12. Λέλεκται δ’ ἐν αὐτοῖς πρῶτον ἓν μὲν τὸ
13. μὴ δεῖν ἐπὶ πάντων ἑξῆς τῶν ἀῤῥώστων τὴν ἐξέτασιν τῶν κρισίμων
14. ἡμερῶν ποιεῖσθαι, μόνους δ’ ἐκλέγειν ἐκείνους καὶ ἀναλαμβάνειν
15. εἰς τὴν βάσανον, ἐφ’ ὧν μήτ’ αὐτὸς ὁ ἰατρὸς ἥμαρτέ
16. τι μήθ’ ὁ κάμνων, ἀλλὰ μήθ’ οἱ παραμένοντες, ἢ καί τι τῶν
17. ἔξωθεν ἀπήντησε βλαβερόν. ἔπειτα δὲ καὶ τὸ τὰς ἀρχὰς τῶν
18. νοσημάτων οὐκ ἐκ λόγου τινὸς, ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας
1. λαμβάνειν, ὁπότε πρῶτον ὁ κάμνων αὐτὸς ᾔσθετο σαφῶς,
2. οὕτως εἰσβάλλοντος αὐτῷ τοῦ νοσήματος ὡς κοινώσασθαι
3. βούλεσθαί τινι τῶν παρόντων ἰατρῶν, καὶ τρίτον, ἐπειδὰν εἰς
4. πλείονας ἡμέρας ἐφεξῆς ἀλλήλων οὔσας ἡ κρίσις μερισθῇ, τίνος
5. ἐστὶν οἰκεία δύνασθαι διαγινώσκειν. εἰ μὴ γὰρ διορισάμενός
6. τις ὑπὲρ τούτων ἐπὶ τῇ πείρᾳ τὰς κρισίμους ἡμέρας ἐξετάζειν
7. ἀφίκοιτο, πάμπολυ σφαλήσεται. τὸ μὲν δὴ κατὰ τὴν πεῖραν
8. αὐτὴν τοιόνδε τί ἐστι. τὸ δὲ κατὰ τὸν λόγον, ὡς χρὴ
9. κρίνεσθαι τὴν πεῖραν, ἐφεξῆς δίειμι. φυσικὸν εἶναι χρὴ τὸν
10. ταῦτα κρινοῦντα καὶ πεπεισμένον ἀκριβῶς ὅτι φύσις ἐξαρκεῖ
11. παντάπασιν καὶ ὡς προνοεῖται τοῦ σώματος ἡμῶν ἄκραν τινὰ
12. πρόνοιαν, ὅτι τε ταῖς οἰκείαις κινήσεσιν, εἴπερ τι καὶ ἄλλο, τεταγμέναις
13. οὕτως καὶ ἡ φύσις χρῆται. τούτων δὲ τὰ μὲν ἐκ
14. τῶν περὶ χρείας μορίων ἔνεστι συλλογίσασθαι. δέδεικται γὰρ
15. ἀκριβῶς ἄκρα τις ἐν τῇ διαπλάσει τοῦ ζώου τέχνη τῆς
16. φύσεως, τὰ δ’ ἐν ταῖς τῶν κυημάτων αὐξήσεσίν τε καὶ τελειώσεσι
17. καὶ ἀποκυήσεσι. καθ’ ἕκαστον γὰρ ζῶον ἡ τοῦ γένους
18. οἰκεία προθεσμία τοῖς κυουμένοις ἅπασιν ἀκριβῶς φυλάττεται,
1. τεταγμένας δηλονότι τῆς φύσεως ἀεὶ τὰς κινήσεις ἐχούσης.
2. οὕτω δὲ καὶ ἡ μετὰ τὴν ἀποκύησιν αὔξησις ἑκάστου ζώου γίνεται.
