Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.4, ed. Kühn, 1825, vol. 9, p. 852-861. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.4

14. Ὁρᾷς σύ μοι πάλιν ἐνταῦθα τὴν ἀκρίβειαν
15. τοῦ ἀνδρός· οἶδεν ὅτι τῶν ἰσχυρῶν κρισίμων, τουτέστι τῶν
16. κατὰ τετράδας τε καὶ ἑβδομάδας αὐξανομένων, ἄν τέ τις τὴν
17. ἑπτακαιδεκάτην θῇ καὶ τὴν εἰκοστὴν, ἀναγκασθήσεται θέσθαι
1. καὶ τὴν τεσσαρακοστὴν, καὶ ὥσπερ τὴν εἰκοστὴν τετάρτην καὶ
2. τὴν τριακοστὴν πρώτην, ἄν τε τὴν εἰκοστὴν, εὐθὺς δηλονότι
3. καὶ τὴν τεσσαρεσκαιδεκάτην, ἑπτακαιδεκάτην τε καὶ τὴν τεσσαρακοστήν.
4. καὶ μὲν δὴ καὶ τὴν τεσσαρακοστὴν εἴ τις ἐν ταῖς
5. ἰσχυρῶς κρινούσαις τιθεῖτο, δῆλον ὡς καὶ τούτῳ τὴν ἑπτακαιδεκάτην
6. καὶ τὴν εἰκοστὴν ἀναγκαῖον ἔσται προϋποθέσθαι.
7. μέχρι μὲν γὰρ τῆς τεσσαρεσκαιδεκάτης οὐδεμία διαφωνία· τὸ
8. δὲ ἀπὸ τῆσδε συγκέχυται πᾶν, οὐ πάνυ τι τῇ πείρᾳ προσχόντων
9. τὸν νοῦν ἐνίων, ἀλλὰ τῷ λόγῳ μόνῳ, ὡς ὁλοκλήρους
10. ἑβδομάδας οἴεσθαι δεῖν ἐπιπλέκειν, εἶθ’ οὕτω τὴν πρώτην καὶ
11. εἰκοστὴν ἐν ταῖς ἰσχυραῖς κρισίμοις ἀριθμούντων. ἐξ ἀνάγκης
12. δὲ διὰ ταῦτα καὶ τὴν ὀκτωκαιδεκάτην καὶ τὴν τεσσαρακοστὴν
13. δευτέραν, τὴν μὲν ὡς ἐπίδηλον τῆς εἰκοστῆς πρώτης, τὴν δ’
14. ὡς ἓξ ἑβδομάδας συμπληροῦσαν. εὐχερεστέρα δὲ κατὰ τοῦτο
15. ἡ βάσανος γίνεται τῶν κρισίμων ἡμερῶν. εἰ μὲν γὰρ ὁ ἀπὸ
16. τῆς ἑπτακαιδεκάτης στοῖχος ἅπας ἰσχυρότερος φαίνοιτο, διχόθεν
17. ἑκάστη τῶν ἡμερῶν ἕξει τὴν πίστιν ἔκ τε τῆς ἰδίας πείρας
18. κᾀκ τῆς τῶν ἄλλων μαρτυρίας. εἰ δ’ αὖ πάλιν ὁ ἀπὸ
19. τῆς ιη΄ πλεονάκις κρίνων εὑρίσκοιτο καὶ τελέως καὶ βεβαίως,
1. ἀσθενέστερος οὗτος ὁ ἀπὸ τῆς ιζ΄ φανεῖται. ταῦτ’ ἐννοήσας ὁ
2. Ἱπποκράτης ἁπάσας ἁπάσαις παρέβαλε, τὴν μὲν ιζ΄, ἐνταῦθα
3. γὰρ ἡ ἀρχὴ τῆς διαφωνίας, τῇ ιη΄· τῇ δὲ κ΄τὴν κα΄. κατὰ ταὐτὰ
4. δὲ καὶ τὴν κδ΄ τῇ κε΄, τὴν δ’ αὖ κζ΄ τῇ κη΄, καὶ τὴν μὲν λα΄ τῇ
5. λβ΄, τῇ δὲ λδ΄ τὴν λε΄, τὴν δ’ αὖ μ΄ τῇ μβ΄. ὁποτέρῳ δὲ τῶν
