11. Καλείσθω δὴ τὸ μὲν ἄχρι τῆς ἑβδόμης ἐκτεινόμενον
12. κάτοξυ, τὸ δὲ καὶ περαιτέρω που προϊὸν ἁπλῶς
13. ὀξὺ, μεμνημένων ἡμῶν καὶ τῆς ἐν τῷ κατόξει διαφορᾶς. ἀκριβῶς
14. μὲν γὰρ κάτοξυ τὸ μέχρι τῆς τετάρτης ἡμέρας, οὐκ ἀκριβῶς
15. δὲ τὸ μέχρι τῆς ἑβδόμης ἐκτεινόμενον. οὕτω δὲ καὶ τῶν
16. ὀξέων ἀκριβῶς μὲν ὀξὺ τὸ μέχρι τῆς τεσσαρεσκαιδεκάτης, οὐκ
17. ἀκριβῶς δὲ τὸ μέχρι τῆς εἰκοστῆς, ὀξὺ μέντοι καὶ αὐτό. γένος
1. δ’ ἄλλο νοσημάτων ἐπὶ τῷδε ἐκ μεταπτώσεως ὀξὺ μέχρι τῆς
2. τεσσαρακοστῆς. καλεῖν γὰρ ἄμεινον οὕτως αὐτὸ, διότι τῶν
3. ὀξέων τινὸς ἐλλιπῶς κριθέντος ἐντὸς τῆς εἰκοστῆς ἡμέρας,
4. εἶτα θραυσθείσης τῆς σφοδρότητος, τὸ καταλειπόμενον ἐντὸς
5. τῆς τεσσαρακοστῆς εἴωθε λύεσθαι. ἔνια δ’ εὐθὺς ἐξ ἀρχῆς
6. οἷον κωλυόμενά τε καὶ βραδέως κινούμενα καὶ μηδεμίαν ἀθρόαν
7. ἐν τῷ μεταξὺ ποιησάμενα μεταβολὴν εἰς τὴν τεσσαρακοστὴν
8. ἐκτείνεται. διττὴ δὲ καὶ τούτων ἡ φύσις· ἢ γὰρ εἰς ἀπυρεξίαν
9. ἀκριβῆ τὰς παρακμὰς τῶν παροξυσμῶν ἔχει τελευτώσας, ἢ
10. συνεχὴς ὁ πυρετὸς ἀεὶ διαμένει. τὰ μὲν δὴ τοιαῦτα τῆς τῶν
11. ὀξέων φύσεως ἔχεσθαι δοκεῖ, τὰ δὲ ἕτερα σαφῶς ἐστιν ἤδη
12. χρόνια. πολλαχῇ μὲν δὴ καὶ ἄλλοθι τὸν Ἀρχιγένην δίκαιον
13. ἐπαινεῖν, οὐχ ἥκιστα δὲ καὶ ταύτην ἄν τις γνωρίσειεν αὐτοῦ
14. τὴν περὶ τὰ τῆς τέχνης ἔργα σπουδὴν, ὅτι μὴ τοῖς χρόνοις μόνοις
15. ψιλοῖς, ἀλλὰ καὶ τῇ κινήσει τε καὶ φύσει μᾶλλον ὀξὺ ἢ
16. κάτοξυ προσαγορεύει νόσημα. τὸ γὰρ ἀργῶς τε καὶ βραδέως
17. καὶ μετὰ διαλειμμάτων ἀπυρέτων ἕως τῆς μὲν τεσσαρακοστῆς
18. ἐκτεινόμενον οὐκ ἄν τις εὖ φρονῶν ἔτι καλέσειεν ὀξὺ, φησί.
