5. Πρώτην μὲν τοίνυν ἁπασῶν τῶν κρισίμων
6. ἡμερῶν τὴν ἑβδόμην εἴπωμεν, οὐκ ἀριθμῷ δηλονότι καὶ τάξει
7. πρώτην, ἀλλὰ δυνάμει τε καὶ ἀξιώματι, πάντα γὰρ ἔχει συλλαβοῦσα
8. τὰ τῶν κρισίμων γνωρίσματα· καὶ γὰρ καὶ πλείστους
9. κρίνει καὶ τελείως καὶ μετὰ σαφοῦς ἐκκρίσεως, ἢ ἀποστάσεως
10. καὶ χωρὶς κινδύνου σφοδροῦ, καὶ τοὐπίπαν αὐτὴν ἡ τετάρτη
11. προδηλοῖ. ἤτοι γὰρ τῶν οὔρων τις ἐν ἐκείνῃ πάντως, ἢ τῶν
12. πτυσμάτων, ἢ τῶν διαχωρημάτων, ἢ ὀρέξεως, ἢ νοήσεως,
13. ἢ αἰσθήσεως, ἤ τινος ἄλλου τοιούτου σαφὴς ἐγένετο μεταβολὴ,
14. καὶ τῇδε τῇ μεταβολῇ τὸ μὴ οὐχ ὁμοίαν ἀπαντῆσαι τὴν
15. ἐν τῇ ἑβδόμῃ κρίσιν ἀμήχανον, ἀγαθὴν μὲν, εἰ ἐπὶ τὸ χρηστὸν,
16. πονηρὰν δὲ, εἰ ἐπὶ τὸ φαῦλον μεταβάλλοι. τὰ πολλὰ μὲν οὖν
17. ἀγαθαὶ κρίσεις αἱ κατὰ τὴν ἑβδόμην ἡμέραν. καὶ γὰρ αὖ καὶ
1. τοῦτο ἐξαίρετον αὐτῇ πρόσεστιν. οὐ μὴν ἀλλὰ καὶ θνήσκουσί
2. τινες ἐν αὐτῇ, καὶ τροπὴν ἀξιόλογον ἐπὶ τὸ χεῖρον ἔνιοι λαβόντες
3. ἔν τινι τῶν ἐφεξῆς κρισίμων ἀπόλλυνται. τὴν δὲ ἕκτην
4. ἡμέραν ὅσον ἀπολείπεται τῆς ἑβδόμης τῷ πλήθει τῶν ἐν αὐτῇ
5. κρινομένων, τοσοῦτον πλεονεκτοῦσαν εὑρίσκω κακοηθείᾳ, καθάπερ
6. ἐκ διαμέτρου τὴν φύσιν ἔχουσαν τῇ ζ΄. καὶ γὰρ καὶ τῶν
7. ἐν τῇ τετάρτῃ μεταβαλλόντων ἐπὶ τὸ χεῖρον οἱ πλεῖστοι κατὰ
8. τὴν ἕκτην ἀπόλλυνται. τοὐναντίον δὲ αὖ πάλιν εἰ χρηστὴ γένηται
9. τροπὴ, τὴν ἑβδόμην ἀναμένει. κᾂν εἰ σπανίως δέ ποτε
10. μεταβολὴν ἀγαθὴν ἐν τῇ τετάρτῃ γενομένην ἡ ἕκτη παραλαβοῦσα
11. κρίνειν ἐπιχειρήσειεν, ἀμήχανον ὅσην ἐπιφέρει ταραχὴν
12. καὶ κίνδυνον καὶ φόβον οὐ μικρὸν, ὡς αὐτίκα δὴ μάλα
13. τεθνηξομένου τἀνθρώπου. καὶ γὰρ εἰ καταφέροιντο, κάρῳ τι
14. παραπλήσιον αὐτοῖς γίνεται καὶ κεῖνται τελείως ἀναίσθητοί
15. τε καὶ ἄφωνοι. καὶ εἴ τις ἔκκρισις ἐν αὐτοῖς γίνοιτο, λειποψυχοῦσί
16. τε καὶ ἀσφυκτοῦσι καὶ ἀχροοῦσι καὶ τρέμουσι καὶ καταπίπτουσι,
17. τῆς ἑβδόμης ἡμέρας ἀεὶ πρὸς λόγον τῆς ἐκκρίσεως
