Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.3, ed. Kühn, 1825, vol. 9, p. 848-852. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.3

3. Πρῶτον οὖν ὅπως ἡ πεῖρα περὶ τούτων
4. ἀποφαίνεται διέλθωμεν, εἶθ’ οὕτως ἐπὶ τὸν λόγον μεταβῶμεν.
5. ἔστω δὲ ἡ τῆς πείρας ἀνάμνησις ἐξ ὧν Ἱπποκράτης ἔγραψεν,
6. ἀρξαμένοις ἡμῖν ἀπὸ τοῦ πρώτου τῶν ἐπιδημιῶν. ἐν
7. μὲν οὖν τῇ δευτέρᾳ καταστάσει τάδε γράφων· οἱ μὲν οὖν καῦσοι
8. ἐλαχίστοισί τε ἐγένοντο καὶ ἥκιστα τῶν καμνόντων οὗτοι
9. ἐπόνησαν. οὔτε γὰρ αἱμοῤῥαγία εἰ μὴ πάνυ σμικρὰ καὶ ὀλίγοισιν,
10. οὔτε παράληροι, τά τ’ ἄλλα πάντα εὐφόρως. ἐκρίνετο
11. δὲ τούτοισι πάνυ εὐτάκτως, τοῖσι πλείστοισι σὺν τοῖσι
12. διαλείπουσιν ἐν ἑπτακαίδεκα ἡμέρῃσιν. εἶτα ἐπὶ τῇ τελευτῇ
13. τῆς τρίτης καταστάσεως ἐπιμελέστερον ἔτι περὶ τῶν κατὰ τὴν
14. ἑπτακαιδεκάτην κριθέντων γράφει τόνδε τὸν τρόπον· τὰ δὲ
15. περὶ τὰς κρίσιας, ἐξ ὧν γινώσκομεν εἰ ὅμοια ἢ ἀνόμοια· οἷον
16. οἱ δύο ἀδελφοὶ ἤρξαντο ὁμοῦ τὴν αὐτὴν ὥρην· κατέκειντο
17. παρὰ τὸ θέατρον Ἐπιγένεος ἀδελφεοὶ, τουτέων τῷ πρεσβυτέρῳ
18. ἔκρινεν ἑκταίῳ, τῷ δὲ νεωτέρῳ ἑβδομαίῳ, ὑπέστρεψεν
1. ἀμφοτέροις ὁμοῦ τὴν αὐτὴν ὥραν. διέλιπεν ἡμέρας ε΄, ἐκ δὲ τῆς
2. ὑποστροφῆς ἐκρίθη ἀμφοτέροισιν ὁμοῦ τὸ σύμπαν ἑπτακαιδεκαταίοισιν.
3. ἀλλ’ οὔπω τοῦτο ἴσως ἀξιόπιστον, εἰς τὸ κρίσιμον
4. ἀποφήνασθαι τὴν ἑπτακαιδεκάτην ἡμέραν, εἰ δύο τινὲς
5. ἐκρίθησαν ἐν αὐτῇ. προσέχωμεν οὖν τὸν νοῦν τοῖς ἐφεξῆς λεγομένοις.
6. ἔκρινε δὲ τοῖς πλείστοισι πέμπτῃ, διέλιπεν ἑβδόμῃ,
7. ἐκ δὲ τῶν ὑποστροφῶν ἔκρινε πεμπταίοισιν. ἤδη τοῦτο ἀξιόλογον,
8. εἰ καὶ κατὰ τὴν δευτέραν κατάστασιν ἑπτακαιδεκαταίοις
9. οἶδε κριθέντας πολλούς. καὶ κατὰ τὴν τρίτην οὐ μόνον
10. τοὺς δύο ἀδελφοὺς, ἀλλὰ καὶ παμπόλλους ἄλλους, οὓς ἑκταίους
11. μέν φησι κριθῆναι τὸ πρῶτον, ἔπειτα ἕξ διαλιπόντας,
12. αὖθις πεμπταίους, ὅπερ ἐστὶν ἑπτακαιδεκαταίους ἀπὸ τῆς
13. ἀρχῆς. ἀλλὰ καὶ τούτοις ἐπιφέρων ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι,
14. διέλιπεν ἑπτά· ἐκ δὲ τῆς ὑποστροφῆς ἔκρινε τριταίους,
15. τουτέστι καὶ τούτους τὸ σύμπαν ἑπτακαιδεκαταίους. εἶτ’
16. ἐφεξῆς πάλιν, οἷσι δὲ πεμπταίοισι διέλιπεν ἑπτά. ἐλάμβανε δὲ
1. τρεῖς, διέλιπε μίαν, ἐπελάμβανε μίαν, ἔκρινε δηλονότι καὶ τούτοις
2. τὸ σύμπαν ἑπτακαιδεκαταίοισι. καὶ μὲν δὴ καὶ ἄλλους
3. τινὰς ἑκταίους μὲν κριθῆναί φησι, διέλιπε δὲ ἕξ. ἐλάμβανέ
4. φησι γ΄, εἶτα διέλιπε α΄, καὶ α΄ ἐλάμβανε τὴν ἑπτακαιδεκάτην
5. αὐτὴν δηλονότι καθ’ ἥν περ καὶ ἔκρινεν. ἄλλους δέ τινας
6. ἑκταίους μὲν κριθῆναί φησι, διαλείπειν δ’ ἑπτά. ἐκ δὲ τῆς
7. ὑποστροφῆς ἔκρινέ, φησι, τεταρταίοις, τουτέστι τὸ σύμπαν
8. ἑπτακαιδεκαταίοις. οὐκ ἀρκεσθεὶς δὲ τῷ λόγῳ τούτῳ παντὶ,
9. καίτοι μεγάλως ἐνδείκνυσθαι δυναμένῳ τῆς ἑπτακαιδεκάτης
