Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.10, ed. Kühn, 1825, vol. 9, p. 880-882. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.10

10. Ἅπτεται δή πως οὗτος ὁ λόγος τοῦ σκοπεῖσθαι,
11. τίς τούτων ἐστὶ τῶν ἡμερῶν ἡ κρίνουσα τὰς ὀξείας νόσους.
12. Ἱπποκράτους γὰρ εἰπόντος ἐν ἀφορισμοῖς, τὰ ὀξέα τῶν
13. νοσημάτων κρίνεται ἐν ιδ΄ ἡμέρῃσιν, ἀφορμὴν ἐντεῦθεν ἐσχήκασιν
14. οἱ σοφισταὶ λήρων μακρῶν, ὧν ἁπάντων χωρὶς οἷον
15. τέ ἐστι καὶ προγνῶναι τὰς μελλούσας ἔσεσθαι κρίσεις καὶ δοκιμάσαι
16. τὰς ἤδη γεγενημένας. εἰ γὰρ εἰκοσταῖον εἰ τύχοι προγνοὺς,
17. κριθήσεσθαι τὸ νόσημα τὴν δίαιταν ὁμολογοῦσαν αὐτῷ 
1. συστήσαιο, μέγιστα μὲν ἂν ὠφελήσῃς τὸν κάμνοντα, καλεῖν
2. δ’ ἐξέσται σοι καὶ ὀξὺ καὶ χρόνιον αὐτὸ, μηδεμιᾶς ὠφελείας
3. ἢ βλάβης ἐκ τῆς προσηγορίας εἰς τὸν νοσοῦντα γινομένης. ἔστω
4. γὰρ ὀξὺ καλεῖσθαι τὸ τοιοῦτον νόσημα, πάντων ὀρθῶς τῶν
5. κατὰ τὴν δίαιταν ἐπὶ τοῦ κάμνοντος γεγενημένων· τί παρὰ
6. τοῦτο χεῖρον, ἢ βέλτιον ἔσται; πάλιν οὖν εἰ βούλει, χρόνιον
7. αὐτὸ προσαγόρευσον, ἵν’ εἰδῷς ὅτι μηδὲν ἐκ τούτου βελτίων,
8. ἢ χείρων ὁ κάμνων γίνεται. καθάπερ οὖν καὶ ἄλλα πολλὰ
9. περὶ ὀνομάτων ἐρίζοντες οἱ σοφισταὶ τῶν μανθανόντων κατατρίβουσι
10. τὸν χρόνον, οὕτω κᾀν τῷ περὶ τῶν ὀξέων καὶ χρονίων
11. διορίζεσθαι. εἰ γὰρ δεῖ τἀληθὲς εἰπεῖν, οὐ δύο μόνας
12. οἴεσθαι χρὴ νοσημάτων διαφορὰς, ἀλλὰ πάνυ πολλὰς, εἴ γε
13. καὶ τεταρταῖος πυρετὸς εἰς ἐτῶν ἀριθμὸν ἐξέπεσε τοσοῦτον,
14. ἐν ὅσαις ἡμέραις ἕτερος ἐκρίθη καί τις ἄλλη νόσος εἰς μῆνας
15. ἐξικνεῖται πολλούς. αὕτη μὲν οὖν ἡ πρώτη διαφορὰ τριττὴ,
16. τῶν μὲν ἐν ἡμέραις, τῶν δὲ ἐν μησὶν, τῶν δὲ ἐν ἔτεσιν ὅλοις
17. κρινομένων. κατὰ μέρος δὲ πάλιν ἐν μὲν τοῖς εἰς μῆνας ἐκπίπτουσι
18. νοσήμασιν οὐχ ὅμοιον δήπουθέν ἐστι δυοῖν μηνῶν
1. γενέσθαι τὴν λύσιν ἢ ἑπτά. οὕτω δὲ κᾀπειδὰν ἡμερῶν,
2. ἢ ἐτῶν ἀριθμῷ λύεται τὰ νοσήματα, παμπόλλη διαφορά. τί
3. γὰρ ὅμοιον ἢ τριταῖον, ἢ εἰκοσταῖον κριθῆναι, τί δ’
4. ὅμοιον εἰκοσταῖον, ἢ μ΄; εἰ μὲν δὴ τὴν φυσικὴν αὐτῶν ἐθέλεις
5. ἐξευρίσκειν διαφορὰν, ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν
6. εἰσι περίοδοι, τοσαύτας ἀναγκαῖον ἔσται σοι ποιεῖσθαι καὶ
7. τὰς νόσους. ἑτέρας μὲν οὖν φύσεως ὑποθεμένῳ, ὥσπερ οὖν
8. δὴ καὶ ἔστιν ἑτέρας τὸ μὴ δυνάμενον ὑπερβαλεῖν τὴν πρώτην
9. τετράδα, ἑτέρας δὲ τὸ τὴν ζ΄ μὴ ὑπερβαῖνον, οὕτω δὲ καὶ τῆς
10. ια΄ καὶ τῆς ιδ΄ καὶ τῆς ιζ΄ καὶ τῆς κ΄ ἁπασῶν τε τῶν ἐφεξῆς
11. κρισίμων ἴδιον ἑκάστης ἡγήσασθαι νόσημα.

Cliquer un n° de page pour en afficher l’image