18. τὴν εὐφορίαν ἐπαυξούσης. ἀτὰρ οὖν καὶ κακοήθη καὶ δριμέα
19. καὶ δυσώδη τὰ πολλὰ διαχωροῦσί τε καὶ ἐμοῦσι κατὰ τὰς ἑκταίας
1. ἐκκρίσεις. ἱδρῶτες δὲ σπάνιοι μὲν οἱ ὁμαλοὶ καὶ δι’ ὅλου
2. τοῦ σώματος καὶ θερμοί· κᾂν εἰ γένοιντο δέ ποτε τοιοῦτοι,
3. διακόπτονται τὰ πολλὰ καὶ φόβος ἐπήρτηται τοῖς
4. ὁρῶσι μὴ στῶσιν. ἔστι δ’ ὅτε παρωτίδας οὐκ εὐήθεις, ἢ καὶ
5. ἰκτέρους ἐπήνεγκεν, ἤ τινα ἄλλην ἀπόστασιν ἀγῶνος ἑτέρου
6. δεομένην εἰς λύσιν. εἰ δὲ καὶ δι’ οὔρων ποτὲ κρίνοιεν, οὐδὲ
7. ταῦτα ἂν εὕροις χρηστά· καὶ γὰρ ὠμὰ καὶ ἄχροα καὶ λεπτὰ καὶ
8. μηδεμίαν ἀγαθὴν ὑπόστασιν ἔχοντα, ἀλλ’ ἐνίοτε μὲν οἷον
9. ὀστρακώδη, ἐνίοτε δὲ ψαμμώδη, πάντως δὲ ἀνώμαλόν τε καὶ
10. ἄπεπτον, αὐτῷ τῷ πλήθει μόνον ὠφελοῦντα κατὰ τὴν ἕκτην
11. ἡμέραν οἷς ἐπιφαίνεται. ταῦτα μὲν αὐτῆς τὰ μετριώτατα τῶν
12. ἔργων, εἴ τις μέλλει σωθήσεσθαι. τοὺς πλείστους δὲ τοὺς μὲν
13. αὐτίκα συνέκοψεν, ἢ ἀπέπνιξεν αἱμοῤῥαγίαις λάβροις, ἢ κενώσεσιν
14. ἀμέτροις, ἢ καὶ κατοχαῖς τισιν ἢ μανίαις, τοὺς δ’
15. εἰς προὖπτον ὄλεθρον ἐνέβαλεν, ἰκτέρους ἐπαγαγοῦσα καὶ παρωτίδας
16. οὐ χρηστὰς ἐγείρασα καὶ μαρασμοῖς ἀνιάτοις ἐνίοτε
17. περιβάλλουσα, καὶ τί γὰρ οὐ κακὸν ἐπιφέρει; καί μοι πολλάκις
18. ἐπῆλθε τὴν μὲν τῆς ἑβδόμης ἡμέρας φύσιν εἰκάζειν βασιλεῖ,
1. τὴν δὲ τῆς ἕκτης τυράννῳ. προνοεῖται γὰρ ἡ μὲν οἷον ἀγαθός
2. τις ἄρχων τοῖς ὑπ’ αὐτὴν κρινομένοις, ἢ τῆς κολάσεως ὑφεῖναι
3. τοῦ μεγέθους, ἢ τὴν νίκην ἐπιλαμπρῦναι. τὴν δὲ τῆς ἕκτης
4. ἡμέρας ἔμπαλιν εἰκάσαις ἂν ἢ τοῖς ὀλεθρίοις αὐτὴν ἐπιχαίρειν,
5. ἢ ταῖς σωτηρίαις ἄχθεσθαι καὶ ζητεῖν ὅποι τὸν θυμὸν
6. ἐκπλήσει καὶ κακῶς δρᾶσαι τὸν εἰς αὐτὴν ἐμπεσόντα καὶ μακρᾷ
7. κολάσει περιβάλλουσα διαχειρώσεται. φέρ’ οὖν, ἐνταῦθα
8. γὰρ ὁ λόγος ἤδη μοι στήτω, πρὶν τῶν ἄλλων ἁπασῶν ἡμερῶν
9. διέρχεσθαι τὴν φύσιν, εἴ τις ἔροιτό μου περὶ τῆς ἑβδόμης ἡμέρας,
