Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 1.7, ed. Kühn, 1825, vol. 9, p. 799-808. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.7

17. Ἐμοὶ γὰρ οὐ σοφιστὰς ἐξελέγχειν πρόκειται
18. νῦν, ὅ τι μὴ πάρεργον, ἀλλὰ τοῖς ἀλήθειαν σπουδάζουσιν ἧς
1. γινώσκω κοινωνῆσαι θεωρίας. ἔστω δή τις τοιοῦτος ἡμῖν ἄῤῥωστος
2. ἐξ ὑποθέσεως εἰς σαφήνειαν τῆς διδασκαλίας
3. προκείμενος, τῇ δεκάτῃ τῆς ἡμέρας ὥρᾳ πυρέττειν ὀξέως ἀρξάμενος,
4. ἐφ’ οὗ ζητεῖν ἐπιτρέψαντες τοῖς σοφισταῖς τὴν λόγῳ
5. θεωρητὴν ἀρχὴν, αὐτοὶ τὴν δευτέραν ἡμέραν, ἢ εἴ τιν’ ἀρχὴν
6. ἑτέραν ἐν αὐτῇ ποιεῖται παροξυσμὸς ἕτερος, αἰσθητὴν καὶ
7. σαφῆ παραφυλάξομεν· εἶθ’ οὕτω καὶ τὴν τρίτην, ἵν’ εἴτε
8. διὰ τρίτης, εἴτε καὶ καθ’ ἑκάστην ἡμέραν οἱ παροξυσμοὶ γίνονται,
9. γινώσκωμεν· ἔτι δὲ τούτου μᾶλλον, εἴτ’ ἐν ταῖς ἀρτίαις,
10. εἴτ’ ἐν ταῖς περιτταῖς ἡμέραις παροξύνεται σφοδρότερον.
11. ἔστω δὴ συνεχὴς μὲν ὁ πυρετὸς, διὰ τρίτης δ’ οἱ
12. παροξυσμοί· καὶ τῇ τρίτῃ μὲν τῶν ἡμερῶν ἑνδεκάτης ὥρας,
13. τῇ πέμπτῃ δὲ νυκτὸς ὥρας πρώτης παροξυνέσθω, τῇ δὲ ἑβδόμῃ
14. νυκτὸς ὥρας τρίτης· ἀεὶ γὰρ ὑποκείσθω δυοῖν ὥραιν
15. ὑστερίζειν τὸν παροξυσμὸν, ὥστε καὶ τῆς ἐννάτης νυκτὸς ὥρᾳ
16. πέμπτῃ παροξυνθήσεται καὶ τῆς ἑνδεκάτης ἑβδόμῃ. ἔστω δὴ
17. τούτῳ τὰ μὲν ἄλλα παραπλήσια δι’ ὅλου τοῦ νοσήματος ἀπὸ
18. τῆς ἀρχῆς ἕως τῆς ἑνδεκάτης νυκτὸς, κατὰ δὲ τὴν ἑνδεκάτην
19. εὐχρούστερά τε ἅμα γινέσθω τὰ οὖρα καί τινα καὶ λευκὴν
1. νεφέλην ποιείσθω πρότερον οὐ γεγενημένην. ἐνταῦθα πρῶτον
2. μὲν ἐλπὶς οὐ σμικρὰ τοῖς γε ὄντως ἰατροῖς ἐν τῇ ιδ΄ λυθήσεσθαι
3. τὸ νόσημα, συμβαίνει μὴν πολλάκις ὑπερεκπίπτειν
4. τὴν λύσιν εἴς τινα τῶν ἐφεξῆς ἡμερῶν. ἀλλὰ τοῦτο μὲν ὅπως