10. ἡμέρας τὸ πρὸς τὴν κρίσιν ἰσχυρὸν, ἐπήνεγκεν· οὐδὲ τῶν
11. διανοσησάντων οὐδενὶ διὰ τούτου τοῦ τρόπου οἶδα ὑποστροφὴν
12. γενομένην πάλιν. ὥστ’ οὐ μόνον κρίνειν πολλάκις πέφυκεν ἡ
13. ἑπτακαιδεκάτη, ἀλλὰ καὶ βεβαίως. οὔκουν τῶν παρεμπιπτουσῶν
14. ἐστι κρισίμων, ἀλλὰ τῶν ἰσχυρῶν τε καὶ πρώτων. καὶ μὴν
15. εἴπερ ἐξ ἐκείνων ἐστὶν, εὔλογόν τε αὐτὴν ἀναλογίαν τινὰ πρὸς
16. τὴν τεσσαρεσκαιδεκάτην ἀποσώζειν. εἰ μὲν οὖν συνημμένην τὴν
17. τετράδα διανοήσαιμεν καὶ σωζομένην, ὡς ἄρχεσθαι μὲν ἐν τῇ 
1. τεσσαρεσκαιδεκάτῃ, τελευτᾷν δὲ εἰς τὴν ἑπτακαιδεκάτην, ἔχοιμεν
2. ἂν οὕτω σωζομένην τὴν περίοδον· εἰ δὲ διαζεύξαιμεν, ὡς
3. τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν τέλος εἶναι τῆς δευτέρας ἑβδομάδος,
4. ἄρχεσθαι δὲ ἀπὸ τῆς πεντεκαιδεκάτης τὴν τρίτην, οὐκ
5. εἰς τὴν ἑπτακαιδεκάτην οὕτως, ἀλλ’ εἰς τὴν ὀκτωκαιδεκάτην
6. ἡ πρώτῃ τῆς τρίτης ἑβδομάδος ἀφίξεται τετράς. ἀλλ’ εἴπερ
7. τοῦτ’ ἀληθὲς, εἰς τὴν εἰκοστὴν πρώτην ἀναγκαῖον ἔσται τὴν
8. τρίτην ἑβδομάδα τελευτᾷν, ὥσπερ γε εἰ καὶ τὴν ἑπτακαιδεκάτην
9. ὑποθοίμεθα πέρας εἶναι τῆς πρώτης κατὰ τὴν τρίτην
10. ἑβδομάδα τετράδος, εἰς τὴν εἰκοστὴν ἡμέραν ἀφίξεται τὸ πέρας
11. ταύτης τῆς ἑβδομάδος. εὔλογον οὖν ἐνόμισεν ὁ Ἱπποκράτης,
12. ὥσπερ τὴν ιζ΄ ἡμέραν ἐβασάνισε διὰ τῆς πείρας, οὕτω καὶ τὴν
13. κ΄ βασανίσαι διὰ τῆς πείρας. κρίσιμος μὲν γὰρ εὑρεθεῖσα
14. μέγιστον ἔμελλεν ἔσεσθαι τῆς ἑπτακαιδεκάτης μαρτύριον· ἐκπεσοῦσα
15. δὲ τῶν κρισίμων ἡμερῶν, ἢ ὅλως τῆς εἰκοστῆς πρώτης
16. ἐλαττωθεῖσα, ζήτημα κινήσειεν οὐ σμικρόν. εὔλογον γὰρ
17. εἶναι δόξει τὴν μὲν ἑπτακαιδεκάτην ἰσχυροτέραν ὑπάρχειν
18. τῆς ὀκτωκαιδεκάτης, τὴν δ’ εἰκοστὴν ἀσθενεστέραν τῆς εἰκοστῆς
19. πρώτης· διὰ τοῦτ’ οὖν ἐφεξῆς τοῖς περὶ τὴν ἑπτακαιδεκάτην
1. γεγραμμένοις ἐν τῷ πρώτῳ τῶν ἐπιδημιῶν, ὑπὲρ τῆς
2. εἰκοστῆς ὡδί πως γράφει· οἷσι δὲ περὶ τὰ ὦτα ἐγένετο, ἔκρινε
3. μὲν εἰκοσταίοισι, κατέσβη δὲ πᾶσι καὶ οὐκ ἐξεπύησεν, ἀλλ’
4. ἐπὶ κύστιν ἐτράπετο· καὶ τοῦτο μὲν ἱκανόν. ἀλλ’ ἐφεξῆς πάλιν
5. ἐρεῖ· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι, διέλιπεν ἐννέα, ὑπέστρεψεν,
6. ἔκρινεν ἐκ τῆς ὑποστροφῆς τεταρταίοισι, δηλονότι τὸ σύμπαν
7. εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς πάλιν· οἷσι δ’ ἔκρινεν ἑβδομαίοισι,
8. διέλιπεν ἓξ, εἶθ’ ὑπέστρεφε, φησὶ, κἄπειθ’ ἑβδομαίοις ἔκρινεν,
9. ὅπερ ἐστὶν εἰκοσταίοισι τὸ σύμπαν, εἶτα βραχὺ προελθών·
10. ἔστι δὲ οἶσιν ἔκρινεν ἑνδεκαταίοισι, φησὶ, ὑποστροφὴ τεσσαρεσκαιδεκαταίοισιν,
11. ἔκρινε τελέως εἰκοσταίοισι. εἶτ’ ἐφεξῆς συνάπτων·
12. εἰ δέ τινες, φησὶ, ἐπεῤῥίγουν περὶ τὴν εἰκοστὴν, τουτέοισιν
13. ἔκρινε τεσσαρακοσταίοισιν.

Cliquer un n° de page pour en afficher l’image