Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.1, ed. Kühn, 1825, vol. 9, p. 843-842. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ

ΒΙΒΛΙΟΝ Β.

1. Ὅσον μὲν εἰς τὰ τῆς ἰατρικῆς ἔργα χρήσιμον
2. ἐν τῷ πρὸ τούτου λόγῳ σύμπαν εἴρηται. διὰ τί δ’
3. οὐχ ἅπαντες ὑπὲρ ἁπασῶν ὡσαύτως ἔγραψαν, εἴρηται μὲν
4. καὶ τοῦτ’ ἔμπροσθεν. ἀλλ’ ὅπῃ σφαλῆναι μέν τισιν αὐτῶν,
5. κατορθῶσαι δ’ ἑτέροις ὑπῆρξεν, οὐκέτ’ εἴρηται. τοῦτο οὖν
6. ἀναληπτέον ἐν τῷδε τῷ λόγῳ πρῶτον, ἔπειτα καὶ τὴν αἰτίαν
7. ῥητέον δι’ ἣν οὔθ’ ἁπασῶν ἡμερῶν ἀριθμός ἐστι κριτικὸς
8. οὔθ’ ὅσαι κρίνειν πεφύκασιν ἴσην ἅπασαι ἔχουσι δύναμιν,
9. ἀλλ’ ἐπειδὴ πάντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην εὑρίσκεταί τε
1. καὶ δοκιμάζεται, τὰ μὲν ἐμπειρίᾳ, τὰ δὲ λόγῳ, τὰ δὲ συναμφοτέρῳ,
2. πειρατέον κᾀνταῦθα δι’ ἀμφοτέρων ὀργάνων ἐξελέγξαι
3. μὲν τὸ ἡμαρτημένον, ἐπαινέσαι δὲ καὶ προσίεσθαι τὸ κατωρθωμένον.
4. ὅτι μὲν οὖν ἡ πεῖρα τὰς εἰρημένας ἡμέρας πρεσβεύει,
5. τοὺς μὲν ὑπ’ ἐμοῦ παρατηρηθέντας ἀῤῥώστους εἰ γράψαιμι,
6. τάχ’ ἄν τῳ ψεύδεσθαι δόξαιμι, τοὺς δ’ ὑφ’ Ἱπποκράτους,
7. ὃν ἀληθέστατόν γε πάντων καὶ κρίνειν ἱκανώτατον
8. ἅπαντες εἶναι πεπιστεύκαμεν, ἄμεινον εἶναί μοι δοκεῖ παραθέσθαι
9. τῷ λόγῳ, καὶ πρῶτον μὲν τοῦ συγκεχυμένου τε καὶ
10. ἀδιορίστου κατὰ τὴν πεῖραν, οὗ καὶ πρόσθεν ἐμνημόνευσα,
11. πρὸς τοὺς διορισμοὺς ἀναμνήσω.

Cliquer un n° de page pour en afficher l’image