1. καὶ γὰρ εἰ θᾶττον τῆς μ΄ παύοιτο τοιοῦτον ὑπάρχον, ἤδη
2. χρόνιόν ἐστιν. ἕτερα δὲ νοσήματα βραχυχρόνια μὲν ὀνομάζει,
3. δίκαιον δ’ εἶναί φησι μήτ’ ὀξέα μήτε χρόνια προσαγορεύεσθαι,
4. καθάπερ τοὺς μικροὺς τούτους καὶ ἀκινδύνους
5. πυρετούς. οὗτοι γὰρ ὅτι μὲν οὐκ εἰσὶ χρόνιοι πρόδηλον, ἀποκεχωρήκασι
6. μέντοι τῆς τῶν ὀξέων φύσεως. ὀξὺ γὰρ δὴ τοῦτ’
7. εἶναί φησιν ὃ ᾖ διὰ ταχέων κινδυνῶδες. ὁρᾷς οὖν ὅτι καὶ λύσεως
8. ἐνίοτε τὴν αὐτὴν ἐχούσης προθεσμίαν ἢ ὀξὺ τὸ νόσημα
9. καλέσομεν ἢ οὐκ ὀξύ. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνίοτε τὸ
10. μὲν ὀξὺ, τὸ δὲ χρόνιον, αὐτῇ τῇ κινήσει μόνῃ διορίζοντες. οἶδα
11. γοῦν πολλοὺς ἕως τῆς τεσσαρακοστῆς ἡμέρας ἐν συνεχεῖ πυρετῷ
12. γινομένους, οὕτω δὲ καλῶ δηλονότι τὸν μὴ παυόμενον εἰς
13. ἀπυρεξίαν, ὥσθ’ ὅτι μὲν οὐκ ἦν χρόνιος ἡ τοιαύτη νόσος
14. ἔχειν εἰπεῖν, οὐ μὴν οὐδ’ ἁπλῶς γ’ ὀξεῖαν αὐτὴν ὀνομάζειν εὔλογον.
15. ἀλλὰ γὰρ ἐπειδὴ τά τ’ ἐκ μεταπτώσεως ὀξέα τῆς ἀκριβοῦς
16. λύσεως ὅρον ἔχει τὸν ἐξωτάτω τὴν τεσσαρακοστὴν ἡμέραν,
17. ἔνια δὲ διὰ παντὸς ἐν συνεχείᾳ πυρετοῦ μέχρι ταύτης
1. ἐξετάθη· κείσθω καὶ οὕτως ὁ χρόνος ἐνίοτε μὲν ἤδη χρονίων
2. σαφῶς νοσημάτων, τῶν ἐχόντων διάλειμμα, ὡς ἔμπροσθεν εἶπον,
3. ἐνίοτε δ’ ὀξέων εἶναι κριτικός. οὕτως οὖν ὁ Ἱπποκράτης
4. ἔλεγεν ἐν τῷ προγνωστικῷ· εὔπνοιαν δὲ χρὴ νομίζειν
5. κάρτα μεγάλην δύναμιν ἔχειν εἰς σωτηρίην ἐν πᾶσι τοῖσιν
6. ὀξέσι νοσήμασιν ὁκόσα σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα
7. ἡμέρῃσι κρίνεται· οὐ γὰρ ἁπλῶς ὀξέων εἶπε καίτοι δυνάμενος
8. εἰπεῖν, ἀλλὰ μετὰ προσθήκης τοῦ ἐν τεσσαράκοντα ἡμέρῃσι
9. κρίνεται, ὡς ὄντων τινῶν ὀξέων, ἃ τῆς παντελοῦς λύσεως ἕνεκα
10. εἰς αὐτὴν ἐκτείνεται τὴν ἡμέραν. τὰ μὲν οὖν ἁπλῶς ὀξέα τῆς
11. τεσσαρεσκαιδεκάτης οὐκ ἂν ἐξωτέρω προβαίη μὴ κριθέντα, τὰ
12. δὲ εἰς μ΄ ἐκπίπτοντα ποτὲ μὲν αὐτὰ τοιαῦτά ἐστι, τὰ ἐντὸς
13. τῆς τεσσαρεσκαιδεκάτης ἐλλιπῶς κριθέντα, ποτὲ δὲ ὧν ὀλίγον
14. ἔμπροσθεν ἐμνημόνευσα μὴ πάνυ τι πολλάκις γινόμενα. καὶ
15. μὲν δὴ καὶ τρίτα τὰ σαφῶς ἤδη βραδέα τὰ τοῖς ὀξέσιν ἀντιδιαιρούμενα
16. τὴν τεσσαρακοστὴν ἡμέραν ἔχει κρίσιμον. ἀλλὰ
1. περὶ μὲν τούτων ὀλίγον ὕστερον ἐροῦμεν. ὅλον δὲ τὸ προειρημένον
2. γένος τῶν ἐκ μεταπτώσεως ὀξέων ὀνομαζέσθω.
