3. Καὶ γὰρ οὖν καὶ τὸ διαγνῶναι ποίας ἐστὶν
4. ἡμέρας ἴδιος ἡ κρίσις, ἐπειδὰν εἰς πλείονας τύχῃ μερισθεῖσα,
5. διορισμοῦ δεῖται, καθότι κᾀν τῷ πρώτῳ δέδεικται λόγῳ.
6. συμβαίνει δὲ καὶ χρονιζόντων τῶν νοσημάτων τὰς κρίσεις
7. ἀποτίθεσθαι μὲν τὸ τῆς ταραχῆς σφοδρὸν καὶ τῆς ἀλλοιώσεως
8. τὸ σύντομον, καὶ εἰς δύο δὲ πολλάκις ἡμέρας, ἢ τρεῖς ἐκτείνεσθαι.
9. πρόχειρον οὖν ἐν τούτῳ προσνέμειν τὴν κρίσιν τῶν
10. τριῶν ἡμερῶν ᾗ τις ἂν βουληθῇ. πολλοὶ μὲν γὰρ τῶν ἰατρῶν
11. οὐδ’ ἀριθμοῦσιν ἔτι μετὰ τὴν ιδ΄ ποσταῖος ὁ κάμνων ἐστὶ,
12. καὶ μάλιστα ἢν ἐν τῷ μεταξὺ δόξας ἀπύρετος γεγονέναι πάλιν
13. ἀναπυρέξειεν. ἔνιοι δὲ κᾂν ἀριθμήσωσι τὸ μερίζεσθαι τὰς κρίσεις
14. εἰς πλείους ἡμέρας, ἀδιορίστως τε καὶ προπετῶς ᾗ βούλονται
15. τῶν ἡμερῶν ἀνατιθέασι. διὰ ταῦτα γοῦν αὐτὰ καὶ ὁ
16. Ἱπποκράτης ἐπὶ τῶν ἀῤῥώστων ἐνίοτε μὲν ζ΄ φησὶν, ἢ ἑνδεκάτῃ,
17. ἢ τεσσαρεσκαιδεκάτῃ κριθῆναι τὴν νόσον, ἐνίοτε δὲ
1. περὶ τὴν εἰκοστὴν, ἢ μ΄, ἤ τινα ἄλλην, ὥσπερ εὐθὺς ἐν τῇ
2. πρώτῃ καὶ δευτέρᾳ καταστάσει τοῦ πρώτου τῶν ἐπιδημιῶν.
3. ἐν μὲν γὰρ τῇ πρώτῃ φησίν· ἔκρινε δὲ τούτων οἷσι τὰ βραχύτατα
4. γένοιτο περὶ τὴν εἰκοστὴν, τοῖσι δὲ πλείστοισι περὶ
5. τὴν μ΄, πολλοῖσι δὲ περὶ τὴν ὀγδοηκοστήν. ἐν δ’ αὖ τῇ δευτέρᾳ
6. καταστάσει, ἔστι δ’ οἷσι, φησὶν, ἔκρινεν αὐτῶν ὀλίγοισιν,
7. οἷσι τὰ βραχύτατα γένοιτο περὶ εἰκοστήν. ἐν δὲ τῇ
8. τρίτῃ αἱμοῤῥαγέειν, φησὶ, μικρὸν ἤρξατο περὶ τετάρτην καὶ
9. εἰκοστὴν, καὶ ἐγένοντο εἰς αἱμοῤῥαγίην αἱ ἀποστάσιες Ἀντιφῶντι
10. Κριτοβούλου. ἀπεκρίθη καὶ ἐπαύετο τελείως περὶ τὴν
11. τεσσαρακοστήν. οὐκ ἐμνημόνευσα δὲ κατ’ ἀρχὰς εὐθὺς τούτων
12. τῶν ῥήσεων, ὁπότε κᾀκ τοῦ πρώτου τῶν ἐπιδημιῶν παρετιθέμην,
13. ἄμεινον εἶναι νομίσας ἁπάσας πρότερον ἐκθέσθαι τὰς
14. ἡμέρας ἐν αἷς ἀκριβῶς μόναις ἐθεάσατο τὰ νοσήματα κρινόμενα.