5. γίνεται τοῦ περὶ κρίσεών ἐστιν ἴδιον λόγου, καὶ διὰ τοῦτο
6. ἐν ἐκείνῳ ῥηθήσεται. τὸ δέ γε νῦν εἶναι πρόκειται μὲν
7. ὁ περὶ τῶν κρισίμων ἡμερῶν λόγος. οὗ δ’ ἕνεκα τοῦ παραδείγματος
8. ἐδεήθην, ἐγγὺς ἥκειν ἔοικεν. εἰσβαλλέτω γὰρ ὁ τῆς
9. τρισκαιδεκάτης νυκτὸς παροξυσμὸς οἱᾳδηποτοῦν ὥρᾳ μετὰ
10. ῥίγους. ἐνδέχεται γὰρ αὐτὸν καὶ προλαβεῖν τὴν ὥραν τὴν
11. συνήθη καὶ μὴ προλαβεῖν, ἄμφω γὰρ γίνεται, καὶ πλέον γε
12. θάτερον, τὸ προλαβεῖν, ὅταν μέλλῃ γενήσεσθαι κρίσις. ἔστω
13. δ’, εἰ βούλει, καὶ δύσφορος ἡ τρισκαιδεκάτη νὺξ ἅπασα γεγενημένη
14. πρὸς τὸ βεβαιότερον ἡμᾶς ἐλπίσαι τὴν κρίσιν. οὐ γὰρ
15. ἐνδέχεται τὸν οὕτω νοσήσαντα μὴ κριθῆναι κατὰ τὸν ἐπὶ τῆς
16. τρισκαιδεκάτης νυκτὸς ἀρξάμενον παροξυσμόν. ἴν’ οὖν μηδὲν
17. ἀδιόριστον εἴη, κείσθω μὲν ἡ νὺξ δύσφορος, εἰσβαλλέτω δὲ ὁ
18. παροξυσμὸς ὥρας ὀγδόης μετὰ ῥίγους σφοδροῦ, καὶ μηδὲν
1. ἄλλο τῶν ταῖς κρίσεσι προσεδρευόντων παρέστω σύμπτωμα·
2. γινέσθω δὲ καὶ ὁ σφυγμὸς ἄτακτος μὲν καὶ ἀνώμαλος, ἀλλ’
3. αἱ πλείους κινήσεις ὑψηλαὶ καὶ μεγάλαι φαινέσθωσαν· ὁ
4. τοιοῦτος ἄῤῥωστος, ἐπειδὰν ὁ μετὰ τοῦ ῥίγους γενόμενος παροξυσμὸς
5. ἀπολάβῃ τὴν οἰκείαν ἀκμὴν, ἱδροῦν εὐθὺς ἄρχεται
6. κρισίμως ἐν τῇ ιδ΄ δηλονότι τῶν ἡμερῶν. οὕτως γὰρ συμβαίνει
7. τῆς ιγ΄ νυκτὸς ὀγδόης ὥρας εἰσβάλλοντος τοῦ παροξυσμοῦ.
8. γινέσθω τοίνυν πρὸς λόγον ἀεὶ τῆς κενώσεως εὐπνούστερός
9. τε καὶ εὐκινητότερος καὶ εὐσφυκτότερος καὶ εὐφορώτερος,
10. καὶ δι’ ὅλης γε τῆς ἡμέρας ἱδρούτω πολλῷ καὶ θερμῷ
11. διὰ παντὸς τοῦ σώματος ὁμαλῶς, εἶτ’ εἰς ἑσπέραν ἀκριβῶς
12. ἀπύρετος γινέσθω· ὁ τοιοῦτος ἄῤῥωστος ἀσφαλῶς κέκριται.
13. καὶ χρὴ λοιπὸν ἀνατρέφειν αὐτὸν κατὰ βραχὺ μηδὲν δεδιότας·
14. ἥ τε γὰρ ἡμέρα πιστὴ καὶ πάντα τὰ κριτικὰ γνωρίσματα συνέδραμεν.
