11. Νόμιζε τοίνυν ἐκεῖνα μὲν οἷον προοίμιόν τί
12. μοι διὰ τὸ τῆς θεωρίας ἔνδοξον γεγονέναι, τὸ δὲ χρήσιμον
13. αὐτὸ καὶ διαφέρον εἰς τὰ τῆς τέχνης ἔργα νῦν λέγεσθαι πᾶν
14. ἐφεξῆς, ὅτι μὲν χρήσιμον ὑπάρχει, καὶ χωρὶς συνηγορίας ἐνδεικνύμενον,
15. ὅτι δὲ καὶ ἀληθὲς, οὐκ εὐθὺς φαινόμενον, ἀλλὰ
16. τὴν ἐξ αὐτῶν τῶν πραγμάτων κρίσιν ἀναμένον. ὥστε καὶ τοὺς
17. ἀναλεξομένους αὐτὸ παρακαλέσαι καιρὸς, ἐπειδὰν, ὥσπερ
18. ἡμεῖς ἐκρίναμεν ἅπαντα τὰ τῇδε γεγραμμένα παμπόλλῳ χρόνῳ,
1. καὶ αὐτοὶ βασανίσωσιν ἐπὶ τῶν ἀῤῥώστων αὐτὰ, τότ’ ἀποφαίνεσθαι
2. τολμᾷν ὑπὲρ τῆς ἐν τοῖς εἰρημένοις ἀληθείας, πρότερον
3. δὲ μή. πάλιν οὖν αὖθις ἀρκτέον ἡμῖν ἐστιν ἀφ’ ὧν
4. περ ἐξ ἀρχῆς τοῦ γράμματος ὑπηρξάμεθα, καὶ λεκτέον ὅσα
5. μὲν εἴρηται καὶ πρόσθεν διὰ κεφαλαίων ἀναλαμβάνουσιν, ὡς
6. ὑπομνῆσαι μόνον, ὅσα δ’ οὔπω λέλεκται, κατὰ διέξοδον ἑρμηνεύουσιν.
7. εἴρητο μὲν δὴ ταῦτα, τὰς λύσεις τῶν νοσημάτων
8. ὅσαι ἀθρόαι γίνονται, δεῖσθαί τινος ἐκκρίσεως, ἢ ἀποστάσεως
9. ἐπιφανοῦς, εἶναι δὲ τῶν ἡμερῶν ἐν αἷς γίνονται τὰς
10. φύσεις διαφερούσας· τὴν μὲν γὰρ ἑβδόμην καὶ πολλάκις λύειν
11. καὶ τελέως καὶ πιστῶς καὶ ἀγαθῶς καὶ ἀκινδύνως καὶ σαφῶς
12. καὶ εὐσήμως, τὴν δ’ ἕκτην πολλάκις μὲν καὶ αὐτὴν, ἀλλ’
13. οὐχ ὁμοίως τῇ ἑβδόμῃ. καὶ γὰρ καὶ τῇ ποσότητι τῶν λυομένων
14. ἀπολείπεσθαι καὶ τῷ τρόπῳ τῆς λύσεως πάμπολυ διαφέρειν.
15. οὔτε γὰρ ἀγαθὰς ὑπάρχειν αὐτὰς, ἀλλὰ τὰς πλείστας
16. μοχθηρὰς, οὔτ’ εἴπερ ἀγαθὰς, πάντως καὶ τελείας, ἀλλ’ οὐδ’
17. εἰ τελείας, εὐθὺς καὶ πιστάς· ὑποτροπιάζει γὰρ ἐνίοτε τὸ νόσημα,
18. κᾂν ἀκριβῶς δόξῃ λελύσθαι. καὶ μὲν δὴ καὶ ὅτι τὸ
1. μετὰ κινδύνων τε καὶ ἀσαφῶς ἰδιαίτατόν ἐστι τῆς ἕκτης ἡμέρας,
2. καὶ τοῦτο εἴρηται. τό γε μὴν ἀσήμως οὐ πάνυ τι τῆς
3. ἕκτης ἴδιον, ἀλλ’ ἔστιν αὐτῆς ὥσπερ καὶ τῆς ἑβδόμης ἐπίδηλος
4. ἡ τετάρτη. ταῦτα μὲν οὖν εἴρητο, προστιθέσθω δὲ τὰ
5. λείποντα. τῆς ἑβδόμης τὴν φύσιν ἡ τεσσαρεσκαιδεκάτη
6. μάλιστα μὲν μιμεῖται, πλησίον δ’ αὐτῶν ἐστιν ἐννάτη τε καὶ
7. ἑνδεκάτη καὶ εἰκοστή. καὶ ταύταις ἐγγὺς ιζ΄ καὶ ε΄ καὶ μετὰ
8. ταύτας ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ἡ ιη΄. τῆς
9. δ’ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλλων
10. ἡμερῶν. εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκάτην
11. ἐμπέσῃ λύσις ἀθρόα νοσήματος, ὁμοιοῦταί πως τῇ κατὰ
12. τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔτε πιστῶς
13. οὔτε ἀγαθῶς οὔτε τελείως, ἔτι τε πρὸς τούτοις
14. ἀσαφῶς τε ἅμα καὶ ἀσήμως, ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς
15. πρὸς τὰς ἔμπροσθεν εἰρημένας. ὥσπερ δ’ ἐν ταύταις οὐ λύεται
16. νόσημα ἀθρόως, οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρησομέναις
17. δωδεκάτῃ καὶ ἑκκαιδεκάτῃ καὶ ἐννεακαιδεκάτῃ. μεταξὺ δέ πως
1. τούτου τοῦ στοίχου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ
2. λυουσῶν ἀθρόως ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης
3. καὶ τῆς δωδεκάτης καὶ τῆς ἑκκαιδεκάτης καὶ τῆς ἐννεακαιδεκάτης,
4. καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης
5. καὶ τετάρτης καὶ πέμπτης καὶ ἕκτης καὶ ἑβδόμης καὶ ἐννάτης
6. καὶ ἑνδεκάτης καὶ τεσσαρεσκαιδεκάτης καὶ ἑπτακαιδεκάτης
7. καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδεκάτη μάλιστά
8. μοι φαίνεται τετάχθαι, μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς
9. ἐν τῷ δευτέρῳ στοίχῳ μήθ’ ὁμοίως ταῖς ἐν τῷ πρώτῳ
10. λύειν πεφυκυῖα. τοιαύτη μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν
11. ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δ’ ἐφεξῆς ἁπάσας ὕστερον
12. ἐρῶ, πρότερόν γε τοῦτ’ ἀναμνήσας ὅπερ ὑπεσχόμην ὀλίγον
13. ἔμπροσθεν, ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης διαφέρει,
14. μακροῦ μὲν εἰς εὕρεσιν δεῖται χρόνου, βραχυτάτου δ’ εἰς διδασκαλίαν.