15. διὰ τοῦτο οὐδὲ γέγραπται τοὐπίπαν οὐδαμόθι τῶν
16. συγγραμμάτων αὐτοῦ περὶ τὴν ε΄ ἢ τὴν ἑβδόμην, ἢ τὴν θ΄
17. κριθεὶς οὐδεὶς, ἀλλ’ ἁπλῶς ἢ πεμπταῖος, ἢ ἑβδομαῖος, ἢ
1. ἐνναταῖος. ἀθρόως γὰρ αὗται κρίνουσιν. ὅσῳ δ’ ἂν ἐξωτέρω
2. προΐῃ τὰ νοσήματα καὶ χρονίζῃ, παύεται μὲν ἡ πρὸ τῆς
3. ὀξείας ἀλλοιώσεως ταραχὴ, κατὰ βραχὺ δὲ αἱ κρίσεις γινόμεναι
4. δύο που ἢ τρεῖς ἡμέρας ἐπιλαμβάνουσι τοὐπίπαν. ὡς
5. γὰρ οὐδὲ μετὰ ἐκκρίσεως εἴωθε λύεσθαι τὰ πλεῖστα τῶν χρονισάντων,
6. ἀλλ’ ἤτοι δι’ ἀποστάσεων, ἢ πέψεων, οὕτως οὐδ’
7. ὅταν ἐπὶ σαφέσιν ἐκκρίσεσιν, ἢ ἀποστάσεσιν ἡ λύσις αὐτῶν
8. γίνηται, διὰ μιᾶς ἡμέρας τελειοῦται μόνης. ὅθεν, οἶμαι, τῶν
9. ἰατρῶν ἔνιοι τὴν ἀρχὴν οὐδὲ κρίνεσθαί φασι τὰ χρονίζοντα
10. τῶν νοσημάτων. οὐ γὰρ τὴν λύσιν ἁπλῶς εἶναι κρίσιν,
11. ἀλλ’ ἤτοι τὴν ἀθρόαν ἢ τὸν πρὸ ταύτης σάλον. ἀλλ’ ὅτι γε
12. τὸ σημαινόμενον τῆς κρίσεως οὐκ ἀπηκριβωμένον φυλάττεται
13. διὰ παντὸς, ἀλλὰ τὴν λύσιν αὐτὴν μόνην, ὅπως ἂν γένηται,
14. κρίσιν ὀνομάζουσιν οἱ πλεῖστοι τῶν ἰατρῶν, ἐξ αὐτῶν τε τῶν
15. Ἱπποκράτους ἔνεστι μαθεῖν γραμμάτων, οὐχ ἥκιστα δὲ κᾀξ
16. ὧν οἱ ἄλλοι παλαιοὶ γράφουσιν. οὕτως οὖν καὶ Διοκλῆς
17. τὴν πρώτην ἡμέραν ἐν ταῖς κρινούσαις ἀριθμεῖ, σαφῶς
18. ἐνδεικνύμενος ὡς οὐδὲν ἄλλο τὴν κρίσιν ὅ τι μὴ τὴν λύσιν
1. ὀνομάζει τοῦ νοσήματος. ἔσται δὲ δῆλον ἐξ αὐτῆς τῆς λέξεως
2. ἐχούσης ᾧδε· αὐτῶν δὲ τῶν πυρετῶν, ὧν τὰ αἴτια
3. μήτ’ ἐν αὐτῷ τῷ σώματι διαλύεται κενούμενα καὶ μειούμενά
4. πως· μήτ’ ἐξικμάζεται μήτ’ ἀθρόως ὠμὰ ἐξάγεται, κατὰ δέ
5. τινας χρόνων περιόδους πεφθέντα φαίνεται, ὁ μὲν ἐπιπολαιότατος
6. ἐν νυκτὶ καὶ ἡμέρᾳ κρίνεται, ἐν ἐλαχίστῳ γὰρ χρόνῳ
7. τούτῳ τὰ αἴτια αὐτῶν διαλύεται. καὶ γὰρ τὰ σηπόμενα καὶ
8. πῦον γινόμενα, ἔτι δὲ καὶ γάλα καὶ σὰρξ πᾶσα ἀποτελουμένη
9. καὶ ὅλως τὰ πολλὰ τῶν κατὰ τὸ σῶμα γινομένων καὶ κινουμένων
10. καὶ ἀλλοιουμένων κατ’ εἶδος, ἐν τούτῳ τῷ χρόνῳ φαίνεται
11. πρῶτον. καὶ ταυτὶ μὲν ὁ Διοκλῆς. ὁ δ’ Ἱπποκράτης
12. οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ πάνυ πολλάκις ἔν τε τῷ πρώτῳ
13. τῶν ἐπιδημιῶν καὶ μάλιστα κᾀν τῷ τρίτῳ τὴν λύσιν μόνην
14. τοῦ νοσήματος ὀνομάζει κρίσιν, οὐδεμιᾶς οὔτ’ ἐκκρίσεως οὔτ’