15. ὅτι μὲν ἐπὶ τῆς ια΄ ἡμέρας τὸ κρίσιμον ἐν τοῖς οὔροις
16. ἐφάνη, σημεῖον εὐσήμου τῆς κρίσεως εὐλόγως ῥηθείσης, ὅτι δ’
17. ἥ τε νὺξ δύσφορος ἡ πρὸ τοῦ παροξυσμοῦ καὶ ἡ εἰσβολὴ μετὰ
18. ῥίγους, καὶ ὁ τῶν σφυγμῶν σάλος ὁ κριτικὸς καὶ οἱ ἱδρῶτες οἱ
1. χρηστοὶ, διὰ τοῦτο σαφοῦς δικαίως ἂν ὀνομασθείσης, ὅτι δὲ
2. ἄνευ συμπτωμάτων φοβερῶν, διὰ τοῦτ’ ἀκινδύνου· καὶ μὲν
3. δὴ καὶ τελείας μὲν, ὅτι τὸν πυρετὸν ἀπήλλαξε τελείως, ἀγαθῆς
4. δὲ διά τε ταὐτὸ τοῦτο καὶ ὅτι χωρὶς κινδύνου. τί δὴ
5. οὖν ἔτι λείπει μαρτυρῆσαι τῇ κρίσει; τούτῳ μοι τὸν νοῦν ἤδη
6. προσέχειν, ὅτι πιστὴ καὶ ἀσφαλὴς καὶ φόβος οὐδεὶς ὑποτροπιάσαι
7. τὸ νόσημα. πόθεν οὖν ἐλάβομεν τοῦτο; τῶν μὲν γὰρ
8. ἄλλων ἕκαστον ἐξ ἑνός τινος, ἢ καὶ δυοῖν, ἢ πλειόνων μὲν,
9. ἀλλ’ οὐκ ἐξ ἁπάντων γε τῶν γεγενημένων. τὸ δ’ ὅτι πιστὴ,
10. πάντων δεῖται συναριθμουμένων, ἐν οἷς ἐστι καὶ ἡ τῆς ἡμέρας
11. φύσις. εἰ γὰρ καὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα γεγενημένων
12. εἰς τὴν πεντεκαιδεκάτην ἐξέπεσεν ἡ κρίσις, οὐκ ἂν
13. ὁμοίως ἦν ἀσφαλής. τὸ τοίνυν ἀκριβῶς πιστὸν ἐπισφραγίζεται
14. παρὰ τῆς ἡμέρας, καὶ αὕτη τῶν κρισίμων ἡμερῶν ἡ χρεία.
15. εἰ δέ τις ἡγεῖται μόνας αὐτὰς δύνασθαι τὸ πᾶν, οὗτος οὐ μόνον
16. ἀγνοεῖ πλέον ἢ οὗ γινώσκει, ἀλλὰ καὶ τοῖς σοφισταῖς
17. ἀφορμὴν ἀντιλογίας παρέχει. ἐροῦσι γοῦν εὐθέως, εἰ τὸ πιστὸν
18. ἐν ταῖς τῶν νοσημάτων λύσεσιν ἡ τῆς ιδ΄ ἡμέρας παρείχετο 
1. φύσις, ἐχρῆν, εἴ γε καὶ χωρὶς ἱδρώτων πολλῶν καὶ χρηστῶν
2. ἀπήντησε, πιστὴν ὑπάρχειν αὐτήν. ὅπως δ’ ἐστὶ ληρώδης ὁ
3. λόγος, ἐγὼ μὲν οὐδ’ ἐπιδεικνύναι τὴν ἀρχὴν ἠβουλήθην, ἀλλ’
4. ἕκαστον τῶν εἰς ἰατροὺς φοιτώντων εἰς τοσοῦτον προπεπαιδεῦσθαι
5. πρὶν φοιτᾷν, ὡς τὰ γοῦν οὕτω πρόδηλα σοφίσματα
6. διαγινώσκειν δύνασθαι. ταχὺ γὰρ ὁ τοιοῦτος λῆρος ἀνατρέπει
7. πᾶν βοήθημα, μήτε φλεβοτομίαν ποτὲ βοηθεῖν ἀποφαίνων·
8. εἴπερ γὰρ ἐβοήθει, τί δή ποτ’ οὖν οὐκ εὐθέως εἰς βαλανεῖον
9. ἀπολύομεν τοὺς φλεβοτομηθέντας ἀδεῶς τε διαιτᾶσθαι κελεύομεν,
10. ἀλλ’ ἐπὶ τῆς κλίνης συνέχομεν καὶ λεπτῶς