6. στοίχων ἡ ἐμπειρία μαρτυρεῖ, διὰ τῶν ἐπιδημιῶν ἐδήλωσεν,
7. αὐτά τε ταῦτα γράψας ἃ περαθέμην ὀλίγον ἔμπροσθεν, ἔτι
8. τε πρὸς τούτοις ἐπὶ μὲν τῆς τρίτης καταστάσεως ᾧδέ πως·
9. ἔκρινε δὲ τουτέοισιν ὡς τὸ πολὺ ἑνδεκαταίοισιν, ἔστι
10. δὲ οἷσιν εἰκοσταίοισιν. ἐφεξῆς δὲ τῶν ὀνομαστὶ γραφέντων ὑπ’
11. αὐτοῦ ἀῤῥώστων τὸν μὲν τρίτον τῇ τάξει μετὰ τὰς τρεῖς καταστάσεις
12. γεγραμμένον, Ἡροφῶντα, κατὰ τὴν ἑπτακαιδεκάτην
13. ἡμέραν κριθῆναί φησι· τὸν δὲ τέταρτον, ἡ Φιλίνου δὲ ἦν αὕτη
14. γυνὴ, κατὰ τὴν εἰκοστὴν ἀποθανεῖν. ἐφεξῆς δὲ αὐτῇ τῆς
15. Ἰφικράτους γυναικὸς μνημονεύει, περὶ ἧς ἐπὶ τέλει τῆς ὅλης
16. διηγήσεως ᾧδέ πως γράφει· τεσσαρακοστῇ ἤμεσεν ὀλίγα, χολώδεα,
17. ἐκρίθη τελέως, ἄπυρος ὀγδοηκοστῇ. μετὰ δὲ ταύτην
1. ἕκτου τῇ τάξει μνημονεύει Κλεονακτίδου, γράφων ἐπὶ τῷ τέλει
2. τοῦ λόγου τουτί· ὀγδοηκοστῇ ἐῤῥίγωσε, πυρετὸς ὀξὺς ἔλαβεν,
3. ἵδρωσε πολλῷ, οὔροισιν ὑπόστασις ἐρυθρὴ, λείη, τελείως
4. ἐκρίθη. δέκατος δέ ἐστιν ἄῤῥωστος ὁ Κλαζομένιος, ὃν καὶ
5. αὐτὸν ἐν τῇ μ΄ κριθῆναί φησι. καὶ μὴν ἡ μ΄ τοῦ στοίχου τῆς
6. ἑπτακαιδεκάτης ἐστὶν, ὥσπερ οὖν ἡ π΄· ἔδει δὲ τὴν μ΄ δευτέραν
7. εἶναι κρίσιμον, εἰ καθ’ ἑβδομάδας ὁλοκλήρους ἡ συναρίθμησις
8. ἐγίνετο τῶν ἡμερῶν. οὕτω καὶ τὴν πδ΄ ἐχρῆν εὑρίσκεσθαι κρίνουσαν.
9. οὐ μόνον τοίνυν ἐξ ὧν διηγεῖται κριθέντας πολλοὺς
10. ἐν τῷ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν στοίχῳ πρόδηλόν
11. ἐστιν ὡς ἰσχυρότερος οὗτος θατέρου ὑπάρχει, ἀλλὰ κᾀξ ὧν
12. οὔτε τῆς ὀκτωκαιδεκάτης ἐμνημόνευσεν οὔτε τῆς κα΄ οὔτε τῆς
13. κε΄ οὔτε τῆς κη΄, ἀλλ’ οὔτε τῆς τριακοστῆς δευτέρας οὔτε τῆς
14. λε΄ οὔτε τῆς μβ΄ οὔτε τῆς ξγ΄ οὔτε τῆς πδ΄, ἐν γὰρ τοσούτων
15. ἀῤῥώστων καταλόγῳ, τῶν τ’ ἰδίᾳ γραφέντων αὐτῷ κατ’ ὄνομα
16. καὶ τῶν δι’ ἑνὸς ἑκάστου κεφαλαίου περιλαμβανομένων ἐν
17. ἑκάστῃ καταστάσει, τὸ μὴ πώποτε τῶν εἰρημένων ἡμερῶν μηδεμίαν 
