18. Ἐπειδὴ δὲ καὶ περὶ τούτων αὐτάρκως διώρισται,
19. πάλιν ἐπανελθόντες ὥσπερ ἔμπροσθεν ἄχρι τῆς κ΄
1. ἡμέρας, οὕτως ἤδη τὰς μετ’ ἐκείνην ἐξαριθμήσομεν κρισίμους,
2. τοσοῦτον μόνον ἔτι τοῖς ἔμπροσθεν εἰρημένοις ἤδη προσθέντες,
3. ὅσον εἴς τε τὰ νῦν εἰρημένα χρήσιμον ὑπάρχει καὶ μηδὲν
4. ἐν τοῖς ἤδη λελεγμένοις ἀπολείψει ζήτημα. τί δ’ ἐστὶ
5. τοῦτο; περὶ τῆς πρώτης ἡμέρας ἐν τοῖς νοσήμασι καὶ τῆς δευτέρας
6. οὐδὲν εἴπομεν ἐν τῷ πρόσθεν λόγῳ, καίτοι τοῖς γε περὶ
7. τὸν Διοκλέα καὶ αὗται κρίνειν ἔδοξαν. ὅπως οὖν χρὴ καὶ περὶ
8. τοῦδε γινώσκειν διοριστέον. εἰ μὲν γὰρ ἡ προηγουμένη τῆς
9. λύσεως τοῦ νοσήματος ὀξεῖα ταραχὴ κατὰ τὸ τοῦ κάμνοντος
10. σῶμα κρίσις ὀνομάζεται, μήτε τὴν πρώτην ἡμέραν μήτε τὴν
11. δευτέραν ὑποληπτέον εἶναι κρισίμους· ὁ γὰρ οἷον σάλος ὁ προηγούμενος
12. τῆς λύσεως οὐδαμῶς ἐπιφανὴς ἐν ταύταις γίνεται·
13. εἰ δὲ τὴν λύσιν ἁπλῶς ὀνομαστέον ἐστὶ κρίσιν, εἶεν ἂν καὶ
14. αἵδε κρίσιμοι. πάντες γοῦν οἱ ἐφήμεροι προσαγορευόμενοι πυρετοὶ
15. τὴν λύσιν οἱ μὲν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν εὐθὺς, οἱ
16. δ’ ἐν τῇ δευτέρᾳ ποιοῦνται. περὶ σημαινομένου τοίνυν ἡ ζήτησις
17. κᾀνταῦθα μᾶλλον ἢ περὶ πράγματος. αὐτὸ γὰρ τὸ
18. πρᾶγμα, τὸ λύεσθαι πολλοὺς τῶν πυρετῶν εὐθὺς ἐν ταῖς
1. πρώταις ἡμέραις, οὐδεὶς ἀγνοεῖ. τῆς δ’ αὐτῆς ἔχεται ζητήσεως
2. κᾀκεῖνο, πότερον ἐπειδὰν εἰς λύσιν τοῦ νοσήματος ἡ γενομένη
3. ταραχὴ τελευτήσῃ κεκρίσθαι λεκτέον, ἢ κἂν ἀξιόλογός τις γένηται
4. μεταβολή. καὶ μὲν δὴ καὶ αὐτὸ τῆς λύσεως τοὔνομα
5. πότερον ἐπειδὰν εἰς ὑγείαν ὁ κάμνων μεταστῇ μόνον ἐπανεκτέον
6. ἐστὶν, ἢ κᾀπειδὰν ἀκολουθήσῃ θάνατος ἔτι λελύσθαι
7. καὶ οὕτω λεκτέον τὸ νόσημα, πολλὴν ἔσχηκε ζήτησιν. ὅτῳ δὲ
8. καὶ τὰ τοιαῦτα σχολὴ ζητεῖν, αὖθις εἰρήσεται. νυνὶ δὲ ἐν τούτῳ
9. τῷ πρώτῳ λόγῳ πρόκειταί μοι τὸ χρήσιμον αὐτὸ δεῖξαι
10. μόνον, ὃ καὶ χωρὶς ἀποδείξεων λογικῶν ἐξ ὑποθέσεως περαίνεσθαι
11. δύναται. ὑποκείσθω γὰρ ἡμῖν ἡ μὲν πρὸ τῆς
12. ἀκριβοῦς λύσεως ταραχὴ κρίσιν ἁπλῶς ὀνομάζεσθαι, τῶν δ’
13. ἄλλων οὐδεμία κρίσις ἁπλῶς, ἀλλ’ ἡ μὲν εἰς ὄλεθρον τελευτῶσα
14. κακὴ κρίσις ὅλον τοῦτο καλείσθω, ἡ δ’ ἀξιόλογον μὲν
15. τὴν ῥοπὴν ποιησαμένη, μὴ λύσασα δὲ τὴν νόσον τελείως, ἐλλιπὴς
16. κρίσις ὀνομαζέσθω, ἡ λοιπὴ δ’ ἡ ῥοπὴν ἀξιόλογον ἐπὶ
17. τὸ χεῖρον ἀτελής τε ἅμα καὶ κακὴ προσαγορευέσθω κρίσις.
