3. Φήσει δ’ ἴσως τις μηδὲν ἀληθὲς εἶναι
4. τῶν εἰρημένων, ἀλλ’ ἡμᾶς ἀργύριον εἰληφότας παρὰ τῶν κρισίμων
5. ἐπεισάγειν αὐτὰς τοῖς κατ’ ἰατρικὴν πράγμασιν ὥσπέρ
6. τινας νόθους παῖδας εἰσποιοῦντας γένει γνησίῳ. τί γὰρ ἂν
7. καὶ παθόντες καταψευδοίμεθα τῶν φαινομένων ἄλλό γε ἢ
8. ἀργυρίῳ δελεασθέντες; οὐ γὰρ δὴ κατὰ γένος γε ἡμῖν αἱ κρίσιμοι
9. προσήκουσιν, ἢ πολίτιδες, ἡ συνήθεις εἰσὶν, ἵν’ αὐταῖς
10. χωρὶς μισθοῦ βοηθῶμεν. τί γὰρ ἂν εἴη καὶ βέλτιον ἢ ἐκείναις
11. κρισίμοις εἶναι νομισθείσαις, ἢ ἡμῖν, ὡς εἰσὶν, ἀποδείξασιν;
12. ἀλλ’ ὥσπερ καὶ τἄλλα τὰ διὰ τῆς πείρας γνωσθέντα
13. δηλοῦμεν ἀδεκάστως, ἀδικώτατον εἶναι νομίζοντες ἐγκαλύπτειν
14. τἀληθὲς, οὕτω καὶ τὰς τῶν ἡμερῶν διαφορὰς, ἃς πολλάκις
15. ἐθεασάμεθα, λέγομεν ὡς εἴδομεν. ὅταν δὲ καὶ τοὺς ἀρίστους
16. ἰατρούς τε ἅμα καὶ ἀνθρώπους, ἄμφω γάρ ἐστον οἱ περὶ τὸν
17. Διοκλέα τε καὶ Ἱπποκράτην καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν
18. ἐμνημόνευσα, τὴν αὐτὴν ὑπὲρ τῶν αὐτῶν εὑρίσκωμεν
1. ἀπόφασιν πεποιημένους, ἔτι καὶ μᾶλλον, οἶμαι, θαῤῥοῦμεν
2. ὡς ἀληθεύοντες. ἀλλ’ οὐχ ὁμολογοῦσι, φασὶν, ἅπαντες οὗτοι
3. περὶ τῶν κρισίμων ἡμερῶν, ἀλλ’ οἱ μὲν πλείους, οἱ δὲ ἐλάττους
4. αὐτὰς εἶναι λέγουσιν, καὶ τὰς μὲν ὅδε τίς φησιν εἶναι
5. κρισίμους, τὰς δ’ ὅδε τις, οὐ τὰς αὐτὰς ἅπαντες, ἀλλ’ ὡς
6. ἂν ἑκάστῳ παραστῇ τις γνώμη. τί οὖν ὦ πρὸς θεῶν εἴποι τις
7. ἂν οἶμαι πρὸς αὐτούς; εἴ τι διαπεφώνηται, τοῦθ’ ὅλως
8. οὐκ εἶναί φατε; καὶ μὴν οὐκέτ’ ἂν ὁμολογήσετε, τὸ μὲν γὰρ
9. ἐπιμελεστέρας πείρας ἐξετάσεώς τε καὶ κρίσεως δεῖσθαι τὰ
10. τοιαῦτα πρὸς ἁπάντων ὡμολόγηται, τὸ δ’ ὅλως ἀληθεύειν
11. μηδένα τῶν διαφερομένων οὐχ ὅπως ὑμεῖς οἱ δεινοὶ τῶν κρισίμων
12. κατήγοροι, ἀλλ’ οὐδ’ οἱ τὴν Πυῤῥώνειον ἀπορίαν πρεσβεύοντες
13. ἀποδέχονται. τὴν γὰρ ἀνεπίκριτον οὗτοι διαφωνίαν,
14. οὐχ ἁπλῶς ἅπασαν ἡντιναοῦν, ἀγνοίας τοῦ πράγματος εἶναί
15. φασι σημεῖον. ἆρ’ οὖν ἀδύνατον ἐπικρῖναι τίς ἀληθεύει περὶ
