9. Ἔστι δ’ οὗτός τις ὁ ζητῶν ἥτις
10. ποτε τῶν νοσημάτων ἡ ἀρχή· καὶ γὰρ ἀγρυπνοῦσι καὶ ἀνορεκτοῦσι
11. καὶ κεφαλὰς βαρύνονται καὶ νωθροὶ καὶ δυσκίνητοι
12. καὶ κοπώδεις γίνονται καὶ μυρία τοιαῦθ’ ἕτερα πάσχουσιν οἱ
13. πλεῖστοι τῶν μελλόντων νοσήσειν. καὶ ταῦτ’ εἰσβάλλει μὲν
14. αὐτοῖς τὴν πρώτην σμικρὰ, παραύξεται δ’ ἀεὶ καὶ μᾶλλον
15. κατὰ βραχὺ περιερχομένοις ἤδη καὶ τὰ συνήθη πράττουσιν.
16. ἐπειδὰν δὲ πρῶτον νικηθῶσιν ὑπὸ τοῦ δυσαρεστήματος, τηνικαῦτα
17. κατακλίνονται. τίνα δ’ οὖν ἀρχὴν τῷ νοσήματι θέσθαι
18. προσήκει, χαλεπὸν εἶναι δοκεῖ. τὴν μὲν γὰρ ἀκριβῶς πρώτην
1. σχεδὸν ἀναίσθητον ὑπάρχειν, τὴν δ’, ὅτε κατεκλίθη, κατακλίσεως
2. μὲν ἀρχὴν εἶναι, νόσου δ’ οὐκ εἶναι. καὶ γὰρ καὶ τὸ
3. καρτερικοὺς ὑπάρχειν καὶ ἀταλαιπώρους καὶ τὸ κατέχεσθαι
4. πρός τινος ἐπὶ πολιτικῆς πράξεως, ἢ καὶ βαδίζειν ὁδὸν μακροτέραν
5. καὶ πόῤῥω τῆς τοῦ οἴκου καταγωγῆς εἶναι, καὶ δι’
6. ἄλλας τοιαύτας αἰτίας δύναταί τις οὔπω μὲν κατακεκλίσθαι,
7. κεκακῶσθαι δέ· καὶ μέν γε καὶ μαλακός τις τὴν γνώμην καὶ
8. ταλαίπωρος καὶ ὕποπτος ἐπὶ μικραῖς προφάσεσιν
9. εὐθὺς κατακλίνεται. τὴν τίνος οὖν κατάκλισιν ἀρχὴν τοῦ νοσήματος
10. ὑποληπτέον, οὐκ ἄν τις ἐξεύροι ῥᾳδίως. καὶ μὴν εἰ
11. μήτε τὴν πρώτην ἀκριβῶς ἀρχὴν οἷόν τε λαβεῖν ἐστι μήτε
12. τὴν κατάκλισιν εὔλογον ὑποθέσθαι τοῦ νοσήματος ἀρχὴν
13. ὑπάρχειν, δῆλον ὡς οὐδ’ ἄλλον τινὰ χρόνον ἢ τὸν πρὸ τῆς
14. κατακλίσεως, ἢ τὸν μετ’ αὐτήν. οἱ μὲν γὰρ ἔμπροσθεν ἅπαντες
15. ἀδίκως ληφθήσονται τῆς πρώτης ἀρχῆς παροφθείσης·
16. οἱ δ’ αὖ μετὰ τὴν κατάκλισιν ἔτ’ ἀδικώτερον, εἰ μηδ’ ὁ ταύτης
17. χρόνος ἀρχὴ τοῦ νοσήματος ὑπάρχει. τοιαῦται μὲν αἱ ἀπορίαι,
18. λύσεις δ’ αὐτῶν πολυειδεῖς. ἡ μὲν πρώτη καὶ μεγίστη
19. τὸ πολλὰς νόσους ἐξαίφνης εἰσβάλλειν ἢ ἅμα ῥίγεσιν, ἢ σὺν
1. ἀλγήμασιν ἰσχυροῖς, μηδενὸς ὅλως αἰσθητοῦ συμπτώματος
2. αὐτῶν προηγησαμένου. τὰς οὖν ἄλλας ἐάσας νόσους, ἐν αἷς
3. ἀσαφεῖς αἱ ἀρχαὶ, τὴν πεῖραν τῶν κρινουσῶν ἡμερῶν ἐπὶ τῶν
4. σαφεστάτων ποιοῦμαι. καὶ γὰρ καὶ δειπνήσασιν εὐφορώτατα
5. πολλοῖς καὶ γυμνασαμένοις καὶ λουσαμένοις ἐξαίφνης εἰσέβαλε
6. νοσήματα, καθάπερ καὶ Ἱπποκράτης ἐπὶ πολλῶν ἀῤῥώστων
7. ἔγραψεν· ὥσπερ αὖ πάλιν ὁ αὐτὸς Ἱπποκράτης ἐφ’
8. ἑτέρων ἀῤῥώστων εἴωθε γράφειν ὅτι πρὶν ὑπάρξασθαι νοσεῖν
9. ὀρθοστάδην ἠνωχλοῦντο. καίτοι καὶ αὐτὸ τοῦτο λέγοντες,
10. τὸ πρὶν ἄρξασθαι νοσεῖν, λελήθαμεν ἡμᾶς αὐτοὺς ἐξομολογούμενοι
11. τἀληθές. ἀρχὴν γὰρ τοῦ νοσεῖν ἐκεῖνον εἶναι
12. νομιστέον αὐτοῖς τὸν χρόνον ἡνίκα σαφῶς ἀρξάμενοι πυρέττειν
13. κατεκλίθησαν. οὐ γὰρ δὴ ταὐτόν γέ ἐστι κεφαλῆς ἄλγημα
