1. Χρὴ δὲ εἰδέναι καθόλου περὶ τῶν τοιούτων
2. ἁπάντων ὡς ὅσα ποσοῦ τινος εἰς μόρια διαιρουμένου
3. γίνεται, ἔχει τὴν σωριτικὴν ἀπορίαν ἑπομένην. δεῖ τοιγαροῦν
4. οὕτω τέμνειν ἐπιχειρεῖν ὡς μήτε τὰ πολὺ διαφέροντα μόρια
5. συνάπτειν ἀλλήλοις, ὅπερ εἰς ὀλίγα τεμνομένου τοῦ παντὸς
6. ποσοῦ γίνεται, μήθ’ οὕτω πολλὰ ποιεῖν ὡς τὸ τῆς διδασκαλίας
7. χρηστὸν ὑπερεκπίπτειν. ὡς οὖν ἐνδέχεται τὰ κάλλιστα
8. διελεῖν, οὕτω μοι φαίνεται τέμνεσθαι τὰ πρὸς Ἱπποκράτους.
9. πρῶτον μὲν γὰρ τὰ κατόξεα μέχρι τῆς ἑβδόμης ἐνδείκνυται
10. προϊέναι, δι’ ὧν, ὡς ἔφην, ἐν ἀφορισμοῖς εἶπεν ἐσχάτως
11. χρῆναι λεπτῶς διαιτᾷν αὐτά. εἶτα μετὰ ταῦτα ἐν τῷ περὶ
12. διαίτης ὀξέων, ἄχρι τῆς ἑβδόμης τινὰς ἐν ἀσιτίᾳ φυλάττειν
13. παντελεῖ. ἔπειτα δὲ καὶ τὴν ιδ΄ τῶν ἁπλῶς ὀξέων τέλος ἔθετο,
14. κᾄπειτα μέχρι τῆς κ΄ προὔβη. αὖθις δὲ καθ’ ἑκάτερον εἶδος
15. νόσου, ἄχρι τῆς μ΄, καὶ αὖθις δὲ καθ’ ἑκάτερον ἕως τῆς ξ΄,
16. εἶτ’ αὖθις ὅρον ἔσχατον τῶν κρινουσῶν ἡμερῶν τὴν ρ΄ τε καὶ
17. εἰκοστὴν ἐποιήσατο, τεττάρων δηλονότι μηνῶν ὑπάρχοντα
1. χρόνον. ἑξῆς δὲ τὰ μὲν ἐν μηνῶν ἀριθμῷ κριτικῶν, τὰ δὲ ἐν
2. ἐτῶν λύεσθαι λέγει. τὸ μὲν οὖν εἰς τὴν διδασκαλίαν χρήσιμον
3. τοῦτ’ ἔστι. παρεμπίπτει δέ τινα λογικὰ ζητήματα παραμυθίαν
4. ἐπιζητοῦντα, καθάπερ, οἶμαι, καὶ τόδε, τῶν ὀξέων ὁμολογουμένων
5. εἶναι νοσημάτων, ἔνια τὴν ιδ΄ ἡμέραν ὑπερβαίνοντα
6. φαίνεται, καὶ διὰ τοῦτο καὶ Διοκλῆς οὐ τὴν ιδ΄, ἀλλὰ τὴν
7. εἰκοστὴν ὅρον αὐτῶν ἐτίθετο, κατὰ τοῦτο μὲν ἁμαρτάνων,
8. ὅτι μὴ τὴν κ΄ μᾶλλον, ἀλλὰ τὴν κα΄ ὅρον αὐτῶν ἔτι
9. ἐτίθετο, οὐ μὴν ἐκεῖνός γε πάντως σφαλλόμενος ἐν τῷ ιδ΄
10. ὑπερβαίνειν. ἴσμεν γάρ τινας τῶν ὀξέως διανοσησάντων ἑπτακαιδεκαταίους
11. τε καὶ εἰκοσταίους κριθέντας, ὥσπερ ἀμέλει καὶ
12. παρ’ αὐτῷ τῷ Ἱπποκράτει ἐν αὐτοῖς τοῖς ἐπιδημίοις ἔστιν
13. εὑρεῖν. πῶς οὖν, εἴπερ τοῦτο οὕτως ἔχει, καὶ φαίνεταί τινα
14. τῶν ὀξέων νοσημάτων ὑπερβαίνοντα τὴν ιδ΄ ὅρον αὐτῶν, τήνδε
15. τὴν ἡμέραν ἐν ἀφορισμοῖς ἐποιήσατο; πρόχειρον μὲν ἦν
16. φάναι σπάνιον μὲν εἶναι τοῦτο, πλειστάκις δὲ θάτερον ἀποβαίνειν
17. εἴωθεν. ἔστι δ’ ὅτε τὸν Ἱπποκράτην μόνον ἀποφαίνεσθαι
18. τὸ πλειστάκις ὀφθὲν, ἐν οὐδενὶ λόγῳ τὸ σπάνιον
1. τιθέμενον. ἀλλὰ καὶ βαθυτέρας τινὸς ἔχεται γνώμης ἡ ἀπόφασις,
2. ἄν τις αὐτὴν ἐξετάζῃ προσηκόντως. ὅσα γὰρ εἰς τὴν ιζ΄
3. ἡμέραν, ἢ τὴν εἰκοστὴν ἐξέπεσεν ἀκριβῶς ὀξέα νοσήματα,
4. πάντως ἤρξατο ταῦτα καθάπερ ὑποβρύχια βραδέως τε καὶ
5. οἷον μεμολυσμένως κινεῖσθαι. κᾄπειτα τὰ μὲν ἐν τῇ πρώτῃ
6. τετράδι, τὰ δὲ ἐν τῇ δευτέρᾳ τὴν τῶν ἀκριβῶς ὀξέων ἀπολαμβάνοντα
7. κίνησιν, εἰς τὴν ιζ΄ τε καὶ κ΄ ἐξέπεσεν, ἐντὸς τῆς ιδ΄
8. καὶ ταῦτα τῆς ἑαυτῶν κριθέντα. τὰ γὰρ ἐν τῇ τετράδι τῶν
9. ἡμερῶν ἀπαρξάμενα τῆς ὀξύτητος, ἔπειτα ἑπτακαιδεκαταῖα
10. κριθέντα, δῆλον ὡς οὐχ ὑπερέβη τὴν ἑαυτῶν τεσσαρεσκαιδεκάτην.