3. δέδεικται μὲν οὖν ἡμῖν καὶ δι’ ἑτέρων καὶ μάλιστα ἐν τῷ τρίτῳ
4. τῶν περὶ δυσπνοίας ὡς ἐν τῷ προγνωστικῷ γράμματι περί τε
5. τῶν ἁπλῶς ὀξέων διαλέγεται καὶ προσέτι τῶν ἐκ μεταπτώσεως
6. ἐκείνων ἀποτελουμένων. ὅταν οὖν ἐπὶ τῇ τελευτῇ μὲν
7. τοῦ βιβλίου καθόλου ποιούμενος τὴν ἀπόφασιν εἴποι· ταῦτα
8. δὲ λέγω περὶ τῶν ὀξέων νοσημάτων καὶ ὅσα ἐκ τουτέων γίνεται·
9. κατὰ μέρος δὲ περὶ μὲν ὑδρώπων ᾧδέ πως· οἱ δὲ ὕδρωπες
10. οἱ ἐκ τῶν ὀξέων νοσημάτων γινόμενοι πάντες κακοί·
11. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ὅταν περὶ τῶν ἐμπύων τε καὶ
12. φθισικῶν ὀνομαζομένων καὶ τῶν ἐξ ἀποστήματος εἰς χρόνον
13. ἐμπιπτόντων μακρότερος ὁ λόγος αὐτῷ γίνηται, σαφῶς δηλοῖ
14. ὡς οὐκ ἐπελάθετο μὲν τοῦ προκειμένου, τὰ δὲ ἐκ τῶν ὀξέων
15. νοσημάτων γινόμενα, κᾂν ᾖ χρόνια, διέρχεται. οὕτως οὖν κᾀκεῖνα
16. εἴρηται· αἱ δ’ ἄλλαι ἐκπυήσιες αἱ πλεῖσται ῥήγνυνται,
17. αἱ μὲν εἰκοσταῖαι, αἱ δὲ τριακοσταῖαι, αἱ δὲ τεσσαρακοσταῖαι,
18. αἱ δὲ πρὸς ἑξήκοντα ἡμέρας ἀφικνέονται. καὶ μὲν δὴ κᾀν τῷ
19. καταλόγῳ τῶν κρισίμων ἡμερῶν τῶν κατὰ τὸ προγνωστικὸν
1. ἕως τῆς ἑξηκοστῆς ἡμέρας προέβη δεόντως. ἐπεὶ γὰρ οὐ περὶ
2. τῶν ὀξέων μόνον, ἀλλὰ καὶ τῶν ἐκ τούτων γινομένων ὁ
3. λόγος ἦν αὐτῷ, προσηκόντως, οἶμαι, κᾀν ταῖς κρισίμοις
4. αὐταῖς, κᾀν τῇ περὶ ῥήξεως τῶν ἀποστημάτων διδασκαλίᾳ
5. τῆς ἑξηκοστῆς ἡμέρας ἐμνημόνευσε. ταύτην οὖν τὴν διδασκαλίαν
6. οἱ μὴ νοήσαντες εἰκῇ καὶ μάτην ἐν τούτοις
7. πλέκουσι ζητήματα, μάχεσθαι νομίζοντες τῷδε τῷ λόγῳ
8. τῷ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένῳ τῷ φάσκοντι, τὰ
9. ὀξέα τῶν νοσημάτων ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι κρίνεται,
10. ὥσπερ οὐκ αὐτοῦ τοῦ Ἱπποκράτους ἀκριβῶς ἐνδειξαμένου
11. τῷ λόγῳ τῶν ἐκ μεταπτώσεως ὀξέων τὴν φύσιν ἑτέραν
12. τῆς τῶν ἁπλῶς ὀξέων. αὐτὸ γὰρ δὴ τοῦτ’ ἐναντίον ἐστὶν ἢ
13. ἐκεῖνοι νομίζουσιν. εἰ μὴ γὰρ διττὴν ἠπίστατο τῶν ὀξέων τὴν
14. φύσιν, ἑτέραν μὲν τῶν ἁπλῶς ὀξέων, ἑτέραν δὲ τῶν ἐκ μεταπτώσεως,
15. οὐκ ἂν διωρίσατο τῇ προσθήκῃ τὴν ἀπόφασιν,
16. ἀλλ’ ἁπλῶς εἶπεν ἂν, εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην
17. δύναμιν ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασι.