11. διαιτῶμεν; ἀλλὰ μηδὲ κατάπλασμα· καὶ γὰρ ἂν καὶ τοῦτο
12. καὶ τοὺς ἐμπιπλαμένους τε καὶ λουομένους καὶ μεθυσκομένους
13. ὠφελεῖ· ἀλλὰ μηδὲ κλυστῆρα μηδ’ ἄλλο τῶν πάντων οὐδέν·
14. ὅμοιος γὰρ ὁ λῆρος. ἀλλ’ ἐπειδὴ τέχνην οὕτω θαυμαστὴν
15. καὶ μεγάλην ἀντὶ τῶν Ἀσκληπιαδῶν τῶν πάλαι νῦν ἐριουργοί
16. τε καὶ τελῶναι μετέρχονται, χρὴ δή που καὶ ἡμᾶς ἐπαμύνειν
17. αὐτῇ προπηλακιζομένῃ καὶ λέγειν ὡς εἴτε αἴτιον, εἴτε
18. σημεῖον ὁτιοῦν, εἰ μὲν ἓν ἑνὸς ἢ ποιητικὸν, ἢ δηλωτικὸν
1. εἶναι λέγοιτο, δείξαι τις ἀσθενοῦν αὐτὸ περὶ τὴν ἐπαγγελίαν
2. καὶ δεόμενον ἀεὶ παρουσίας ἑτέρου, καλῶς ἐξελέγχει τὴν δόξαν·
3. εἰ δ’ ἤτοι ποιεῖν ἢ δηλοῦν ἅμα πλείω συνιόντα τόδε τι
4. λέγοιτο, ληρώδης ὁ καταμόνας ἕκαστον αὐτῶν προχειριζόμενος.
5. οὐ γὰρ ἓν ἕκαστον αὐτῶν ἰδίᾳ προσήκει διαβάλλειν ὡς
6. οὐχ ἱκανὸν, ἀλλ’ ἅμα σύμπαντα. φαίης γὰρ ἂν οὕτως, οἶμαι,
7. κᾂν εἰ δέκα μέν τινες οἷοί τ’ εἶεν ἐπαίρειν βάρος ὁτιοῦν, ἕκαστος
8. δ’ ἰδίᾳ μὴ δύναιτο, μηδὲν εἰς τὴν τοῦ παντὸς ἔργου
9. συντέλειαν εἰσφέρεσθαι τὸν ἕνα. τί δὴ βούλει; πότερον αἰτίας
10. εἶναι τὰς κρισίμους ἡμέρας τῆς πιστῆς λύσεως τῶν νοσημάτων,
11. ἢ σημεῖα; κατ’ ἄμφω γὰρ ἑτοίμως ἐξελέγχεται τὸ σόφισμα.
12. βούλει πρότερον αἰτίας ὑποθώμεθα, καθάπερ καὶ τὴν φλεβοτομίαν
13. καὶ τὸν κλυστῆρα καὶ τὸ κατάπλασμα καὶ τῶν ἄλλων
14. ἕκαστον βοηθημάτων αἴτιον ὑγείας εἶναί φαμεν; ἀλλ’ ὥσπερ
15. ἐκείνων οὐδὲν οὕτως ἦν ἰσχυρὸν ὡς ἄνευ τῶν ἄλλων ὑγιάζειν,
16. οὕτως οὐδ’ ἡ κρίσιμος ἡμέρα. πάλιν οὖν, εἰ βούλει, μηκέτ’
17. αἰτίας αὐτὰς, ἀλλὰ σημεῖα λέγωμεν, οἷα κᾀν τοῖς οὔροις καὶ
1. διαχωρήμασι καὶ πτύσμασι καὶ τοῖς ἄλλοις ἅπασι τοῖς τοιούτοις
2. ἐστίν. ἀλλ’ οὐδ’ ἐκείνων οὐδὲν ἱκανὸν ἦν μόνον σωτηρίαν,
3. ἢ θάνατον ἐνδείξασθαι. καὶ μὴν εἰ μήθ’ ὡς αἴτια μήθ’ ὡς σημεῖα
4. τὰς κρισίμους ἡμέρας ἀξιώσαιμεν ἀεὶ μόνας ἢ δρᾷν, ἢ δηλοῦν
5. ταὐτὸν, ἀλλὰ μετὰ συνόδου πλειόνων, οὐκέτι οὐδένα λόγον
6. ἕξει τὸ σόφισμα αὐτῶν. οὐ γὰρ αὕτη βάσανος ὀρθὴ τῶν κριτικῶν
7. εἶναι πιστὰς, ἀλλ’ ἄλλη τις, ἥπερ δὴ καὶ ὄντως ἐστίν.