10. εἰ κρίσιμος ὑπάρχει, κᾄπειθ’ ἑτοίμως ἀποκριναμένου μου
11. περὶ τῆς ἕκτης ἐπανερωτῴη, τί ἂν ἀποκριναίμην αὐτῷ; εἰ μὲν
12. γὰρ αὐτὴν προσηγορίαν ἐπιφέροιμι καὶ τῇδε, τάχ’ ἄν τις δόξειέ
13. με καὶ τὴν φύσιν αὐτῆς ὁμοίαν ὑπολαμβάνειν· εἰ δ’ ὅτι
14. τὴν φύσιν ἐναντία, διὰ τοῦτο ταύτην ἐξαιροίμην τῶν κρισίμων,
15. ἴσως ἂν τις ὑπονοήσειεν ἐκ ταὐτοῦ γένους ὑπάρχειν
16. αὐτὴν τῇ δωδεκάτῃ τε καὶ ἑκκαιδεκάτῃ, περὶ ὧν ἔμπροσθεν
17. εἶπον ὡς οὐκ εἶδον αὐτὰς κρινούσας οὐδεπώποτε. περὶ μὲν
18. δὴ τούτων ἑτοίμως ἀποφανοῦμαι, καθάπερ εἶπον καὶ περὶ
1. τῆς ἑβδόμης. τὰς μὲν γὰρ, ὅτι μηδὲν ἔχουσι τῶν κριτικῶν γνωρισμάτων,
2. οὐκ εἶναι κρισίμους ἐρῶ· τὴν δ’, ὅτι πάντα,
3. διὰ τοῦτο κρίσιμον ὑπάρχειν. ἁπλῆν δ’ οὕτως ὑπὲρ τῆς ἕκτης
4. ἀπόφασιν οὐκ ἔχω ποιήσασθαι. κρίνει μὲν γὰρ πολλάκις, ἀλλ’
5. ἐπιβούλως τε καὶ πονηρῶς, ὥστ’ εἴπερ ἀναγκάζει μέ τις ἀποκρίνασθαι
6. περὶ αὐτῆς, οὐ λόγῳ μακρῷ χρησάμενος ὥσπερ ὀλίγον
7. ἔμπροσθεν, ὅτε διῄειν αὐτῆς ἅπασαν τὴν φύσιν, ἀλλ’ ἐν
8. κεφαλαίῳ περιλαβὼν κακὴν ἂν εἴποιμι κρίσιμον εἶναι τὴν ἕκτην
9. ἡμέραν, ὥσπερ τὴν ἑβδόμην ἀγαθήν. οὐ μὴν οὕτω γε προσήκει
10. κατακλείειν ἑαυτὸν εἰς ἁπλῆν καὶ στενὴν ἀπόφασιν ὑπὲρ
11. πράγματος οὐχ ἁπλοῦ. τά τε γὰρ ἄλλα καὶ περὶ ὀνόματος
12. ἁμιλλώμενοι λελήθασιν οἱ πολλοὶ τῶν ἰατρῶν. οἱ μὲν γὰρ τὴν
13. ἀθρόαν ἐν νόσῳ μεταβολὴν ἡγοῦνται κρίσιν, οἱ δ’, εἰ μὴ
14. προσείη τὸ ἐπ’ ἀγαθῷ, κρίσιν οὔπω τὸ τοιοῦτον ὀνομάζουσιν,
15. ἔνιοι δὲ τούτων μὲν ἑκάτερον ἀποτέλεσμα κρίσεως εἶναί
16. φασιν, τὴν κρίσιν δὲ αὐτὴν τὸν μεταβλητικὸν ἐπιφανῶς ἐν
17. ὀξεῖ καιρῷ σάλον ὑπάρχειν οἴονται, ἐξ αὐτῆς δηλονότι τοῦ
18. νοσήματος τῆς φύσεως γινόμενον, οὐκ ἔξωθεν· εἶτ’ ἐρίζουσι
1. περὶ τοῦ σημαινομένου μακρὰ, μηδ’ αὐτὸ τοῦτο γινώσκοντες,
2. ὡς ἀποχωρήσαντες τῶν ἰατρικῶν πραγμάτων ἢ διαλεκτικοῖς,
3. ἢ γραμματικοῖς, ἢ ῥήτορσι πρέπουσαν ἐπαναιροῦνται σκέψιν.