18. νυνὶ δὲ ἐπειδὴ τὴν τοιαύτην λέξιν ἠπίστατο τῶν ἁπλῶς ὀξέων
19. ἐσομένην ἐνδεικτικὴν, οὐ μὴν ἐβούλετό γ’ οὕτως, ἀλλὰ σὺν
1. αὐτοῖς καὶ τἄλλα περιλαβεῖν, εὐλόγως προσέθηκε πρῶτον
2. μὲν τὸ ὁπόσα σὺν πυρετοῖς εἰσι, μηκέτι προσγράψας τοῖσι
3. συνεχέσιν, ὅπερ ἴδιον ἦν τῶν ἁπλῶς ὀξέων· ἔπειτα δὲ καὶ τὸ
4. ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται, ὡς ἂν ἄλλων τινῶν ὄντων
5. ὀξέων, ἃ οὐκ ἐν μ΄ ἡμέρῃσι κρίνεται. πανταχόθεν οὖν αὐτῷ
6. διώρισταί τε καὶ δέδεικται σαφῶς ἡ φύσις τῶν νοσημάτων,
7. ὑπὲρ ὧν ὁ σύμπας ἐστὶ κατὰ τὸ προγνωστικὸν λόγος. οἱ δ’
8. ἐξηγηταὶ τὰ σαφῶς εἰρημένα ζητοῦσιν ἀσαφῆ ποιῆσαι. τὸ
9. μὲν οὖν ὀνόματος προσθήκῃ λύειν ἐπιχειρεῖν ὃ πλέκουσι ζήτημα
10. συγγνωστὸν, ἀλλὰ τοῦτο μὲν ποιήσουσιν οἱ οὕτω γράφοντες·
11. εὔπνοιαν δὲ χρὴ νομίζειν κάρτα μεγάλην δύναμιν
12. ἔχειν εἰς σωτηρίαν ἐν πᾶσι τοῖσιν ὀξέσι νοσήμασιν, ὁκόσα
13. σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται.
14. τινὲς δὲ καὶ μὴ προσγράφοντες ἐν τῇ ῥήσει τὸ καὶ ὁκόσα,
15. συνυπακούειν δεῖ, φασὶν, ἵν’ ὁ λόγος αὐτῷ γένηται διπλοῦς,
16. ὁ μὲν ἕτερος περὶ τῶν ὀξέων νοσημάτων, ὑπὲρ ὧν ἀπεφήνατο
17. κατὰ τοὺς ἀφορισμοὺς, ὁ δ’ ἕτερος ὑπὲρ τῶν ἄλλων, ὅσα
18. σὺν πυρετοῖς ἐστι καὶ ἐν τεσσαράκοντα ἡμέρῃσι κρίνεται. τὸ
1. δὲ μηδὲ ἐν τοῖς ἀφορισμοῖς οἴεσθαι τὴν ιδ΄ ἡμέραν κρίσιμον,
2. ἀλλὰ κᾀκεῖ δεκατέσσαρας τὰς πάσας ὑπολαμβάνειν ἀποφαίνεσθαι
3. τὸν Ἱπποκράτην κρισίμους ἡμέρας ὑπάρχειν, εἶναι γὰρ
4. τοσαύτας, εἴ τις ἀπὸ τῆς τρίτης, ἣ πρώτη πασῶν κρίνειν
5. πέφυκεν, ἀριθμήσειεν ἄχρι τῆς μ΄, οὐ μικρᾶς καταγνώσεως
6. ἄξιον. οὔτε γὰρ ὡς ἰατροὶ τοῦτο λέγουσιν οὔθ’ ὡς ἀριθμεῖν
7. γινώσκοντες οὔθ’ ὡς ἀναγινώσκειν εἰδότες. ἰατροὶ γὰρ ὄντες
8. ἠπίσταντό τε ἂν πρῶτον μὲν ὡς οὐδὲν τῶν ἀκριβῶς ὀξέων εἰς
9. τὴν μ΄ ἡμέραν ἀφικνεῖται μὴ προκριθέν· ἔπειτα δὲ καὶ ὡς
10. οὐδὲ τεσσαρεσκαίδεκα τὸν ἀριθμόν εἰσιν αἱ μέχρι τῆς μ΄ κρίσιμοι.