8. εἰ γὰρ δὴ τῶν ἄλλων ἁπάντων ὡσαύτως ἐχόντων ὑπαλλαχθείη
9. μόνου ἡ κρίσιμος ἡμέρα, πολὺ τοῦ πιστοῦ τῆς κρίσεως
10. ἀφαιρεῖται. κᾂν εἰ τῶν ἄλλων δὲ κριτικῶν σημείων μὴ πάνυ
11. συμπεπληρωμένων προσθείης αὐτοῖς ἡμέραν κρίσιμον, ἕξεις
12. τινὰ ἐλπίδα λύσεως ἀσφαλοῦς. καίτοι κᾂν εἰ τοῦθ’ ὑπῆρχε
13. μόνον ταῖς κρισίμοις ἡμέραις, τὸ συντρέχειν αὐταῖς πολλάκις
14. ἤτοι τὰ πλεῖστα καὶ μέγιστα τῶν κρισίμων σημείων ἢ καὶ
15. σύμπαντα, δίκαιον δήπου ἦν διά γε τοῦτο μόνον ἰδίαν τινὰ
16. φύσιν ὑπολαβεῖν εἶναι ἡμερῶν κρισίμων. ὁπότ’ οὖν πρὸς τούτῳ
17. καὶ παρ’ ἑαυτῶν τι συνεισφέρουσιν, πολὺ δήπου μᾶλλον
1. αὐτὰς τῶν μήτε συνεισφερουσῶν τι μήτε τοῖς πολλοῖς τῶν
2. κριτικῶν σημείων συντρεχουσῶν ἀποκρινοῦμεν ὡς ἰδίαν
3. μὲν ἐκείνων τὴν φύσιν, ἰδίαν δὲ τούτων ἐχουσῶν; ἐμοὶ
4. μὲν καὶ πάνυ δοκεῖ. πάλιν οὖν ἀποχωρήσαντες τῶν λυμαινομένων
5. τοῖς καλλίστοις τῆς τέχνης σοφιστῶν, ἀναμνησθέντες
6. τε τῆς προγεγραμμένης ὑποθέσεως ὀλίγον ἔμπροσθεν,
7. ἕνεκα σαφοῦς διδασκαλίας, τὸν ἄῤῥωστον ἐκεῖνον, ὃν συνεχῶς
8. μὲν πυρέσσοντα, διὰ τρίτης δὲ παροξυνόμενον, εἰς τὴν
9. ἑνδεκάτην ἡμέραν ἀγαγόντες τῷ λόγῳ, κριτικὸν ἐν τοῖς οὔροις
10. ὑπεθέμεθα σημεῖον ἐσχηκέναι, κᾄπειτα διὰ τῆς τεσσαρεσκαιδεκάτης
11. κεκρίσθαι, νῦν μηκέθ’ οὕτως, ἀλλ’ ἔτ’ ἂν
12. ἄκριτον εἰς τὴν πεντεκαιδεκάτην ἀγαγόντες νύκτα, τὸν ἐν
13. ταύτῃ παροξυσμὸν ὁμοίως μὲν εἰσβαλόντα μετὰ ῥίγους,
14. ὡσαύτως δὲ ἱδρῶτι κρινόμενον ὑποθώμεθα κατὰ
15. τὴν ἑκκαιδεκάτην ἡμέραν, ἵν’ ἐναργῶς μάθωμεν ὅσην τινὰ
16. δύναμιν ἡμέρα κρίσιμος ἔχῃ. πρῶτον μὲν γὰρ οὐδ’ ἂν
17. καλῶς ὁ τοιοῦτος ἱδρώσειεν, οὐδ’ ἂν τελέως ἀπύρετος γένοιτο
18. κατ’ ἐκείνην τὴν ἡμέραν. εἰ δ’ ἄρα τι καὶ παράδοξον
1. ἀπαντήσειεν, ἀλλ’ ἄπιστός γε πάντως ἡ κρίσις, καί τι μικρὸν
2. ἁμαρτόντος τοῦ κάμνοντος, ὑποστρέψει πάλιν τὸ νόσημα.

Cliquer un n° de page pour en afficher l’image