Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 1.8, ed. Kühn, 1825, vol. 9, p. 808-811. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.8

3. Πάλιν οὖν προχειρισάμενοι τὸν αὐτὸν ἄῤῥωστον,
4. ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν ὑποθώμεθα τὸ κριτικὸν
5. ἐσχηκέναι σημεῖον, ὡς ὀλίγον ἔμπροσθεν ἐπὶ τῆς ἑνδεκάτης
6. ὑπεθέμεθα, τούτῳ τὴν κρίσιν ἑβδομαίῳ προσδέχεσθαι. θεωρητὴ
7. γὰρ ἐν μὲν τῇ δευτέρᾳ τῶν ἑβδομάδων ἡ ἑνδεκάτη, κατὰ
8. δὲ τὴν πρώτην ἡ τετάρτη, καὶ δηλοῦν πέφυκεν ὥσπερ ἡ ἑνδεκάτη
9. τὴν τεσσαρεσκαιδεκάτην, οὕτως ἡ δ΄ τὴν ζ΄ ὁποία τις
10. ἔσται. γινέσθω δὲ κατὰ τὴν ἑβδόμην νύκτα περὶ τὴν τρίτην
11. ὥραν ὁ παροξυσμὸς, ὡς ἔμπροσθεν ὑπέκειτο, καὶ τὰ τοῦ ῥίγους
12. καὶ τὰ τῶν σφυγμῶν ὡσαύτως ἀπαντάτω, καὶ νυκτὸς
13. ἤδη παυομένης ἱδροῦν ἀρχέσθω, κᾄπειτα δι’ ὅλης τῆς ἑξῆς
14. ἡμέρας τῆς ὀγδόης ἱδρούτω καλῶς, εἶτ’ ἀπύρετος εἰς τὴν ἑσπέραν
15. γινέσθω. πρόσεχε δή μοι πάλιν ἐνταῦθα τὸν νοῦν· οὗ
16. γὰρ ἕνεκα προὐχειρισάμην τὸν ἄῤῥωστον οὐ μικρόν ἐστι. κατὰ
17. μὲν γὰρ τὴν πρώτην ὑπόθεσιν ἐν τῇ ιγ΄ νυκτὶ παροξυνθεὶς
18. κρισίμως, εἶτ’ ἐν τῇ ιδ΄ γενόμενος ἀπύρετος, οὐ τρισκαιδεκαταῖος,
19. ἀλλὰ τεσσαρεσκαιδεκαταῖος ἐλέγετο κεκρίσθαι. νυνὶ δὲ 
1. καίτοι τῶν ἱδρώτων καὶ τῆς λύσεως τοῦ νοσήματος εἰς τὴν
2. ὀγδόην ἡμέραν ὅλην ἐκπεσόντων, ὅμως ἑβδομαῖος ἂν ὁ τοιοῦτος
3. κεκρίσθαι λέγοιτο. προσέχειν γὰρ χρὴ τὸν νοῦν οὔθ’
4. ἁπλῶς τῶν παροξυσμῶν ταῖς ἀρχαῖς, εἰ καὶ μετὰ κριτικῶν
5. εἰσβάλλουσι σημείων, οὔθ’ ὅταν πρῶτον ἱδροῦν, ἢ ἄλλως πως
6. ὑπάρξωνται κρίνεσθαι. καὶ γὰρ καὶ τοῦτο μόνον οὐ πιστὸν,
7. ἀλλ’ οὐδ’ ὅτε πρῶτον ἀπύρετοι γίνονται. οὐ μὴν οὐδὲ τὰ δύο
8. συνιόντα πλείονα τοῦ λοιποῦ τὴν δύναμιν ἐξ ἀνάγκης ἔχει.
9. τὰ μὲν γὰρ τρία συνερχόμενα δῆλον ὡς ἐξαιρεῖ πᾶν ζήτημα.