18. οὕτω μὲν, ἐπειδὰν τελέως τε καὶ σαφῶς δηλῶσαι βουληθῶμεν
1. ἕκαστον ἰδίᾳ τῶν πραγμάτων· ἐνίοτε δὲ ταῖς ὀνομαζομέναις
2. ἐλλειπτικαῖς ἑρμηνείαις χρώμενοι κρίσεις ὀνομάζομεν ἁπάσας
3. τὰς τέσσαρας διαφορὰς, παραλιπόντες προσθεῖναι τὸ κακὴν
4. ἢ ἀτελῆ. καὶ ὡς τοῦτο τὸ τῆς ἐλλιποῦς ἑρμηνείας ἱκανῶς ἐστι
5. σύνηθες ἅπασιν ἀνθρώποις εἴρηται μὲν ἐπὶ πλέον ἐν ἑτέροις,
6. εἰρήσεται δὲ καὶ νῦν ὅσον ἐξαρκεῖ πρὸς τὰ παρόντα. χοίνικα
7. γοῦν καὶ πῆχυν καὶ πόδα καὶ τῶν ἄλλων τι μέτρων, οὔτ’ ἐπειδὰν
8. ᾖ τι μεῖζον τοῦ δέοντος οὔτ’ ἐπειδὰν ἔλαττον, οὕτως
9. ὀνομάζειν προσῆκεν, ἐπειδὴ ποσοῦ τινος ὡρισμένου τῶν ὀνομάτων
10. τῶν τοιούτων ἕκαστόν ἐστι δηλωτικόν. ἀλλ’ ὅμως καὶ
11. τὴν ἐλάττονα καὶ τὴν μείζονα τοῦ δέοντος ἔστιν ὅτε χοίνικα
12. προσαγορεύομεν. ὡσαύτως δὲ καὶ τὸν πῆχύν τε καὶ τὸν πόδα
13. καὶ τῶν ἄλλων ἕκαστον. ἀλλ’ ὅταν ἀκριβῶς ἑρμηνεύωμεν, οὐ
14. πῆχυν ἁπλῶς, ἀλλὰ μέγαν πῆχυν καὶ μικρὸν ὀνομάζομεν, ἁπλῶς
15. δὲ τὸν δίκαιον μόνον. ἔστι δ’ ὅτε καὶ ἐξόχως καθ’ ὑπεροχὴν
16. ἔνια τὴν τοῦ γένους ὅλου προσηγορίαν σφετερίζεται, ὥσπερ
17. καὶ παρὰ τῷ ποιητῇ λέγεσθαί φαμεν τόδε τι, οὐκ ἂν οὐδενὸς
1. ἄλλου παρὰ τὸν Ὅμηρον ἀκουομένου, καίτοι μυρίοι γ’ εἰσὶν
2. ἄλλοι ποιηταί. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ παρὰ τῷ Κωμικῷ·
3. καὶ σπάνιόν ἐστ’ ἄνθρωπος ὅτ’ ἄνθρωπος. τὸν γὰρ ἄγριον
4. καὶ τὸν θηριώδη καὶ τὸν ἀνόητον καὶ τὸν σκαιὸν οὐ κατὰ
5. τὴν ἀνθρώπου φύσιν ὑπάρχειν νομίζοντες ἐπὶ τοὺς κατορθοῦντας
6. ἐν τῇ φύσει τὸ ὄνομα φέρομεν. εἴτ’ οὖν οὕτω καθ’
7. ὑπεροχήν τινα τὸ τῆς κρίσεως ὄνομα λέγομεν, εἴτε κατὰ τὸν
8. πρότερον λόγον, ἑτέρου διαστείλασθαι καιροῦ. τὸ δ’ εἰς τὰ
9. ἔργα τῆς ἰατρικῆς διαφέρον ἤδη περαίνεσθαι δύναται κατὰ
10. τὴν τῶν προγεγραμμένων ὀνομάτων ὑπόθεσιν. ἡ μὲν γὰρ
11. πάντ’ ἔχουσα τὰ τῶν κρίσεων γνωρίσματα κρίσις ἁπλῶς, αἱ
12. δ’ ἄλλαι μετὰ προσθήκης ὀνομασθήσονται. καὶ μὲν δὴ κᾂν εἰ
13. μὴ τὴν τῆς ἀθρόας μεταβολῆς ταραχὴν, ἀλλ’ αὐτὴν μόνην μεταβολὴν
14. ἀξιώσειέ τις ὀνομάζεσθαι κρίσιν, ἡ μὲν ἀγαθή τε
15. ἅμα καὶ τελεία λύσις ἁπλῶς ἂν ὀνομάζοιτο κρίσις, αἱ δ’ ἄλλαι
16. μετὰ προσθήκης ἅπασαι.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 1.9, ed. Kühn, 1825, vol. 9, p. 811-815. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