11. οἶδε δὲ τοῦτο καὶ αὐτὸς μὲν ὁ Διοκλῆς καὶ οἱ ἄλλοι
12. σχεδὸν ἅπαντες οἱ παλαιοί. φρενιτικοὺς γοῦν εὐθὺς ἀπὸ τῆς
13. πρώτης ἡμέρας οὐ πάνυ τι γίνεσθαί φησιν. εἰ τοίνυν τις
14. ἀρξάμενος φρενιτίζειν, ἤτοι πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ ἑπτακαιδεκαταῖος,
15. ἢ εἰκοσταῖος κριθείη, πρόδηλον ὡς ἐντὸς
16. τῆς ἑαυτοῦ ιδ΄ ἐκρίθη. κατὰ τοῦτο δὴ καὶ μάλιστα νομίζω
17. τὴν κ΄ ἡμέραν εἰς ἀμφιβολίαν ἐμπεσεῖν, ἐπαμφοτερίζουσαν τῇ
18. δυνάμει τῷ πολλάκις μὲν τὰ μετὰ τὰς πρώτας ἡμέρας, ὀξέα
1. νοσήματα γενόμενα κρίνειν, ἐνίοτε δὲ ἐπικρίνειν τὰ προκριθέντα.
2. τῶν γὰρ ἀπὸ τῆς πρώτης ἡμέρας ὀξέων οὐδὲν εἰς
3. ταύτην ἐμπίπτει μὴ προκριθέν. εἰ δ’ ἔν τινι τῶν ἔμπροσθεν
4. ἡμερῶν ἐλλιπῶς κεκριμένον αὕτη τελείως ἀπαλλάξειεν, οὐκ
5. ἀναιρεῖ τὸ τῶν ὀξέων νοσημάτων τὴν ιδ΄ εἶναι πέρας. ὅσα δὲ
6. κατὰ τὴν ἀρχὴν ὑποβρύχιά τε καὶ μολυνόμενα φανεῖται καὶ
7. μετὰ ταύτην ἕως τῆς μ΄ τοιαῦτα μείναντα, πάλιν ἐπιταθῇ,
8. ταῦτα χρόνια δικαίως ἄν τις ὀνομάσειεν. ὥσπερ γε τῶν ὀξέων
9. μὲν σαφῶς παθῶν, ἀλλ’ ἔν τινι τῶν πρὸ τῆς κ΄ κριθέντων
10. οὐκ ἀσφαλῶς, εἶτα διαλιπόντων, κᾄπειθ’ ὑποστρεψάντων,
11. εἶτ’ αὖθις ὀξέων γινομένων, κᾄπειτ’ ἐν τῇ μ΄ κριθέντων, διαπορήσειεν
12. ἄν τις, εἴθ’ ἁπλῶς ὀξέα καλεῖν αὐτὰ προήκει, εἴτ’
13. ἐκ μεταπτώσεως ὀξέα, πολὺ δὲ μᾶλλον εἰ χρόνια. ἐν μὲν δὴ
14. τοῖς ἀμφιβόλοις τε καὶ ἀσαφέσιν οὐ χρὴ ζητεῖν ἀπόφασιν
15. ἀσφαλῆ. κατὰ γὰρ τὴν τῶν πραγμάτων φύσιν ἀεὶ χρὴ γίνεσθαι
16. τὰς ἀποφάσεις ἀσφαλεῖς. ἐν οἷς δέ ἐστιν ἡ τῶν πραγμάτων
17. φύσις ἀκριβῶς ἁπλῆ, σαφῆ καὶ ἁπλῆν ἐνταῦθα χρὴ ποιεῖσθαι
18. τὴν ἀπόφασιν. ἐπεί τοι καὶ κατ’ αὐτοὺς τοὺς ἀφορισμοὺς
19. ὁ Ἱπποκράτης, ἡνίκα τὴν ιδ΄ ἡμέραν ὅρον ἔθετο τῶν
1. ὀξέων νοσημάτων, εὐθὺς καὶ τῆς ιζ΄ ἐμνημόνευσε γράφων
2. ὡδί· θεωρητὴ πάλιν ἡ ιζ΄· αὕτη γάρ ἐστι δ΄ μὲν ἀπὸ τῆς ιδ΄,
3. ζ΄ δὲ ἀπὸ τῆς ια΄. ἐμφαίνει γὰρ κᾀνταῦθα περὶ τῆς κ΄ ὡς ἂν
4. δευτέρου τινὸς ὅρου τῶν ὀξέων. ἀλλ’ ἐπεὶ καὶ τοῦτο τὸ βιβλίον
5. αὔταρκες ἤδη μῆκος ἔχει, καταπαύσω τῇδε τὸν ἐνεστῶτα
6. λόγον. ὅσον δ’ ὑπόλοιπόν ἐστι τῆς περὶ κρισίμων ἡμερῶν
7. θεωρίας ἐν τῷ μετὰ τοῦτο σύμπαν εἰρήσεται.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.13, ed. Kühn, 1825, vol. 9, p. 895-899. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