10. λέγω δ’ εἰ κατά τινα μίαν ἡμέραν ὅ τε παροξυσμὸς εἰσβάλλοι
11. μετὰ τῶν κρινόντων σημείων ἥ τε κρίσις ὑπάρξαιτο καὶ ἡ τελεία
12. λύσις ἀκολουθήσειεν. εἰ μέντοι μερισθείη, διοριζέσθω
13. πρῶτον μὲν καὶ μάλιστα ταῖς ἐπιδήλοις τε καὶ θεωρηταῖς ἡμέραις
14. ὀνομαζομέναις. ἂν γὰρ ἤτοι τῆς τετάρτης ἢ τῆς ἑνδεκάτης
15. ἐπιδήλου γενομένης ἡ κρίσις ἐφάψηται καθ’ ὁντιναοῦν
16. τρόπον ἤτοι τῆς ἑβδόμης ἢ τῆς ιδ΄, ἐκείνων εἶναι χρὴ νομίζειν
17. αὐτήν. εἰ δ’ ἐκπέσοι τελέως αὐτῶν, ὡς μήτ’ ἄρξασθαι
18. κατ’ αὐτὰς μήτε συμπληρωθῆναι, δῆλον ὡς οὐκέτι μὲν ἐγχωρεῖ
1. λέγειν ἑβδομαῖον, ἢ τεσσαρεσκαιδεκαταῖον κεκρίσθαι νόσημα,
2. κατ’ ἄλλην δέ τινα τῶν ἡμερῶν, ἥτις ἂν ὅλην τὴν
3. κρίσιν ἐν αὐτῇ περιλάβοι. εἰ μέντοι μηδεμιᾶς ἐπιδήλου προγεγενημένης
4. ἐξαίφνης γένοιτο κρίσις ἐφαπτομένη δυοῖν ἡμερῶν,
5. εἰς ταῦτα ἀποβλέπων τὰ γνωρίσματα διορίζεσθαι ποτέρας
6. αὐτῶν ἔστ’ εἰς τὴν τῶν παροξυσμῶν ἀναλογίαν, εἰς τὴν τῶν
7. ἡμερῶν φύσιν, εἰς τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν, εἰς αὐτὸν
8. τὸν χρόνον τῆς κρίσεως. εἰς μὲν τὴν τῶν παροξυσμῶν
9. ἀναλογίαν ᾧδε· ταῖς μὲν περιτταῖς ἡμέραις μᾶλλον πονοῦντος
10. τοῦ κάμνοντος οἰκειοτέρα τῆς περιττῆς ἡμέρας ἡ κρίσις, ὥσπερ
11. εἰ καὶ ταῖς ἀρτίαις, ἐκείνης ἴδιος· ἐν γὰρ τοῖς παροξυσμοῖς αἱ
12. κρίσεις γίνονται τοὐπίπαν. εἰς δ’ αὐτὴν τῶν ἡμερῶν
13. τὴν φύσιν ᾧδέ πως· εἴπερ ἀμφισβητοῖτο πότερον ἐννάτης ἐστὶν
14. ἡμέρας, ἢ δεκάτης ἡ κρίσις, εἰ μὲν γὰρ ἀγαθὴ καὶ τελεία καὶ
15. ἀκίνδυνος, ἐννάτης μᾶλλόν ἐστιν· εἰ δ’ ἀτελὴς καὶ φαύλη καὶ
16. κινδυνώδης, δεκάτης. εἰς δὲ τὸν ἀριθμὸν τῶν κριτικῶν καιρῶν,
17. ἐπειδὴ τρεῖς ἦσαν οὗτοι, ἡ ἀρχὴ τοῦ κριτικοῦ παροξυσμοῦ,
18. ἡ ἀρχὴ τοῦ κριτικοῦ κινήματος, τὸ τέλος αὐτὸ τῆς κρίσεως,
1. ἡ τοὺς δύο δεξαμένη καιροὺς εἰς ἑαυτὴν ἡμέρα σφετερίζεται
2. μᾶλλον τὴν κρίσιν. οὕτω δὴ καὶ αὐτὸς ὁ χρόνος ὁ κρίσεως
3. ὁποτέρας ἂν ᾖ τῶν ἡμερῶν μακρότερος, ἐκείνῃ μᾶλλον προσνέμειν
4. τὴν κρίσιν. εἰ μὲν δὴ τὰ τέτταρα ταῦτα γνωρίσματα
5. μίαν ἡμέραν εἰσηγοῖτο, ταύτῃ καί σοι προσνέμειν τὴν κρίσιν·
6. εἰ δ’ ἓν ἐξ αὐτῶν ἀπολείποιτο, προσνέμειν ἔτι καὶ οὕτως,
7. ἀλλ’ ἤδη καὶ τὴν ἑτέραν αὐτῆς μεμερίσθαι νομιστέον. εἰ δ’ ἴσα
8. τὰ γνωρίσματα εἴη, καὶ τὴν κρίσιν οὕτω κοινὴν ἀμφοτέρων εἶναι
9. τῶν ἡμερῶν ὑποληπτέον. ἐνίοτε δ’ οὐ δυοῖν μόνον, ἀλλὰ
10. καὶ τριῶν ἡμερῶν ἡ κρίσις ἐφάπτεται. πάλιν οὖν ἐνταῦθα
11. τὴν μέσην μὲν ὅσον ἐπὶ τῷ μήκει τοῦ χρόνου προκριτέον, οὐ
12. μὴν αὐτῇ γε τὸ σύμπαν δοτέον, ἀλλὰ πρῶτον μὲν εἰ χωρὶς
13. ἐπιδήλου τε καὶ θεωρητῆς ἡμέρας ἡ κρίσις ἐγένετο σκεπτέον·
14. εἴρηται γὰρ ὅτι μεγίστην δύναμιν ἔχει τοῦτο· δεύτερον δὲ καὶ
15. τοῖς ἄλλοις κανόσι προσχρηστέον, οὓς νῦν ἤδη πέπαυμαι λέγων,
16. ἀναλογίαν παροξυσμῶν καὶ φύσιν ἡμερῶν καὶ ἀριθμὸν
17. κριτικῶν καιρῶν καὶ αὐτὸν τὸν τῆς κρίσεως χρόνον.

Cliquer un n° de page pour en afficher l’image