15. ἀποστάσεως σαφῶς προγεγενημένης. οὐ μὴν τούτου γ’ ἕνεκεν
16. ἡγητέον ἄνευ ἐκκρίσεως πάσης φανερᾶς κρίνεσθαι τὰς χρονιζούσας
17. νόσους, ὥσπερ οὐδὲ τὸ πλείους ἡμέρας ἐξ ἀνάγκης
18. ἐπιλαμβάνειν. ὀγδοηκοστῇ γοῦν κριθῆναί τινα γράφων ὁ
1. Ἱπποκράτης ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν, ῥιγῶσαί τέ φησιν αὐτὸν
2. καὶ ὀξέως πυρέξαι καὶ ἱδρῶσαι πολλῷ. παρεθέμην δὲ τὴν
3. λέξιν ὀλίγον ἔμπροσθεν, ὁπότε τοῦ Κλεονακτίδου, κατὰ τὸ
4. πρῶτον τῶν ἐπιδημιῶν ἕκτου τὴν τάξιν γεγραμμένου, τὴν
5. διήγησιν ἐποιούμην. εὕροις δ’ ἂν καὶ ἄλλους ἀῤῥώστους, οὕς
6. τ’ ἤδη παρεθέμην ἐν τῷδε τῷ λόγῳ καὶ ὧν οὐδ’ ὅλως ἐμνημόνευσα
7. κεκριμένους ἐναργῶς ἡμέρᾳ μιᾷ δι’ ἐκκρίσεως ἐπὶ
8. προήκοντι καὶ χρονίῳ νοσήματι. ταύταις οὖν μάλιστα προσέχειν
9. χρὴ τὸν νοῦν ὡς ἀκριβῶς διδασκούσαις τὴν τάξιν τῶν
10. κρισίμων ἡμερῶν. εἰ γὰρ ὁ Κλεονακτίδης οὗτος ὀγδοηκοστῇ
11. ῥιγώσας τε καὶ ὀξέως πυρέξας ἐκρίθη ἱδρώσας, δῆλον ὡς μεγάλην
12. τινὰ δύναμιν ὁ τῆς εἰκοστῆς ἀριθμὸς ἔχει. τούτου γὰρ
13. πολλαπλασιαζομένου τὴν ὀγδοηκοστὴν, ὥσπερ καὶ τὴν μ΄
14. καὶ τὴν ἑξηκοστὴν καὶ τὴν ἑκατοστὴν εἰκοστὴν γενέσθαι συμβέβηκεν.
15. εὑρήσεις δὲ καὶ ἄλλους ἀῤῥώστους ἐξωτέρω τῆς ιδ΄
16. κεκριμένους δι’ ἐκκρίσεως ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὧν
17. ἐνίους ἤδη παρεθέμην, οἵ γε τοὺς μὴ νομίζοντας ἀθρόαν γενέσθαι
1. κρίσιν ἐξωτέρω τῆς μ΄ ἐξελέγχουσι καὶ τῶν κρισίμων
2. ἡμερῶν ἐνδείκνυνται τὴν τάξιν. ὅτι μὲν γὰρ ἐκλύεται κατὰ
3. βραχὺ τὸ δι’ ἀγῶνός τε καὶ σάλου παύεσθαι τὰ νοσήματα χρονίζοντα
4. καλῶς εἴρηται· τὸ δὲ μηδεπώποτε διὰ μιᾶς ἡμέρας
5. ὀξεῖαν αὐτῶν γενέσθαι μεταβολὴν, οὐκέτ’ ὀρθῶς. ὅταν γὰρ
6. καὶ ῥῖγος εἰσβάλλῃ σφοδρὸν, ἅμα τῷ παροξυσμῷ τέως οὐ
7. γεγενημένον, ὅ τε πυρετὸς ὀξύτατός τε καὶ σφοδρότατος καὶ
8. θερμότατος καὶ δύσφορος ἐπιγένηται, καὶ μετὰ ταῦθ’ ἱδρὼς
9. ἐξεκρίθη πολὺς, ἀπύρετον ἀκριβῶς τὸν ἄνθρωπον ἐργαζόμενος,
10. εἴ τις οὐ φήσει τοῦτο κρίσιν εἶναι, προδήλως ἐρίζει. ἐγὼ δ’
11. οὐκ εἴωθα τοῖς ἐριστικοῖς ἐπὶ πλέον ἀντιλέγειν, ἀλλ’ ἐκεῖνο
12. χρὴ μᾶλλον εἰδέναι γινόμενον. ὡς ἡμῖν τε γὰρ παραφυλάττουσιν
13. ἐφάνη πολλάκις ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους ἀναγεγραμμένοις
