11. Οὔσης γὰρ καὶ χρείας καὶ φύσεως διττῆς τῶν
12. κρισίμων ἡμερῶν, καὶ τὴν διδασκαλίαν αὐτῶν διπλῆν Ἱπποκράτης
13. ἐποιήσατο, ἐν μὲν τοῖς ἀφορισμοῖς καὶ τῷ προγνωστικῷ
14. τῶν κατὰ τετράδας τε καὶ ἑβδομάδας ἐπιπλεκομένων
15. ἀλλήλαις μνημονεύσας, ἐν δὲ τῷ πρώτῳ τῶν ἐπιδημιῶν οὐ
16. τούτων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπασῶν τῶν παρεμπιπτουσῶν,
17. ὧν τὴν μὲν αἰτίαν τῆς παρεμπτώσεως ἐν τοῖς
1. ἐφεξῆς ἐρῶ, τὸ δὲ ὅτι καὶ φύσει καὶ χρείᾳ διαφέρουσιν ἀλλήλων
2. ἤδη δηλώσω· φύσει μὲν, ὅτι καλῶς ἁπάντων γινομένων,
3. εἰς τὰς κατὰ τετράδα περιόδους αἱ κρίσεις ἀφικνοῦνται τοὐπίπαν,
4. πλημμεληθέντων δέ τινων εἰς τὰς παρεμπιπτούσας
5. μεθίστανται· τῇ χρείᾳ δὲ, διότι πρὸς μὲν τὸ γνῶναι τὴν μέλλουσαν
6. ἔσεσθαι κρίσιν ἡ κατὰ τετράδα περίοδος αὐτάρκης,
7. εἰς δὲ τὸ κρῖναι τὴν ἤδη γεγενημένην ἁπασῶν οἷον ἀεὶ γινωσκομένων,
8. ἵνα εἰ οὕτως ἔτυχεν ἀσφαλεστέραν μὲν τὴν
9. κρίσιν τὴν ἐνναταίαν τῆς ὀγδοαίας, ἀπιστοτέραν δὲ τὴν ὀγδοαίαν
10. τῆς ἐνναταίας ἡγούμεθα. τὸ μὲν οὖν πιστὸν ἢ ἄπιστον
11. τῆς κρίσεως εἰς τὸ καλῶς διαιτᾷν τοὺς ἤδη κεκριμένους
12. διαφέρει· τὸ δ’ ὁπηνίκα μάλιστα κριθήσεται προγινώσκειν
13. εἰς τοὺς μήπω κεκριμένους διαφέρειν ἀναγκαῖον. εἰρήσεται
14. μὲν οὖν τι κᾀν τοῖς ἐφεξῆς ὑπὲρ τούτου, ἀλλ’ ὁ σύμπας λόγος
15. ἐκ τῆς θεραπευτικῆς ἐστι μεθόδου, καὶ νῦν ἡμεῖς οὐ
16. περὶ χρείας κρισίμων ἡμερῶν ἥκομεν ἐροῦντες, ὅ τι μὴ πάρεργον,
17. ἀλλὰ τὴν δύναμιν αὐτῶν ἅπασαν ἐξηγήσασθαι σπεύδομεν.
18. ἀπόχρη τοίνυν εἴς γε τὸ παρὸν ἀναμνήσαντας τῶν
1. Ἱπποκράτους ῥήσεων ἐπὶ τὰ ἐφεξῆς ἤδη μετιέναι. κατὰ μὲν
2. δὴ τὸ προγνωστικὸν οὕτω φησίν· οἱ δὲ πυρετοὶ
3. κρίνονται ἐν τῇσιν αὐτῇσι ἡμέρῃσι τὸν ἀριθμὸν ἐξ ὧν τε
4. περιγίνονται οἱ ἄνθρωποι καὶ ὧν ἀπόλλυνται. οἵ τε γὰρ εὐηθέστατοι
5. τῶν πυρετῶν καὶ ἐπὶ σημείων ἀσφαλεστάτων βεβεῶτες
6. τεταρταῖοι παύονται, ἢ πρόσθεν, οἵ τε κακοηθέστατοι
7. καὶ ἐπὶ σημείων δεινοτάτων βεβεῶτες τεταρταῖοι κτείνουσιν,
8. ἢ πρόσθεν. ἡ μὲν πρώτη ἔφοδος αὐτέων οὕτω τελευτᾷ,
9. ἡ δὲ δευτέρα τετρὰς εἰς τὴν ἑβδόμην περιάγεται, ἡ δὲ τρίτη
10. εἰς τὴν ια΄, ἡ δὲ τετάρτη εἰς τὴν τεσσαρεσκαιδεκάτην, ἡ δὲ
11. πέμπτη εἰς τὴν ἑπτακαιδεκάτην, ἡ δὲ ἕκτη εἰς τὴν εἰκοστήν.
12. αὗται μὲν οὖν ἤδη διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ πολλαπλασιασμοῦ
13. ἐκ προσθέσιος ἀφικνέονται. οὐ δύναται δ’ ὅλῃσι
14. ἡμέρῃσι ἀριθμέεσθαι οὐδὲν τουτέων ἀτρεκέως. οὐδὲ γὰρ
15. ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσι ἡμέρῃσι ἀριθμέεσθαι πεφύκασιν.
