. μὲν γὰρ καὶ ἑκκαιδεκάτην ἐγὼ μὲν οὐδένα ποτὲ γινώσκω κριθέντα,
16. κατὰ δὲ τὴν ἑβδόμην οὐδ’ ἀριθμεῖν ἔτι ἐγχωρεῖ.
17. κατὰ δὲ τὴν ἕκτην κρίνονται μὲν, ἀλλὰ καὶ μετὰ χαλεπῶν
18. συμπτωμάτων καὶ κινδύνων μεγίστων καὶ ἀπίστως καὶ ἀτελῶς
1. καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ πρὸς κακοῦ. ὅταν οὖν μὴ μόνον
2. ἐμοὶ, τῷ τοσούτοις ἔτεσι παραφυλάττοντι, τοιαύτη τις εὑρίσκηται
3. διαφορὰ τῶν ἡμερῶν, ἀλλὰ καὶ τοῖς περὶ τὸν Ἀρχιγένην,
4. πάνυ δή τι τοῖς ἔργοις τῆς τέχνης προσεδρεύσασι, καὶ
5. τούτων ἔτι ἀνωτέρω τοῖς περὶ Ταραντῖνον Ἡρακλείδην, ἐκ
6. τῆς πείρας ἀθροίσασι τὴν θεωρίαν, ἔτι τε τοῖς περὶ τὸν
7. Φιλότιμόν τε καὶ Διοκλέα καὶ τοὺς ἄλλους παλαιοὺς καὶ πρὸ
8. τούτων ἁπάντων τοῖς περὶ τὸν θειότατον Ἱπποκράτην, πῶς
9. οὐκ ἄν τις δικαίως ἡγοῖτό τινα διαφορὰν ἐν τῷ τῶν ἡμερῶν
10. ἀριθμῷ; τὸ γὰρ ἐν τοσούτοις ἔτεσι καὶ τὴν ἑβδόμην ἑωρᾶσθαι
11. κρίνουσαν, πολλάκις τε ἅμα καὶ τελείως καὶ πιστῶς καὶ ἀκινδύνως
12. καὶ σαφῶς καὶ προδήλως καὶ χρηστῶς, καὶ τὴν ἕκτην
13. τὰ τούτων ἐναντία, μεγάλης τινὸς ἔχεται διαφορᾶς. τὸ δ’
14. ἐμοὶ μὲν μηδέποτε τὴν δωδεκάτην ὦφθαι κρίνουσαν, ἄλλῳ
15. δέ τινι σπανίως τε ἅμα καὶ ἀτελῶς καὶ ἀβεβαίως καὶ μετὰ
16. κινδύνου καὶ ἀσαφῶς καὶ ἀσήμως καὶ κακῶς, οὐδ’ αὐτὸ σμικρὰν
17. ἐνδείκνυται τὴν ἐν ταῖς ἡμέραις διαφοράν. πολλαὶ μὲν
18. γὰρ αἱ κατὰ τὴν ἑβδόμην κρινόμεναι νόσοι τελέως τε ἅμα
1. καὶ ἀσφαλῶς καὶ ἀκινδύνως καὶ σαφῶς καὶ εὐσήμως καὶ ἀγαθῶς·
2. αἱ δ’ ἐν τῇ δωδεκάτῃ σπάνιαι μὲν οὕτως ὡς ἡμῖν
3. ὦφθαι μηδέπω, κᾂν εἴ τῳ δέ ποτε ἑώραται πρὸ ἡμῶν ἐν τῇ
4. δωδεκάτῃ τῶν ἡμερῶν ἐπιφανεῖσά ποτε κρίσις, ἢ ἀτελὴς, ἢ
5. ἄπιστος, ἢ κινδυνώδης, ἢ ἀσαφὴς, ἢ ἄσημος, ἢ πάντως γ’
6. ὦπται πρὸς κακοῦ γινομένη. καλῶ δ’ ἀτελῆ μὲν κρίσιν, ὅταν
7. ὑπολείπηταί τι τοῦ νοσήματος· ἄπιστον δὲ, ὅταν ὑποτροπιάζῃ,
8. κινδυνώδη δὲ τὴν μετὰ συμπτωμάτων σφαλερῶν, ἀσαφῆ
9. δὲ τὴν χωρὶς ἐκκρίσεως, ἤ τινος ἀποστάσεως ἐπιφανοῦς,
10. ἄσημον δὲ τὴν ὑπὸ μηδεμιᾶς τῶν ἔμπροσθεν ἡμερῶν
11. προδηλωθεῖσαν. ἡ κακὴ δὲ ὅτι πάντως εἰς ἀπώλειαν τελευτᾷ
12. τοῦ κάμνοντος οὐ δέομαι λέγειν. ἔμπαλιν δὲ τελείαν μὲν
13. καλῶ τὴν μηδὲν ὑπολείπουσαν τοῦ νοσήματος, πιστὴν δὲ
14. καὶ βεβαίαν καὶ ἀσφαλῆ τὴν μηκέτι ἐπανερχομένην, ἀκίνδυνον
15. δὲ τὴν ἄνευ συμπτωμάτων σφαλερῶν, οὕτω δὲ καὶ σαφῆ
16. τὴν μετά τινος ἐκκρίσεως, ἢ ἀποστάσεως φανερᾶς, εὔσημον
17. δὲ τὴν προδηλωθεῖσαν ὑπὸ τῆς ἐπιδήλου, ἀγαθὴν δὲ ὅτι τὴν
18. εἰς ὑγείαν τελευτῶσαν χρὴ νοεῖν οὐκ ἄν τινα οἶμαι λαθεῖν.
1. ἀλλ’ ὅτι μὲν, εἴπερ ταῦθ’ οὕτως φαίνεται, μεγίστη διαφορὰ
2. τῶν ἡμερῶν ἐστι πρὸς ἀλλήλας οὐδεὶς ἀντιλέξει.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.2, ed. Kühn, 1825, vol. 9, p. 774-777. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