14. ἀῤῥώστοις ἔστιν εὑρεῖν, τὸ τὰς τοιαύτας λύσεις
15. τῶν χρονιζόντων νοσημάτων, οὐχ ὅταν ἐφεξῆς εἴη μηδαμόθεν
16. διακοπτόμενα, συμπίπτειν, ἀλλ’ ἐπειδὰν λελύσθαι δοκοῦντα,
17. πάλιν δευτέρας ὑποστροφῆς ἐνάρξηται. συμβαίνει δὲ πολλάκις
1. καὶ αὐτὰς τὰς κατὰ μέρος ὑποστροφὰς ἐν ἡμέραις τέ τισι
2. κρισίμοις ἄρχεσθαι καί τινα κρισίμων ἡμερῶν ἀριθμὸν προελθούσας,
3. αὖθις ἐν ἑτέρᾳ τινὶ τῶν κρισίμων ἡμερῶν κρίνεσθαι,
4. καὶ οὕτω γίνεται τὰ μὲν κατὰ μέρος ἅπαντ’ ὀξέα, τὸ
5. σύμπαν δὲ χρόνιον. ἐνίοτε δὲ καὶ τὰ διαλείμματα αὐτῶν
6. ἀριθμῷ τινι τῶν κρισίμων ἡμερῶν περιγράφεται, καθάπερ εἴ
7. τις ἑνδεκαταῖος κριθεὶς ἀτελῆ κρίσιν, ὑποστρέψειε τεσσαρεσκαιδεκαταῖος,
8. εἶτ’ αὖθις εἰκοσταῖος κριθεὶς ἐλλιπῶς ὑποστρέψειεν
9. ζ΄ καὶ κ΄, κᾄπειτ’ ἐντεῦθεν ὀξέως πάλιν διανοσήσας αὖθις
10. ἐν μ΄ κριθείη. ταῦτα μὲν οὖν αὐτὸς ἕκαστος ἐπί γε τῶν
11. νοσούντων ὄψεται, προσεδρεύειν αὐτοῖς ἐπιμελῶς ἐθελήσας
12. ἔν τε τοῖς ὑφ’ Ἱπποκράτους γεγραμμένοις ἀῤῥώστοις ἐπισκοπούμενος.
13. ὅτι δὲ καὶ τὴν ἑπτακαιδεκάτην μὲν τῆς ιη΄ καὶ
14. τὴν εἰκοστὴν τῆς κα΄ ἰσχυροτέραν ἡγητέον εἶναι δέδεικται σαφῶς
15. ἤδη τῆς πείρας ἕνεκεν τῆς Ἱπποκράτους. εἰ δὲ καὶ τῆς
16. ἐμῆς πείρας ἐφεξῆς ἀναμνημονεύσαιμι, μακρότερος μὲν ὁ λόγος
17. ἔσται, πιστότερος δ’ οὐδὲν μᾶλλον. εἰ μὲν γάρ τις καὶ αὐτὸς
18. παραφυλάττειν τὰ συμβαίνοντα τοῖς νοσοῦσιν ἐθέλοι καὶ
19. πιστεύειν τοῖς ὑφ’ Ἱπποκράτους εἰρημένοις, οὐδὲν ἔτι τῆς
1. ἡμετέρας πείρας ὁ τοιοῦτος δεήσεται. εἰ δ’ ἤτοι πιστότερα
2. τῶν ἐναργῶς φαινομένων τὰ σοφίσματα νενόμικεν ἢ μηδὲν
3. φροντίζει τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων, οὐ μόνον οὐδὲν
4. ἕξει πλέον ἐκ τῆς ἡμετέρας ἱστορίας ὁ τοιοῦτος, ἀλλὰ καὶ
5. διαπαίζειν αὐτὴν ἐπιχειρήσει. τῶν μὲν δὴ τοιούτων εἴρηται
6. πολλάκις ὡς χρὴ καταφρονεῖν· εἰ δέ τις ἀληθείας ἐρᾷ, τὸν
7. μὲν λῆρον τῶν σοφιστῶν ἀφεὶς, ἐπὶ δὲ τὴν πεῖραν αὐτὸς ἀφικόμενος,
8. ὅταν ὀκτακοσίους, ἢ χιλίους ἀῤῥώστους θεάσηται,
9. σαφῶς οἶδα τοῦτον οὐκ ἄλλα τὰ περὶ κρισίμων ἡμερῶν ἀποφανούμενον
10. ὧν Ἱπποκράτης ἐδήλωσεν.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.5, ed. Kühn, 1825, vol. 9, p. 861-868. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