15. τὸ δ’ ἄλλο πᾶν ἤτοι λῆρός ἐστι σοφιστῶν ἢ
16. πρὸς τούτους ἀντιλογία, λῆρος μὲν οὖσα καὶ αὐτὴ, κάλλιον
17. γὰρ ἦν αὐτῶν καταφρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς
18. ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους τῶν κατὰ φύσιν λογισμῶν
19. χώραν ἀναγκαίαν λαμβάνουσα. τὸ οὖν προκείμενον ἤδη δέδεικται
1. σαφῶς, ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρίνεσθαι
2. καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν
3. ἐποιησάμην τῆς τῶν ἡμερῶν διαφορᾶς, οὐκ ἐκ λόγου τινὸς
4. ἢ δόγματος τῶν ἀποῤῥήτων εἰσηγησάμενος, ἀλλ’ ἐκ μόνης τῆς
5. πολυχρονίου πείρας ἀθροίσας τὴν θεωρίαν. ὅστις δὲ ταύτην
6. καταλιπὼν, ἢ πῶς ὁρίζεσθαι χρὴ τὴν κρίσιν, ἢ τίς λόγος
7. ἐστὶ δι’ ὃν οὐχ ὁμοίως ἐν ἁπάσαις ταῖς εἰρημέναις ἡμέραις αἱ
8. κρίσεις γίνονται ζητεῖ, σοφισταῖς ἀφορμὴν ἀντιλογίας παρέξει,
9. οἵ τοῖς τοιούτοις λόγοις ἀντιλέγοντες οἴονται τὸ πρᾶγμα διαβαλεῖν
10. αὐτό· καθάπερ εἴ τις ταῖς ὀπτικαῖς αἰτίαις, ἃς οἱ φιλόσοφοι
11. λέγουσιν, ἀντειπὼν ἀνῃρηκέναι νομίζει τὴν ὄψιν,
12. ἢ εἴ τις ἀπορήσας τοὺς περὶ τῆς κινήσεως λόγους, ἢ τοὺς περὶ
13. τόπου καὶ χρόνου καὶ γενέσεως καὶ φθορᾶς, οἴοιτο σὺν τοῖς
14. λόγοις ἀνῃρηκέναι καὶ τὰ πράγματα. τοιαύτη γάρ ἐστι καὶ ἡ
15. τῶν σοφιστῶν κατά τε κρίσεως καὶ κρισίμων ἡμερῶν ῥητορεία,
16. τὸ μὲν φαινόμενον αὐτὸ μὴ δυναμένων ὑπαλλάξαι, τὰ σημαινόμενα
17. δὲ μετατιθέντων, καὶ πρὸς ὁρισμούς τινας ἀντιλεγόντων,
18. καὶ τὰ περὶ τῆς φύσεως τῶν ἁριθμῶν δόγματα διασειόντων.
1. ἀλλ’ ἥ γ’ ὑφ’ ἡμῶν ἄρτι γεγραμμένη διδασκαλία
2. τούτων μὲν οὐδενὸς ἐφήψατο, καὶ διὰ τοῦτο ἀποφράττει τὸ
3. τῶν σοφιστῶν στόμα· τὸ χρήσιμον δ’ αὐτὸ διὰ ταχέων ἐκδιδάσκει.
4. ὡσαύτως δ’ ἂν καὶ διὰ ταχέων ἐμήνυσα τὰς μετὰ
5. τὴν εἰκοστὴν ἡμέραν διαφορὰς, εἰ μή τίς γε κατεῖχεν ἀναγκαῖος
6. λόγος, ὃν καὶ αὐτὸν οἱ μὲν ἐκ τῆς ἐμπειρίας ὁρμώμενοι καὶ
7. μηδὲν τοῖς ἐναργῶς φαινομένοις προσδοξάζοντες ἀκριβῶς
8. ἴσασιν, οὐ μὴν οἵ γε πρῶτον ἀναλαμβάνοντες τὴν τέχνην.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.5, ed. Kühn, 1825, vol. 9, p. 790-795. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