Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.11, ed. Kühn, 1825, vol. 9, p. 882-886. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.11

12. Πρὸς μέντοι τὴν διδασκαλίαν ἄμεινον ἐν
13. μείζοσιν ὅροις αὐτὰ περιλαμβάνειν, ὅπως μὴ πάμπολλα γίνοιντο·
14. μὴ μέντοι μηδὲ πάλιν οὕτω μακροῖς ὡς ἐφεξῆς ἀλλήλων
15. τάττειν τὰ πάμπολυ διαφέροντα, ὅθεν οὐδὲ τοὺς δύο
16. τὰ πάντα τῶν νοσημάτων εἴδη τιθεμένους, εἶτ’ ἄτμητον αὐτῶν
17. ἑκάτερον φυλάττοντας ἐπαινῶν, οὔτε τοὺς τοσαύτην εἶναι
1. λέγοντας ὅσαι περ αἱ τῶν κρινουσῶν ἡμερῶν εἰσι περίοδοι.
2. τίς ἂν οὖν ἡ ἀρίστη διδασκαλία γίνοιτο καὶ μάλιστα τῇ
3. χρείᾳ τῆς τέχνης ἐπιτήδειος; εἴ τις τῶν σοφιστῶν ἰατρῶν ἐπιχειρήσειεν
4. ἰατρεύειν ἐπιμελῶς, ἐάσας τὸν ὑψηλὸν ἐκεῖνον θρόνον
5. ἐφ’ οὗ καθεζόμενος ὥσπερ τις μέγας βασιλεὺς ἐπιτρίβει
6. τὰ μειράκια, τοῦτον εὖ οἶδ’ ὅτι πρὸς αὐτοῦ τοῦ πράγματος
7. ἐκδιδαχθήσεται τὸ χρήσιμον. ὥσπερ οὖν καὶ ὁ πάντα θαυμαστὸς
8. Ἱπποκράτης ἀπὸ τῶν ἐναργῶν αὐτῶν ὁρμώμενος ποτὲ
9. μὲν οὕτω γράφει· ὅκου μὲν κάτοξυ τὸ νόσημα, αὐτίκα
10. καὶ τοὺς ἐσχάτους ἔχει πόνους καὶ τῇ ἐσχάτως λεπτοτάτῃ διαίτῃ
11. ἀναγκαῖον χρέεσθαι· ποτὲ δ’ οὕτω· τὰ ὀξέα τῶν νοσημάτων
12. κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν. εἶτ’ αὖθις· αὗται
13. μὲν οὖν διὰ τεσσάρων εἰς τὰς κ΄ ἐκ προσθέσιος ἀφικνέονται.
14. εἶτ’ αὖθις δὲ πάλιν· εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην
15. δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν,
16. ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν μ΄ ἡμέρῃσι κρίνεται. καὶ μὲν
17. δὴ καὶ τῆς ξ΄ καὶ τῆς π΄ καὶ τῆς ρκ΄ αὖθις μέμνηται καὶ ταύτας
18. πάλιν καταλιπὼν τὰς μὲν θερινὰς νόσους χειμῶνος λύεσθαί
1. φησι, τὰς δὲ χειμερινὰς θέρους. λέγει δὲ καὶ οὕτως· τὰ
2. δὲ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται μὲν ἐν μ΄ ἡμέρῃσι,
3. τὰ δὲ ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι τὰ δὲ πρὸς τὴν
4. ἥβην προσάγουσιν αὗται πᾶσαι πρός τε διδασκαλίαν ἅμα σαφῆ
5. καὶ πρὸς τὴν τῶν ἀῤῥώστων χρείαν ἱκανῶς ὠφέλιμοι διαφοραί.