16. τῶν κρισίμων ἡμερῶν καὶ τίς ψεύδεται; ἢ δυνατὸν μὲν, ἀλλ’
17. οὐ ῥᾴδιον, εἴ γε καὶ χρόνου δεῖται παμπόλλου καὶ ἀκριβείας
18. ἱκανῆς; αἵ τε γὰρ ἀρχαὶ τῶν νοσημάτων ἀσαφεῖς ἐνίοτε καὶ
1. πότερον ἐν ᾗ τις ἡμέρᾳ τῆς κρίσεως ὑπήρξατο, ταύτην εἶναι
2. τὴν κρίσιμον ὑποληπτέον, ἢ καθ’ ἣν πρῶτον ἐλύθη τὸ νόσημα,
3. δεῖταί τινος ἐπισκέψεως. ὁ μὲν γάρ τις, οἶμαι, θάτερον
4. αὐτῶν, ὁ δὲ θάτερον ὑπολήψεται, καί τις ἴσως οὐδέτερον, ἀλλ’
5. εἰς ἣν ὁ πλεῖστος χρόνος τῆς κρίσεως ἀφίκετο, ταύτην εἶναι
6. φήσει τὴν κρίσιμον. ὅταν οὖν πρὸς τοῦτο καὶ τοῦ πολλάκις
7. αὐτὰ θεάσασθαι χρῄζωμεν, ἦν δὲ τοῦτο ἐπί τινων ἡμερῶν
8. ἀδύνατον, ὅσαι σπανίως κρίνουσιν, ἢ κατά τινα τύχην. οὐ
9. γὰρ ἀδύνατος ἡ ὑπόθεσις, εἰ ἐντύχοι τις ταῖς σπανίαις ἡμέραις
10. πρώταις· ἔπειτα πρὶν ἀναμεῖναι τὴν μακρὰν κρίσιν, ἀποφαίνοιτο
11. περὶ αὐτῶν ὡς κρισίμων, ἐκ τῶν τοιούτων ἁπάντων
12. ἀναγκαῖον ἐπιθολοῦσθαι τὴν ἀληθῆ τῶν κρισίμων ἡμερῶν
13. ἱστορίαν. εἰ μὲν γὰρ ἐν ᾗ τις ἐκρίθη, κρίσιμον εἶναι ταύτην
14. ἐλέγομεν, ῥᾴστη τ’ ἂν οὕτως ἡ γνῶσις αὐτῶ ἐγίνετο καὶ σχεδὸν
15. ἁπάσαις ὑπῆρχεν ἂν εἶναι κρισίμοις. ἐπεὶ δ’ οὔ τι τὸ σπανίον
16. ἱκανὸν, ἀλλὰ χρὴ πολλάκις ὦφθαι κρίνουσαν, ἔτι τε
17. προσεῖναι τῇ κρίσει τὰ μικρῷ πρόσθεν ῥηθέντα, τό τε καλῶς
18. καὶ τὸ τελείως καὶ τὸ ἀσφαλῶς καὶ τὸ σαφῶς καὶ προσέτι
1. ἔτι τό ἀκινδύνως, καὶ τὸ μετὰ τοῦ προδεδηλῶσθαι,
2. δῆλον ὡς εἰς σωριτικὴν ἀπορίαν ἐμπίπτει τὸ σύμπαν. εἰ γὰρ
3. τινὰ μὲν ὧν εἶπον προσείη, τινὰ δ’ ἀπείη, καὶ ἰσάζοι γε τὰ
4. παρόντα τοῖς μὴ παροῦσιν, ἢ βραχεῖά τις εἴη τῶν ἑτέρων
5. ὑπεροχὴ, δῆλον ὡς ἐν ἀμφιβολίᾳ καταστησόμεθα περὶ τῆς
6. τοιαύτης ἡμέρας, εἴτε χρὴ ταύτην κρίσιμον καλεῖν εἴτε μή. τὸ
7. μὲν γὰρ ἤτοι πάντων ὑπαρχόντων ὧν εἶπον ἢ τῶν πλείστων
8. τε καὶ μεγίστων ἔτ’ ἀμφιβάλλειν ὡς οὐκ οὔσης κρισίμου
9. παντελῶς ἠλίθιον, ὥσπέρ γε καὶ εἰ μηδὲν αὐτῶν, ἢν παντάπασιν
10. ὀλίγα καὶ μικρὰν ἔχοντα δύναμιν ὑπάρχῃ· καὶ γὰρ καὶ