11. κατὰ τοῦτο δὲ οὐδὲ ἀριθμεῖν ἄν τις αὐτοὺς ἐπίστασθαι
12. φαίη. πλείους γάρ εἰσι τῶν δεκατεσσάρων τό τε ἀληθὲς αὐτὸ
13. καὶ τὸ φαινόμενον ἐπὶ τῶν ἔργων σκοπουμένοις καὶ μέντοι
14. καὶ τὸ πρὸς Ἱπποκράτους ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν εἰρημένον.
15. ἔμπροσθεν δὲ παρέγραψα τὴν λέξιν ἐκείνην, ἐν ᾗ διδάσκει
16. τὰς κρισίμους ἡμέρας ἁπάσας, εἴ τις ἀριθμεῖν ἐπίσταται,
17. πλείους εὑρήσει τῶν ιδ΄ μέχρι τῆς μ΄ γενομένας. εἰ δὲ τὰς
1. κατὰ τετράδα μόνας ἀριθμεῖ τις, ἴσως γὰρ ἐπὶ τούτῳ ἐξελεγχόμενοι
2. πάλιν μεταβήσονται, ἐλάττους εἰσὶν, αἱ δὲ τῶν ιδ΄.
3. ὅτι δ’ οὐδ’ ἀναγινώσκειν ἴσασιν οἱ τὰ τοιαῦτα λέγοντες ᾧδ’
4. ἂν μάλιστα γνοίης. εἰ μὲν οὖν ἐν τῷ προγνωστικῷ τὴν μ΄
5. ἡμέραν κρίσιμον εἶπεν εἶναι τῶν ὀξέων, ἔπειτα ἐν τοῖς ἀφορισμοῖς
6. ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσι ταῖς πάσαις ἔλεγεν αὐτὰ
7. κρίνεσθαι, τότε γ’ ἐνεχώρει τι τοιοῦτον οἷον ἐκεῖνοι λέγουσιν
8. ἐπινοεῖν. ἐπεὶ δὲ κᾀν τῷ προγνωστικῷ ἐν τεσσαράκονθ’ ἡμέρῃσιν
9. ἔφησιν αὐτὰ κρίνεσθαι, κᾀν τοῖς ἀφορισμοῖς ἐν τεσσαρεσκαίδεκα,
10. γελοιότατόν ἐστι τῆς αὐτῆς λέξεως ἄλλοτ’ ἄλλως
11. ἀκούειν. ἀμείνους δὲ τούτων οἱ μὴ ζητοῦντες τοὺς λόγους
12. ἀποδεῖξαι, ὁμολογοῦντες ἄλλου μὲν εἶναι τοὺς ἀφορισμοὺς ἀνδρὸς,
13. ἄλλου δὲ τὸ προγνωστικὸν, ἀλλ’ οὗτοι θαυμαστοὶ τῆς
14. μεγαλοψυχίας. ὅτι δὲ τὸ χρήσιμον εἰς τὴν τοιαύτην διδασκαλίαν
15. ὁ Ἱπποκράτης ἐπισκοπούμενος ἀεὶ τὰ μὲν ἁπλῶς
16. ὀξέα τὴν ιδ΄ ἡμέραν ὅρον ὀρθῶς ἔφησεν ἔχειν, τῶν δ’ ἐκ μεταπτώσεως
17. ὀξέων τὰ μὲν τὴν μ΄, τὰ δὲ τὴν ξ΄, αὐτάρκως
18. ἐπιδέδεικται.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.12, ed. Kühn, 1825, vol. 9, p. 886-894. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