1. εὑρεθῆναι κρίνουσαν, ἐναργῆ τὴν θατέρου τῶν στοίχων
2. ὑπεροχὴν ἐνδείκνυται. ὅταν γὰρ ἐξ ἐκείνου μὲν καὶ πολλαὶ
3. καὶ πολλάκις καὶ τελείως καὶ βεβαίως καὶ ἀγαθῶς καὶ ὀρθῶς
4. εὑρίσκωνται κεκρικυῖαι, θατέρου δὲ τῶν στοίχων μηδεμία καθ’
5. ὅλον τὸ α΄ τῶν ἐπιδημιῶν ἀσφαλῆ κρίσιν ᾖ πεποιημένη, τὸ
6. μὴ ὅτι τελείως ἢ ἀγαθῶς, ἀλλὰ μηδ’ ὥστε ἀποκτεῖναι, παμπόλλην
7. τινα τὴν ὑπεροχὴν εἶναι νομιστέον. ἆρ’ οὖν ἐν τῷ πρώτῳ
8. μὲν οὕτως, ἐν τῷ τρίτῳ δ’ ἑτέρως; ἢ κᾀκεῖ τοὺς μὲν ἐν
9. τῇ καταστάσει διηγημένους ἑνὶ κεφαλαίῳ περιλαμβάνων εἶπεν
10. ἅπαντας σχεδὸν τοὺς διασωθέντας τῇ π΄ κριθῆναι· τῶν δὲ
11. κατὰ μέρος ὧν ἐμνημόνευσεν ὀνομαστὶ, τοὺς μὲν ἐν τῇ μ΄ κριθῆναί
12. φησι, καὶ ναὶ μὰ Δία γέ τινας ἐξ αὐτῶν οὐκ ἀγεννῶς
13. οὐδὲ ἀσήμως, καθάπερ τὸν τρίτον ἀπὸ τῆς ἀρχῆς τοῦ βιβλίου
14. γεγραμμένον, τὸν ἐν τῷ Δεάλκους κήπῳ κατακείμενον. τί γάρ
15. φησι; μ΄ διεχώρησε φλεγματώδη, λευκὰ, ὑπόσυχνα, ἵδρωσε πολλῷ,
16. διόλου τελέως ἐκρίθη. τοὺς δέ τινας εἰς πάνυ μακρὸν ἐμπεσόντας,
17. ὁμοίως καὶ αὐτοὺς κριθῆναι τῷ τῆς εἰκοστῆς ἡμέρας
1. πολλαπλασιαζομένης λόγῳ, καθάπερ καὶ τὸν ἔννατον ἀπὸ τῆς
2. καταστάσεως γεγραμμένον, Ἡρόπυθον, ὃν κ΄ τε καὶ ἑκατοστῇ
3. ἡμέρᾳ κριθῆναι τελέως φησίν. οὕτω δὲ καὶ κατὰ τὴν κδ΄ καὶ
4. κατὰ τὴν κζ΄ καὶ προσέτι κατὰ τὴν λδ΄ ἀνέγραψέ τινας κριθέντας
5. ἀγαθῶς θ’ ἅμα καὶ ἀσφαλῶς καὶ τελέως. ἐν μὲν τῇ κδ΄
6. τὸν δέκατον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ᾧδέ πως γράφων,
7. τετάρτῃ καὶ κ΄ οὔρησε πολὺ λευκὸν, πολλὴν ἔχον ὑπόστασιν,
8. ἵδρωσε θερμῷ, διόλου ἀπύρετος. ἐν ἑβδόμῃ καὶ εἰκοστῇ τὴν
9. ἐν Ἀβδήροις παρθένον, ἀλλὰ καὶ ταύτην ἱδρώσασαν πολλῷ,
10. τελέως ἀπύρετον γενέσθαι φησί. γέγραπται δ’ αὕτη μετὰ τὴν
11. κατάστασιν ἑβδόμη. ἐν δ’ αὖ τῇ δ΄ καὶ λ΄ τὸν ὄγδοον ἀπὸ
12. τῆς αὐτῆς καταστάσεως, Ἀναξίωνα, καὶ αὐτὸν ἱδρώσαντα, τελέως
13. ἀπύρετον διόλου γενέσθαι φησὶ καὶ κριθῆναι πιστῶς.