6. καὶ γὰρ οὖκ καὶ τὸ τῆς διαίτης εἶδος ἕτερος ἐφ’ ἑκάστης
7. ἐστίν. γνοίης δ’ ἂν μάλιστα τὸν αὐτὸν ἄῤῥωστον ἐν ἁπάσαις
8. αὐταῖς ἐξ ὑποθέσεως ὑποβαλὼν τῷ λόγῳ. νεανίσκος δή
9. τις ἰσχυρὸς ἑαλωκέτω νοσήματι κατὰ τὴν πρώτην τετράδα
10. κριθήσεσθαι μέλλοντι, τὸν ἀφορισμὸν ἐπὶ τούτου μάλιστα
11. προχειρισάμενος ἐκεῖνον. ὅκου μὲν οὖν κάτοξυ τὸ νόσημα αὐτίκα
12. καὶ τοὺς ἐσχάτους πόνους ἔχει καὶ τῇ ἐσχάτως λεπτοτάτῃ
13. διαίτῃ ἀναγκαῖον χρέεσθαι, μήτε τροφήν τινα δῷς τούτῳ
14. μήτε μελίκρατον ἢ ἄλλο τι τοιοῦτον, ἀλλὰ καὶ τοῦ ὕδατος
15. ὅσον οἷόν τε φείδεσθαι κέλευε. τὸν αὐτὸν τοῦτον νεανίσκον
16. ὑποθέμενος ἑβδομαῖον κριθήσεσθαι, βραχύ τι τῆς προειρημένης
17. διαίτης ὑπάλλαξον, ἤτοι μελίκρατον διδοὺς ἤ τι τοιοῦτον
18. ἕτερον πόμα τῇ φύσει τοῦ νοσήματος οἰκεῖον, ὡς Ἱπποκράτης
19. ἐδίδαξε. προσδιοριεῖς δὲ καὶ ταῦτα τὰ μὲν αὐτὸς ἀπό τινων
1. σημείων, οἷον κράσεως, ἔθους καὶ ἡλικίας ἀνευρίσκων, ἔνια δὲ
2. καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος, εἰ στόμαχον ἰσχυρὸν ἔχει
3. μακρὰς ἀσιτίας φέρειν δυνάμενον, ἢ κακούμενον ἑτοίμως καὶ
4. ῥᾳδίως διαλυόμενον. οὕτω δὲ καὶ τὴν ἕξιν ἐπισκοπῶν
5. τἀνθρώπου τὰ μὲν αὐτὸς ἐξ ὧν ἔμαθες ἐν τοῖς περὶ κράσεων
6. ἐξευρίσκων, ἔνια δὲ καὶ τοῦ νοσοῦντος ἀναπυνθανόμενος. εἰσὶ
7. γάρ τινες ἱκανῶς εὐδιαφόρητοι καὶ διὰ τοῦτο μακροτέρας ἀσιτίας
8. οὐ φέρουσιν, οὐδ’ ἂν ἰσχυροὶ τὴν δύναμιν ἔμπροσθεν
9. ὦσιν. εἰ δή σοί τι τοιοῦτον ἀνερωτῶντι καὶ αὐτῷ στοχαζομένῳ
10. φαίνοιτο καὶ ῥᾳδίως μὲν ὁ κάμνων διαφοροῖτο, ῥᾳδίως
11. δ’ ὁ στόμαχος αὐτοῦ πάσχοι, πτισάνης χυλὸν ἀκριβῶς διηθημένον
12. ἑκάστης ἡμέρας ὀλίγον διδόναι καὶ μνημονεύων πάλιν
13. ἐνταῦθα τοῦ πρὸς Ἱπποκράτους εἰρημένου, ὅσον ἕνεκα τοῦ
14. ἔθους εἰσιέναι τι καὶ κεναγγείην μὴ γίνεσθαι πολλὴν, αὐτῆς
15. δὲ ἑβδόμης ἐπιστάσης μηκέτι τρέφειν, ἀλλὰ πρὸ μιᾶς, ἢ πρὸσθεν
16. ἔλαττον διδόναι. καὶ γὰρ οὖν καὶ περὶ τούτων ἀκριβῶς
17. ἡμᾶς ἐδίδαξεν ὁ παλαιὸς ἐν τῷ περὶ διαίτης ὀξέων. εἰ μέντοι
18. τριταῖος ἢ τεταρταῖος ὁ τοιοῦτος νεανίσκος ἐλπίζοιτο κριθήσεσθαι, 
1. μήτε τοῦ στομάχου τὴν κάκωσιν μήτε τῆς ἕξεως τὴν
2. κένωσιν ὑπόπτευε. πρὸς μέντοι τῷ νέος ὑπάρχειν ἅμα καὶ
3. ἰσχυρότατος εἶναι καὶ ῥᾳδίως ἀσιτιῶν ἀνέχεσθαι μακρῶν οὗτος
4. ὁμολογήσει καὶ δυσδιαφόρητός σοι φαίνοιτο καὶ μηδὲν εἴη
5. νόσημα νοσῶν τοιοῦτον ὡς ὀξυμέλιτος ἢ μελικράτου δεῖσθαι,
6. τελέως ἀσιτεῖσθαι τοῦτον ἐγχωρεῖ μέχρι τῆς ζ΄· εἰ δ’ εἰς τὴν
7. γ΄ ἢ δ΄ τετράδα κρίσιν ἔσεσθαι προσδοκήσειεν, οὐκέτ’ ἐγχωρεῖ
8. τὸν τοιοῦτον οὔτ’ ἐπ’ ἀσιτίας φυλάττειν οὔτ’ ἐπὶ μόνου
9. πόματος· ὥστε οὐ σμικρά τις ἡ μεταβολὴ τῆς διαίτης, οὔκουν
10. οὐδὲ τῶν νοσημάτων ἡ διαφορά σμικρά.

Cliquer un n° de page pour en afficher l’image