11. ταύτην ἐκ τῶν οὐ κρισίμων ἀριθμητέον. εἰ δ’ εἴη τῶν ὑπαρχόντων
12. αὐτῇ βραχεῖά τις ἡ διαφορὰ, πρόδηλον ὡς εἰς ἀπορίαν
13. καταστησόμεθα, πότερον ἐκ τῶν κρισίμων αὐτὴν ἀριθμητέον
14. ἐστὶν ἢ μή. ἔγωγ’ οὖν αὐτὸς ἐκ μειρακίου μὲν ὑπηρξάμην
15. παραφυλάττειν τὰς κρισίμους ἡμέρας, ἵνα τι κᾀκ τῆς ἐμαυτοῦ
16. πείρας ἐπικρίναιμι περὶ τῆς διαφωνίας αὐτῶν, οὐ μὴν ἤδη γε
17. δύναμαι περί τινων ἀποφήνασθαι σαφῶς, ὅσον ἐπὶ τῇ προγεγονυίᾳ
18. μνήμῃ. δοκεῖ δέ μοι καὶ Ἱπποκράτης, ὡς ἂν ἀληθὴς
1. ἀνὴρ, ἄχρι πολλοῦ χρόνου καὶ αὐτὸς τὸ τοιοῦτον παθεῖν, εἴ τι
2. χρὴ τεκμήρασθαι ἐκ τῶν ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ἐν ᾧ
3. παμπόλλας ἤθροισεν ἡμέρας εἰς ταὐτὸν, ἃς ἐν τῷ προγνωστικῷ
4. κᾀν τοῖς ἀφορισμοῖς περικόπτειν φαίνεται. δέδεικται δ’
5. ἡμῖν ἤδη μὲν καὶ δι’ ἑτέρων, ἀλλὰ καὶ νῦν οὐδὲν ἧττον ἔσται
6. δῆλον ἐκ τῶν ἐφεξῆς εἰρησομένων ὡς πρότερον αὐτῷ τὰ τῶν
7. ἐπιδημιῶν γέγραπται βιβλία, βασανίζοντι διὰ τῆς πείρας ἔτι
8. τὰ θεωρήματα καὶ μὴ τολμῶντι καθόλου τισὶν ἀποφάσεσιν
9. ἐπ’ αὐτῶν χρῆσθαι· διό μοι καὶ δοκοῦσιν οἱ τὰς κρισίμους
10. ἡμέρας ἀναιροῦντες ὡς οὐκ οὔσας, ὅτι διαπεφώνηται περὶ αὐτῶν
11. τοῖς ἰατροῖς, οὐ πάνυ τι τοῖς ἔργοις τῆς τέχνης προσεσχηκέναι
12. τὸν νοῦν· ὡς εἴ γε προσεσχήκεσαν, οὐ μόνον ὅτι διαφέρονται
13. περί τινων ἡμερῶν οἱ γράψαντες περὶ αὐτῶν, ἀλλ’
14. ὅτι καὶ συμφωνοῦσιν ἐν ταῖς πλείσταις ἐννοήσαντες, ἔπειτα
15. τῆς ἑαυτῶν πείρας ἀναμνησθέντες, ἐξεῦρον ἂν, οἶμαι, ῥᾳδίως
16. ἑτέρας μὲν εἶναι φύσεως τὰς ὁμολογουμένας, ἑτέρας δ’ ὑπὲρ
17. ὧν διαφέρονται. τίς γὰρ ἢ τὴν ἑβδόμην, ἢ τὴν ἑνδεκάτην, ἢ
18. τὴν τεσσαρεσκαιδεκάτην, ἢ τὰς ἄλλας τὰς ὁμοίας οὐκ εἶπε κρισίμους;
19. οὐδεὶς ὁστισοῦν. φαίνονται γοῦν ἅπαντες ὥσπερ ἐξ
1. ἑνὸς στόματος ἀποφαινόμενοι περὶ αὐτῶν. καὶ μὴν εἴπερ ὑπὲρ
2. ἁπασῶν ὡμολόγουν ἀλλήλοις, ἴσως ἂν παρέστη ὑπολαμβάνειν
3. χωρὶς τοῦ κρῖναι καὶ βασανίσαι τἀληθὲς ἅπαντας αὐτοὺς
4. ἑξῆς ἀκολουθῆσαι τῷ πρώτως περὶ κρισίμων ἡμερῶν ἀποφηναμένῳ.