14. οὐδεὶς δὲ οὐδ’ ἐν τούτῳ τῷ βιβλίῳ κέκριται κατά τινα
15. τῶν ἐκ θατέρου στοίχου κρισίμων ἡμερῶν. ἀλλὰ τὴν μὲν
16. Δεάλκους γυναῖκα κατὰ τὴν κα΄ ἀποθανεῖν φησι, σωθῆναι δ
17. οὐδένα κατ’ οὐδεμίαν ἡμέραν τῶν ἐκ τοῦ κατὰ τὴν ὀκτωκαιδεκάτην
1. στοίχου. λέγεται μὲν οὖν κατὰ τὸ δεύτερον, ὡς καὶ
2. πρόσθεν εἴρηται, σημαινόμενον οὐχ ὁ σωθεὶς μόνον, ἀλλὰ καὶ
3. ὁ ἀποθανὼν κεκρίσθαι, ἀλλ’ ὡς εἶπον, οὐ μόνον οὐδεὶς ἐσώθη
4. κατ’ ἐκείνας τὰς ἡμέρας, ἀλλ’ οὐδ’ ἀπέθανε, χωρὶς τῆς Δεάλκους
5. γυναικός. ἐν δέ γε θατέρῳ στοίχῳ πάμπολλοι μὲν οἱ
6. σωθέντες, οὐ μὴν ἀλλὰ καὶ ἀπέθανόν τινες, ὥσπερ ἑπτακαιδεκαταία
7. μὲν ἡ ἐν Κυζίκῳ τεκοῦσα τὰς διδύμους θυγατέρας.
8. ἐν τετάρτῃ τε καὶ εἰκοστῇ ὁ ἐν Μελιβοίῃ νεανίσκος, ὁ
9. πάντων ὕστατος ἀναγεγραμμένος. ἑβδόμῃ δὲ καὶ εἰκοστῇ ὁ
10. τρίτος ἀπὸ τῆς ἀρχῆς Ἑρμοκράτης. πρώτη δὲ καὶ τριακοστὴ
11. ὁ ἐν Ἁβδήροις Ἀπολλωνιος, ὁ τρισκαιδέκατος ἀπὸ τῆς καταστάσεως
12. γεγραμμένος, τριακοστῇ τετάρτῃ ἀπέθανε. ὡς οὖν
13. ἑβδομαίους πολλοὺς ἀποθανόντας εἶδε καὶ εἰκοσταίους κατὰ
14. τοῦτο τὸ βιβλίον, ὡς ἂν τῶν ἰσχυρὰν δύναμιν ἐχουσῶν ἡμερῶν
15. οὐ μόνον σωζουσῶν, ἀλλὰ καὶ ἀπολουσῶν ἐνίοτε, κατὰ
16. τὸν αὐτὸν τρόπον ἑκάστην τῶν εἰρημένων ἐθεάσατο καὶ σώζουσαν
17. πολλοὺς ἐνίοτε καί τινας ἀποκτείνουσαν. καὶ γὰρ
18. οὖν καὶ τὸν δεύτερον ἀπὸ τῆς καταστάσεως ἄῤῥωστον ὀγδοηκοστῇ
1. φησιν ἀποθανεῖν, καὶ τὸν πρῶτον ἐν εἰκοστῇ καὶ ἑκατοστῇ,
2. ὥσπερ, οἶμαι, καὶ τῆς πρώτης καταστάσεως τεσσαρεσκαιδεκαταῖον,
3. τοὺς δὲ τρεῖς τοὺς πρὸς αὐτοῦ ἑβδομαίους.