14. καὶ πυρετὸς, ὥσπερ οὐδ’ ἀγρυπνία καὶ ἀνορεξία καὶ βάρος
15. ὅλου τοῦ σώματος, ἢ κοπώδης αἴσθησις, ἀλλ’ ἕκαστον τούτων
16. ἕτερόν τι τοῦ πυρέττειν ὑπάρχον ἀγγέλλει πυρετόν. σὺ
17. μὲν οὖν ὦ σοφιστὰ τὸν νοῦν τούτοις πρόσεχε. πυρετὸς δ’
18. εἰσβαλὼν καὶ μάλιστ’ ὀξὺς οὔθ’ ἡμᾶς λαθεῖν οὔτ’ ἰδιώτην
1. οὐδένα δύναται. θὲς δ’, εἰ βούλει, καὶ λαθεῖν, ἀλλὰ θαυμάζοιμ’
2. ἂν εἰ πλέον ὥρας λήσει τὸν κάμνοντα, κᾂν ἀναισθητότατος
3. ᾖ. νομιζέσθω τοίνυν εἰσβεβληκέναι δεκάτης ὥρας, ἔστω
4. δ’ ἡ κατὰ ἀλήθειαν ἀρχὴ μὴ δεκάτης, ἀλλὰ θ΄ ὥρας γεγενημένη,
5. τί τοῦτο πρὸς τὰς κρισίμους ἡμέρας; πάνυ γοῦν, ὡς
6. ὁρᾷς, παρὰ τοῦτο τὰ τῆς ἰατρικῆς τέχνης ἔργα διαφθείρεται,
7. παρ’ ὅσον τῶν νοσούντων ἐνίους ἔλαθεν ὥρα μία. ὅ γέ τοι
8. πάντων ἰατρῶν ἀκριβέστατος σύμπαντα τὰ τοιαῦτα παραφυλάξας
9. Ἱπποκράτης, ὥσπερ ὅτι πολλοὶ μὲν ἐξαίφνης
10. ἤρξαντο πυρέττειν, οὐδενὸς ἔμπροσθεν αὐτοῖς γενομένου συμπτώματος,
11. ἔνιοι δ’ ὀρθοστάδην ἐνοχληθέντες, ἐνέγραψεν, οὕτω
12. καὶ τὰς κρίσεις ἐτήρησε γινομένας ἀφ’ ἧς πρώτης ἡμέρας ἐπύρεξεν
13. ὁ ἄνθρωπος, οὐκ ἀφ’ ἧς ἤλγησε κεφαλὴν, ἤ τι τοιοῦτον
14. ἕτερον ἠνωχλήθη. ἐπὶ ταῖς τοιαύταις γὰρ ἀρχαῖς ἡ τῶν
15. κρινουσῶν ἡμερῶν ἐμπειρία τοῖς ἰατροῖς. σὺ δ’ εἰ τὰς λόγῳ
16. θεωρητὰς ἀρχὰς ἐπισκοπεῖσθαι βούλει, τάχα τοῦ τῆς ἀειπαθείας
17. ἐφάψῃ δόγματος. ἀλλ’ οὐχ ἥ γε τῶν Ἀσκληπιαδῶν ἰατρικὴ
18. τοιαύτη, λόγῳ γὰρ θεωρητοὺς ἐκεῖνοι πυρετοὺς οὔτε
1. διαγινώσκειν οὔτε θεραπεύειν ἠξίουν· οἱ δ’ αἰσθητοὶ καὶ σαφεῖς,
2. καὶ μάλισθ’ ὅταν ὀξεῖς ὦσιν, ἐφ’ ὧν δὴ καὶ μάλιστα
3. τῆς τῶν κρισίμων ἡμερῶν θεωρίας χρῄζομεν, οὔτ’ ἰδιώτην οὐδένα
4. λαθεῖν οὔτε ἰατρὸν δύνανται. τί δὴ καὶ βούλει; πότερον
5. ἐκ τῶν ἐξαίφνης κατακλιθέντων ποιήσασθαι τὴν τήρησιν,
6. ἢ τῶν ὀρθοστάδην ἐνοχληθέντων; Ἱπποκράτης μὲν γὰρ ἐπ’
7. ἀμφοτέρων ποιησάμενος τὰς αὐτὰς ἐπ’ ἀμφοῖν ἀπεφήνατο
8. κρισίμους, οὐχ ὅτε πρῶτον ἤλγησε τὴν κεφαλὴν, ἀλλ’ ὅτε
9. πρῶτον ἐπύρεξε, τὴν ἀρχὴν τοῦ νοσήματος ὑποθέμενος. οὕτω
10. δὲ καὶ τῶν ἄλλων ἕκαστος οἷς τῆς τέχνης ἐμέλησεν, οὐ λόγων
11. ψευδῶν πιθανῶς συγκεκροτημένων. ἡ μὲν δὴ τῶν νοσημάτων
12. ἀρχὴ παντὸς μᾶλλον εὔγνωστος ἰατροῖς. εἰ δέ τις
13. ἑαυτὸν ἐξαιρεῖ τῆς προσηγορίας τῆσδε καὶ μήπω πείθεται καὶ
14. ληρεῖν οὐ μόνον ἡμᾶς, ἀλλὰ καὶ Ἱπποκράτην καὶ Διοκλέα
15. καὶ τοὺς ἄλλους ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα νομίζει,
16. νικάτω νίκην οὗτος Καδμείαν.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.6, ed. Kühn, 1825, vol. 9, p. 795-799. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