5. διαφερομένων δ’ ἐν ταῖς πλείσταις, οὐκέτ’ ἐνδέχεται
6. τοιοῦτον οὐδὲν ὑπονοεῖν. ἀλλ’ ἐμοὶ μὲν καὶ θαυμάζειν
7. ἐπέρχεται τοὺς ἄνδρας ἐπὶ τῇ περὶ τὴν ἀλήθειαν σπουδῇ. τὸ
8. γὰρ μήτε τὰς αὐτὰς ἅπαντας εἰπεῖν, ἀλλ’ ἔστιν ἐν αἷς διενεχθῆναι,
9. μήτε εἰκῇ τοῦτο καὶ ἀλόγως παθεῖν, ἀλλ’ ὅσαι μὲν
10. ἅπαντα διαφυλάττουσι τὰ τῶν κρίσεων γνωρίσματα τὰ μικρῷ
11. πρόσθεν ὑπ’ ἐμοῦ λελεγμένα, ταύτας μὲν ὡσαύτως ἀναγράψαι
12. σύμπαντας, ὅσαι δ’ ἀμφιβολίαν ἔχουσί τινα καὶ ἀπορίαν
13. ἐκ τοῦ τινὰ μὲν ὑπάρχειν αὐταῖς γνωρίσματα, τινὰ δ’
14. οὐχ ὑπάρχειν, οὐκέθ’ ὡσαύτως ἅπαντας ἀναγράψαι, τεκμήριον
15. οὐ μικρόν ἐστι τοῦ φύσιν εἶναί τινα τῶν κρισίμων ἡμερῶν
16. ἰδίαν ἐξαίρετον. ἃς γὰρ καὶ καθ’ ἑαυτὸν ἕκαστος ἡμῶν ἐπὶ
17. τὴν τῶν τοιούτων πεῖραν ἀφικόμενος ἀποφήναιτ’ ἂν εἶναι κρισίμους
18. ἐκ τοῦ διαφυλάττειν ἅπαντα τῶν κρίσεων τὰ γνωρίσματα,
1. ταύτας καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν ὁμολογουμένας,
2. ὥσπερ αὖ καὶ ὅσας ἄπορον ἐκ πείρας κρῖναι, καὶ ταύτας διαπεφωνημένας.
3. οὐδὲν οὖν ἔγωγε τούτου μεῖζον ἕτερον
4. ἡγοῦμαι τεκμήριον ὑπὲρ τῶν κρισίμων ἡμερῶν τῆς φύσεως,
5. ὡς τὸ περὶ μὲν τῶν ἅπαντ’ ἐχουσῶν τὰ κριτικὰ γνωρίσματα,
6. ταῦτα καὶ παρ’ ἐκείνοις ἔστιν εὑρεῖν συμφωνῆσαί τε πάντας,
7. ὑπὲρ ὧν δέ τις καὶ αὐτὸς ἠπόρησιν, ὑπὲρ τούτων διενεχθῆναι.
8. ἡ γὰρ ἐν ταῖς τοιαύταις διαφωνία πίστιν βεβαίαν προσνέμει
9. ταῖς ὁμολογουμέναις. ἄμεινον δ’ ἦν ἄρα τοῖς σοφισταῖς ἤδη
10. ποτὲ μισήσασι τὰ σοφίσματα, περὶ μὲν δὴ τῶν καὶ πάντ’ ἐχουσῶν
11. τὰ γνωρίσματα καὶ πρὸς ἁπάντων ὁμολογουμένων
12. ἑτοίμως ἀποφήνασθαι, σκοπεῖσθαι δὲ ὑπὲρ τῶν λοιπῶν, ὡς
13. τό γε διὰ τὴν ἐν ταύταις ἀπορίαν ὀλιγίσταις οὔσαις ἀνατρέψαι
14. τὴν ἐν ταῖς πλείσταις εὐπορίαν ἐσχάτως ἄλογον. φέρ’
15. οὖν ἡμεῖς εἴπερ δὴ σπουδάζομεν ἀληθείας, ἐπιχειρήσωμεν ἀδεκάστως
16. αὐτῶν τῇ κρίσει. καὶ πρώτας μὲν προστησώμεθα καθάπερ
17. τινὰς κανόνας τὰς ἅπαντ’ ἐχούσας τὰ κριτικὰ γνωρίσματα·
18. δευτέρας δὲ τάξωμεν τὰς τούτων πλησίον, εἶτά τινα
19. καὶ τρίτον καὶ τέταρτον στοῖχον ἐφεξῆς ποιησώμεθα, καὶ
1. δείξωμεν ἑκάστου τὴν ἀξίαν. ἡ γὰρ τοιαύτη γνῶσις εἰς τὰς
2. ἰάσεις τε καὶ λύσεις μέγα διαφέρει, μήτε τοὺς ἐν πισταῖς ἡμέραις
3. κριθέντας δι’ ὑποψίας ἡμῶν ἑξόντων ἂν ἢ λεπτῶς διαιτησόντων,
4. μήτε τοὺς ἐν ταῖς ἀπίστοις ἀφυλάκτως.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.3, ed. Kühn, 1825, vol. 9, p. 777-784. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