16. μετὰ δὲ ταύτας ἤγουν τὰς κ΄ τὰς ἐν τῷ αὐτῷ
17. τρόπῳ καὶ κατὰ τὴν αὐτὴν πρόσθεσιν ἡ πρώτη περίοδος διὰ
18. τεσσάρων καὶ τριάκοντα ἡμερῶν, ἡ δὲ δευτέρα μ΄ ἡμερῶν,
19. ἡ δὲ τρίτη ξ΄. αὕτη μὲν ἡ ἐκ τοῦ προγνωστικοῦ ῥῆσις.
1. ἐν δ’ αὖ τοῖς ἀφορισμοῖς προειπὼν ὡς τὰ ὀξέα τῶν νοσημάτων
2. κρίνεται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, ἑξῆς ἐπιφέρει· τῶν
3. ἑπτὰ ἡ τετάρτη ἐπίδηλος. ἑτέρας ἑβδομάδος ἡ η΄ ἀρχή. θεωρητὴ
4. δὲ πάλιν ἡ ια΄. αὕτη γάρ ἐστι τετάρτη τῆς δευτέρας ἑβδομάδος.
5. θεωρητὴ δὲ πάλιν ἡ ἑπτακαιδεκάτη. αὕτη γάρ ἐστι
6. τετάρτη μὲν ἀπὸ τῆς τεσσαρεσκαιδεκάτης, ἑβδόμη δὲ ἀπὸ τῆς
7. ια΄. ἐν μὲν δὴ τούτοις ἀμφοτέροις τοῖς συγγράμμασιν ἑβδόμασί
8. τε καὶ τετράσιν ἀνατίθησιν ἁπάσας τῶν κρισίμων ἡμερῶν
9. τὰς περιόδους· ἐν δ’ αὖ τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἁπασῶν
10. ἐφεξῆς μνημονεύει γράφων ᾧδε· ἔστι δὲ πρώτη κρίσιμος τῶν
11. περιόδων τῶν ἐν ἀρτίῃσι κρινουσῶν τετάρτη, στ΄, ι΄, ιδ΄, ιη΄,
12. κ΄, κδ΄, κη΄, λ΄, λδ΄ μ΄, ξ΄, π΄, ρ΄, ρκ΄, τῶν δὲ ἐν τῇσι περισσῇσι
13. περιόδοισι κρινουσῶν πρώτη γ΄, ε΄, ζ΄, θ΄, ια΄, ιζ΄,
14. κα΄, κζ΄, λα΄. δῆλος οὖν ἐστιν ὁ Ἱπποκράτης ἁπάσας ἐν
15. τούτῳ τῷ λόγῳ τὰς κρινούσας περιλαβὼν ἡμέρας· ὑπομνήματι
1. γὰρ ἡ τοιαύτη παρασκευὴ προσήκουσα. δέδεικται γὰρ ἡμῖν
2. πολλάκις ὡς πρότερον γέγραπται τῶν ἐπιδημιῶν βιβλία τοῦ
3. τε προγνωστικοῦ καὶ τῶν ἀφορισμῶν, ὅτι δύναμιν ὑπομνημάτων
4. ἔχει. κατὰ λόγον οὖν ἐνταῦθα ἁπάσας μὲν ἔγραψε τὰς
5. κρισίμους. ἡμέρας. ἐν ἐκείνοις δὲ μόνας τὰς μεγίστην δύναμιν
6. ἐχούσας καὶ τῷ λόγῳ τῆς αὐτῶν φύσεως ἀποτελουμένας, ὡς
7. ἐν τοῖς ἐφεξῆς ἀποδείξομεν, ἔτι τε πρὸς τούτοις οὐ σμικρὰν
8. χρείαν εἰς τὴν τῆς μελλούσης ἀκμῆς τε καὶ κρίσεως πρόγνωσιν
9. παρεχομένας. διὰ τίνα μὲν οὖν αἰτίαν ὁ Ἱπποκράτης οὐ μίαν
10. ἐν ἅπασι τοῖς βιβλίοις ἐποιήσατο κρισίμων ἡμερῶν διδασκαλίαν
11. ἤδη δέδεικται σαφῶς. οὐκ ἄδηλον δὲ οὐδὲ διότι τοῖς
12. ἄλλοις ἰατροῖς εἰς διαφωνίαν ἀφικέσθαι συνέβη περὶ τῶν κρισίμων
13. ἡμερῶν. οἱ μὲν γὰρ ὅτι διττὴ φύσις αὐτῶν ἐστιν
14. οὐδ’ ὅλως ἐνόησαν, οἱ δὲ τὴν ἀρχὴν οὐδὲ παρεφύλαξαν,
15. ἀλλὰ τῷ λόγῳ τὸ σύμπαν ἐπέτρεψαν. ἔνιοι δὲ ἐπὶ μὲν τὸ διὰ
16. τῆς πείρας ἐξευρεῖν αὐτὰς ἧκον, ἀλλ’ ἐσφάλησαν διττῶς, ἢ
17. τῷ μηδὲν ὅλως διορίζεσθαι πρὸ τῆς πείρας, ἢ τῷ προπετέστερον
18. ἀποφαίνεσθαι.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.6, ed. Kühn, 1825, vol. 9, p. 868-872. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