3. ἡ τελείωσις δὲ καὶ ἡ παρακμὴ ἐν χρόνοις ὡρισμένοις
4. γίνεται. καὶ μὲν δὴ καὶ ὅστις τοῖς περὶ τῶν φυσικῶν δυνάμεων
5. ὑπομνήμασιν ὡμίλησε καὶ τοῖς ἄλλοις ἅπασιν ὅσα κατὰ μέρος
6. ἡμῖν ὑπὲρ ἑκάστης γέγραπται τῶν φυσικῶν ἐνεργειῶν, οἶμαι
7. πεπεῖσθαι τοῦτον εἰς ὅσον ἥκουσι προνοίας τε ἅμα καὶ τάξεως
8. αἱ τῆς φύσεως κινήσεις. εἰ δή τις ὑπὸ τούτων πέπεισται
9. καὶ θαυμάζει τὴν τέχνην θ’ ἅμα καὶ τὴν τάξιν τῆς φύσεως,
10. ἀναμνησθεὶς αὖθις ὅσον ἀπολείπεται καὶ προνοίᾳ καὶ τάξει
11. τῶν κατ’ οὐρανὸν, ἀταξίαν τινὰ, οἶμαι, δώσει σύμφυτον τῇ
12. τῆς ἐνταῦθα οὐσίας κινήσει. καὶ τὸ μὲν καλὸν ἅπαν, ὅσον
13. ἂν ᾖ καλὸν ἐνταῦθα, καὶ μέντοι καὶ τὸ τεταγμένον τε καὶ τεχνικὸν
14. ἄνωθεν ἐγγίνεσθαι φήσει, τὸ δ’ ἄτακτόν τε καὶ πεπλανημένον
15. ἐκ τῆς ἐνταῦθα ὕλης ὁρμᾶσθαι. καὶ ταῦθ’ Ἱπποκράτης
16. πρῶτος ἁπάντων ὧν ἴσμεν ἐπείσθη Ἑλλήνων, μετ’
17. αὐτὸν δὲ ἅπαντες οἱ ἄριστοι τῶν φιλοσόφων. εἰ δὲ μὴ μακρὸς
18. ἔμελλεν ὁ λόγος ἔσεσθαι, τάχ’ ἂν ὧν λέγουσιν ἀποδείξεων εἰς
1. πίστιν τῶν εἰρημένων δογμάτων ἐμνημόνευσα. ἀλλὰ γὰρ ἀρκεῖ
2. τῷ παρόντι λόγῳ καὶ ταῦτα. χρὴ τοίνυν τὸν ἰατρὸν ὅστις
3. ἂν ἄξιος ἔσεσθαι μέλλῃ τῆς Ἱπποκράτους τέχνης, εἴπερ τι ἄλλο,
4. καὶ τοῦτο πεπεισμένον ἥκειν ἐπὶ τὸ κρίνειν τὴν πεῖραν, ὡς
5. τεταγμένον τι χρῆμά ἐστιν ἡ φύσις, κᾀπειδὰν κρατῇ τῆς ὕλης,
6. ἀναλογίαις τισὶν ὡρισμέναις καὶ περιόδοις τεταγμέναις αἱ κινήσεις
7. αὐτῆς γίνονται. τὰ δ’ ἀλόγως παρεμπίπτοντά ποτε καὶ
8. συγχέοντα τὴν τάξιν, ἐπειδὰν μὴ πάντῃ κρατῇ τῆς ὕλης, ἀλλ’
9. ἐμποδίζοιτό ποτε καὶ κωλύοιτο τοῖς ἑαυτῆς λόγοις κινεῖσθαι,
10. τότ’ αὐτῇ συμπίπτει. τοῦτο γὰρ εἴπερ εἴη πεπεισμένος, ἔπειτα
11. ἐκ τῆς ἐμπειρίας ἐπιμάθοι τό τε τῆς ζ΄ ἡμέρας ἐν ταῖς κρίσεσιν
12. ἀσφαλές θ’ ἅμα καὶ τέλειον καὶ ἀκίνδυνον καὶ εὔσημον
13. καὶ πολὺ τότε τῆς τεσσαρεσκαιδεκάτης ταύτῃ παραπλήσιον,
14. ἐπιμάθοι δὲ καὶ ὡς ἡ μὲν τετάρτη τῆς ἑβδόμης ἐστὶν
15. ἐπίδηλος, ἡ δὲ ἑνδεκάτη τῆς τεσσαρεσκαιδεκάτης, εὐθὺς αὐτοῦ
16. παραστήσεται σκοπεῖσθαί τι περὶ τῆς ἑβδόμης. ὅπου γὰρ καὶ
17. τῆς πρώτης ἑβδομάδος διχῆ διαιρεθείσης ἡ τετάρτη δεξαμένη
18. τὴν τομὴν ὁποῖόν τι τὸ τέλος ἔσται προδηλοῖ καὶ τῆς δευτέρας
1. ὡσαύτως, πῶς οὐκ ἄν τις εἰς ἔννοιαν ἀφίκοιτο τοῦ τελείαν
2. μέν τινα εἶναι περίοδον ἑκάστην τῶν ἑβδομάδων, ἐπειδὴ
3. τὸ μέσον ἑκατέρου τῶν ἄκρων ἴσον ἀφέστηκε; καὶ διὰ τοῦτο