4. διαλεκτικοῦ μὲν γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος σκοπεῖσθαι,
5. ῥητόρων δὲ καὶ γραμματικῶν, εἰ σύνηθες τοῖς Ἕλλησι τοὔνομα.
6. καὶ ταῦτα ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν εἰς τοσοῦτον
7. ἢ διαλεκτικῆς, ἢ γραμματικῆς, ἢ ῥητορικῆς ἐπαΐοντες
8. εἰς ὅσον ὄνοι λύρας. οὗτοι μὲν οὖν καὶ τὰ τῶν ἰατρῶν
9. ἀφέντες καὶ τὰ τῶν ἄλλων κακῶς μεταχειρισάμενοι καθ’ ἑκάτερα
10. πλημμελοῦσιν. ἡμεῖς δὲ ὅπως μὲν ἄν τις ἄριστα χρῷτο
11. τοῖς ἰατρικοῖς ὀνόμασιν, ἑτέρωθι δεδηλώκαμεν· ἐν δὲ τῷ παρόντι
12. λόγῳ τῶν ἡμερῶν τὴν φύσιν ἐξηγήσασθαι προὐθέμεθα,
13. τοὺς σοφιστικοὺς λήρους ἑτέροις παρέντες, οἷς οὐ τῶν ἔργων
14. τῆς τέχνης φροντὶς, ἀλλὰ τοῦ φλυαρεῖν, ὥσπερ ἐπὶ μειρακίων
15. διατριβαῖς. εἰρήσεται μὲν οὖν τι κᾀν τοῖς ἑξῆς ὑπὲρ τῶν
16. προειρημένων ὀνομάτων, ἵν’ ἔχῃ τις αὐτῶν λύειν τὰ σοφίσματα,
17. διαστελλόμενος τὰς ὁμωνυμίας. ἐν δέ γε τῷ νῦν λόγῳ
1. τῷ ἐνεστῶτι τὸ χρήσιμον αὐτὸ διέλθωμεν πρότερον, ὥσπερ
2. ἐν ἁπάσαις ἐποιησάμεθα ταῖς πραγματείαις, ἵν’ ἤδη τις ἔχων
3. τοῦτο καὶ καρπούμενος ἐκ περιουσίας ἐλέγχειν μάθῃ τοὺς
4. λήρους τῶν σοφιστῶν. τά τε γὰρ ἄλλα καὶ ὡς ἄνευ τῆς
5. φλυαρίας αὐτῶν τῆς μακρᾶς ἔνεστιν ἐκμαθεῖν τοῖς εἰσαγομένοις
6. εἰς τὴν τέχνην ἅπασαν ἀκριβῶς τῶν ἡμερῶν τὴν φύσιν
7. ἐξ αὐτῆς τῆς διδασκαλίας ἔργῳ μαθεῖν ἔστι, καίτοι γε παντάπασιν
8. ἀπέχεσθαι τῆς φλυαρίας αὐτῶν οὕτω δεδημοσιευμένης
9. ἀδύνατον. ἀμέλει καὶ ἡμεῖς ἐν τοῖς ἔμπροσθεν λόγοις, καί
10. περ ἄκοντες, ὅμως αὐτῆς ἐφηψάμεθα.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.4, ed. Kühn, 1825, vol. 9, p. 784-790. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