4. καὶ τί δεῖ πολλὰ λέγειν; οὐδεὶς γὰρ ἄλλος οὔτε ἐν τῷ πρώτῳ
5. τῶν ἐπιδημιῶν οὔτε ἐν τῷ τρίτῳ σωθεὶς ἢ ἀποθανὼν εὑρίσκεται
6. κατὰ τὸν ἀπὸ τῆς ὀκτωκαιδεκάτης ἡμέρας στοῖχον,
7. ἀλλὰ καὶ πάντες οἱ μὲν ἐντὸς τῶν ἑπτακαίδεκα, κατὰ τὰς
8. ὁμολογουμένας κρισίμους ἡμέρας, ὑπὲρ ὧν οὐδεὶς τῶν περὶ
9. ταῦτα ἐχόντων διαφέρεται· τῶν δὲ ἐξωτέρω προελθόντων
10. εἷς μόνος ἄῤῥωστος εὑρίσκεται κατὰ τὴν πρώτην ἡμέραν καὶ
11. εἰκοστὴν ἀποθανών. ἤρκει μὲν οὖν καὶ ταῦτα εἰς ἐπίδειξιν
12. τοῦ μὴ λόγῳ τινὶ πεισθέντα τὸν Ἱπποκράτην τὴν ιζ΄ ἡμέραν
13. ὑποθέσθαι εἶναι κρίσιμον, τῆς δὲ εἰκοστῆς πρώτης ἀφελέσθαι
14. τὸ δραστήριον, ἀλλ’ ὑπὸ τῆς πείρας διδαχθέντα τηνικαῦτα
15. ζητῆσαι τὴν αἰτίαν. ἀλλ’ ἐπειδὴ καὶ τὸ δεύτερον καὶ τὸ τέταρτον
16. καὶ τὸ ἕκτον τῶν ἐπιδημιῶν ἢ αὐτοῦ τοῦ Ἱπποκράτους
17. ἐστὶν, ἢ τοῦ υἱοῦ αὐτοῦ Θεσσαλοῦ γράμματα, καὶ τούτων
18. ἐπὶ βραχὺ μνημονεύσωμεν. εὑρεθήσεται δὲ κᾀνταῦθα
1. κατὰ μὲν τὸ δεύτερον τὴν κ΄ τε καὶ μ΄ ἡμέραν ἀναγράφων
2. κεκρικυῖαν, οὔτε δὲ τὴν κα΄ οὔτ’ ἄλλην τινὰ τῶν ἀπ’ αὐτῆς.
3. κατὰ δὲ τὸ τέταρτον τῶν ἐπιδημιῶν οὕτως ὀξέων μνημονεύων,
4. ὡς ὀλιγάκις μὲν ἕως τῆς εἰκοστῆς ἀφικέσθαι, προελθεῖν δ’
5. ἅπαξ ἐξωτέρω μέχρι τῆς κδ΄, ὥστε κᾀνταῦθα τὴν μὲν κ΄ ὡσαύτως
6. ἔστιν καὶ τὴν κδ΄ ἐπίστασθαι κεκρικυῖαν, οὐ μὴν τῶν
7. θατέρου στοίχου τινά. καὶ μὴν καὶ κατὰ τὸ ἕκτον τῶν ἐπιδημιῶν
8. ὀλίγων μὲν ἀῤῥώστων καὶ καταστάσεων μέμνηται, φαίνεται
9. δ’ οὐδ’ ἐνταῦθα γινώσκων τινὰ κατὰ τὰς ἐκ θατέρου
10. στοίχου κεκριμένον. εἰ δέ τι δεῖ καὶ τοῦ πέμπτου τῶν ἐπιδημιῶν
11. μνημονεῦσαι, ὅτου περ ἂν ᾖ, κᾀνταῦθα πεντήκοντα μέν
12. εἰσιν οἱ σύμπαντες ἄῤῥωστοι, κέκριται δ’ οὐδεὶς αὐτῶν οὔτε
13. κατὰ τὴν ιη΄ οὔτε κατὰ τὴν κα΄ οὔθ’ ὅλως ἐν ἄλλῃ τινὶ τῶν
14. ἐκ τοῦδε τοῦ στοίχου. τῆς πείρας οὖν ἀκριβῶς προεισαγούσης
15. εἰς τὰς κρισίμους ἡμέρας τὴν ιζ΄ καὶ τὴν εἰκοστὴν, ἔτι δὲ καὶ
16. τὰς ἀπ’ αὐτῶν πάσας, ἔνιοι τῶν ἰατρῶν οὐ πάνυ τι
17. τῷ φαινομένῳ προσέχοντες τὸν νοῦν, ὡς ἐφ’ ἕτοιμον ἀφίκοντο
18. τὸν ἐκ τῆς τελείας ἑβδομάδος ἀριθμὸν, εἶτά που καὶ κριθέντα 
1. τινὰ κατὰ τὴν πρώτην καὶ εἰκοστὴν θεασάμενοι, πολὺ δὴ
2. μᾶλλον ἐβεβαίωσαν τὴν ὑπόληψιν.

Cliquer un n° de page pour en afficher l’image