4. καὶ τὴν πρὸς ἄμφω κοινωνίαν ὁμοίαν ἔχει, τὴν μὲν τετάρτην
5. ὁπόσα διὰ τῆς πρώτης ἡμέρας οὐκ ἐπαύσατο πειρᾶσθαι
6. λύειν αὐτήν· τὴν ια΄ δ’ αὖ πάλιν ὁπόσα διὰ τῆς ζ΄. εἰ δ’ εἴη
7. μεῖζον ἢ ὥστε μὴ διὰ τῆς τετάρτης ἡμέρας κριθῆναι τὸ νόσημα,
8. προεργάζεσθαι μὲν ταύτην, τὸ τέλος δὲ ἐπιτιθέναι τὴν
9. ἑβδόμην. ὡσαύτως δὲ καὶ ὅσα κατὰ τὴν ἑβδόμην οὐκ ἐπαύσατο,
10. τὴν ια΄ αὐτοῖς ἐπιχειρεῖν, καὶ οὕτως ἢ αὐτὴν κρίνειν,
11. ἢ προεργάζεσθαι τῇ ιδ΄ καὶ κατ’ αὐτὴν εὐθὺς εἰς τὴν θεωρίαν
12. ἵστασθαι. καὶ τὸ μὲν εἴτ’ αὐτοὶ πεφύκασιν οἱ ἀριθμοὶ δρᾷν,
13. εἴτε ἕπονται τεταγμέναις κινήσεσιν οὐκ αὐτοὶ δρῶντες, ἀλλὰ
14. ταῖς ἐν χρόνῳ τινὶ δρώσαις οὐσίαις ἑπόμενοι, τοῖς φιλοσόφοις
15. σκοπεῖσθαι παρίημι· τὸ δ’ ἀμφοτέροις ὁμολογούμενον κοινῇ
16. λαβών τις, τὸ φαίνεσθαι τάς τε κατ’ οὐρανὸν οὐσίας ἀεὶ ταῖς
17. οἰκείαις ἀναλογίαις τῆς κινήσεως κεχρημένας, ἤδη δὲ καὶ ἐν
1. τοῖς ἐπιγείοις ζώοις, ἐπειδὰν ἀκριβῶς ὑγιαίνωσιν, ἄλλην ἄλλῳ
2. καὶ κυήσεως εἶναι καὶ ἀποκυήσεως καὶ αὐξήσεως καὶ τελειώσεως
3. καὶ ἀκμῆς καὶ παρακμῆς καὶ διαλύσεως ἀναλογίαν ἀριθμοῦ,
4. πιστεύσειε δήπου καὶ τὰς κρινούσας ἡμέρας ἀριθμόν τέ
5. τινα τεταγμένον ἔχειν, συγχεῖσθαί τε τοῦτον ἔστιν ὅτε κατὰ
6. τὰς νόσους ὑπὸ τῶν παρὰ φύσιν διαθέσεων. εἰ δή τις, ὡς καὶ
7. πρόσθεν ἔφην, ἐπὶ τὴν πεῖραν ἀφίκοιτο, πάμπολυ μὲν τὰς
8. ἑβδομάδας εὑρήσει δυναμένας, ἐφεξῆς δ’ αὐταῖς τὰς τετράδας.
9. ἐπισκέψεται δὲ περὶ τῶν παρεμπιπτουσῶν ἡμερῶν, οἷον τρίτης,
10. ε΄, στ΄, θ΄, ἐκ τίνος ποτὲ λόγου τὸ κρίνειν ἐσχήκασιν.
11. ἔτι δὲ μᾶλλον ἐπιζητήσεται καὶ διερευνήσεται περὶ τῆς ἑπτακαιδεκάτης
12. καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς καὶ εἰκοστῆς πρώτης
13. ἁπασῶν τε τῶν ταύταις ἀνάλογον ἑπομένων. εἰ μὲν γὰρ
14. εἰς τὴν εἰκοστὴν ἡμέραν αἱ τρεῖς ἑβδομάδες τελευτῶσιν, ὡς Ἱπποκράτης
15. οἴεται, χρὴ δήπου τὴν μὲν ἑπτακαιδεκάτην ἐπίδηλον
16. εἶναι τῆς εἰκοστῆς, ἐκπίπτειν δὲ τοῦ πρώτου λόγου τῶν κρισίμων
17. ἡμερῶν τὴν ὀκτωκαιδεκάτην τε καὶ εἰκοστὴν πρώτην. εἰ
18. δ’ ὁλοκλήρους χρὴ συναριθμεῖσθαι τὰς ἑβδομάδας, ἐπίδηλος
1. μὲν ἡ ὀκτωκαιδεκάτη τῆς εἰκοστῆς πρώτης γενήσεται, λόγον δ’
2. οὐδένα κρίσιμον ἕξουσιν ἥ θ’ ἑπτακαιδεκάτη καὶ κ΄.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.2, ed. Kühn, 1825, vol. 9, p. 842-848. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