Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 2.7, ed. Kühn, 1825, vol. 9, p. 873-875. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.7

1. Ἀλλ’ ἡμῖν γε καὶ τίνα χρὴ διορίζεσθαι πρὸ
2. τῆς πείρας εἴρηται, καὶ οὐ χρὴ σπεύδειν ἀποφήνασθαι περὶ
3. κρισίμων ἡμερῶν οὐδὲν, ἄχρις ἂν ἐπὶ πολλῶν ἀῤῥώστων ἔτεσι
4. πολλοῖς ἀκριβῶς τις παραφυλάξῃ· τά τε γὰρ ἄλλα καὶ
5. τῶν ἐπετείων καταστάσεων αἱ διαφοραὶ πάμπολλαί τινες ὑπάρχουσιν.
6. ἐν γοῦν ὅλῳ θέρει ποτὲ πλέον ἢ τετρακοσίους ἀνθρώπους
7. ὀξέως νοσήσαντας ἐθεασάμην ἅπαντας ἢ ἑβδομαίους,
8. ἢ ἐνναταίους κριθέντας. ἐν ἑτέρῳ δ’ αὖθις ἔτει τοὺς
9. μὲν τεσσαρεσκαιδεκαταίους, τοὺς δ’ εἰκοσταίους, τοὺς πλείστους
10. δ’ ἐξ ὑποστροφῶν. ἐν ἄλλῳ δὲ πεμπταίους μὲν αἱμοῤῥαγήσαντας
11. παμπόλλους, τελέως δ’ ἑβδομαίους, ἢ ἐνναταίους
12. κριθέντας. οἶδα δὲ καὶ φθινοπώρῳ ποτὲ πάντας ἑνδεκαταίους
13. κριθέντας. ἀλλὰ τοῦτο μὲν ἀγαθὴν τὴν κρίσιν ἤνεγκεν,
14. ἕτερον δὲ φθινόπωρον ἑκταίους ἔκρινεν ἅπαντας οὐκ ἀγαθῶς.
15. διὸ καὶ μᾶλλον ἐπῄει μοι θαυμάζειν τοὺς ὅλως οὐδεμίαν
16. ἐν ταῖς ἡμέραις ἡγουμένους εἶναι διαφορὰν, ἀλλ’ ὁμοτίμους
17. ἁπάσας ὑπάρχειν. ὅλαι γὰρ καταστάσεις πολλάκις ἢ
1. θερινῶν, ἢ μετοπωρινῶν νοσημάτων ἓν εἶδος ἔχουσι κρίσεων,
2. ὡς κᾀν ταῖς ὑφ’ Ἱπποκράτους γεγραμμέναις ἐστὶ δῆλον, ἐν
3. αἷς εἴ τις μὴ παντάπασίν ἐστι ῥᾴθυμος, ἄλλοτε μὲν ἄλλην
4. τῶν κρισίμων ἡμερῶν ὄψεται πλεονάζουσαν, οὐ μὴν ὀγδόην
5. τε καὶ ιβ΄ ἢ ἑκκαιδεκάτην, ἤ τινα τῶν τοιούτων. ἐοίκασιν οὖν
6. εἰς ἄμφω τὰ συνεστῶτα τὴν ὅλην ἰατρικὴν οἱ σοφισταὶ παρανομεῖν,
7. τὴν πεῖράν τε καὶ τὸν λόγον. οὔτε γὰρ ἐν οἷς τῆς
8. πείρας ἐστὶ χρεία, ταύτην ἀναμένουσιν, ἀλλ’ ὡς ἂν ἑκάστῳ
9. παραστῇ, ληροῦσιν, οὔτε τῶν ἐναργῶς φαινομένων ἐξευρίσκουσι
10. τὰς αἰτίας. διὰ τοῦτο τοίνυν ὁ μέν τις αὐτῶν οὔτε
11. κρίσιμον ἡμέραν οὔθ’ ὅλως κρίσιν ὑπάρχειν φησὶν, ὁ δὲ κρίσιν
12. μὲν εἶναί τινα, οὐ μὴν καὶ κρισίμους ἡμέρας, ὥσπερ δέον
13. λόγῳ μᾶλλον, ἀλλ’ οὐ πείρᾳ τὰς κρισίμους ἡμέρας καὶ τὰς
14. κρίσεις ἐξευρίσκειν, ἢ φαυλοτέρων ὄντων τῶν ὅσοι διὰ τῆς
15. πείρας ἄμφω μεμαθηκέναι φασίν. ἡμῖν μὲν τοίνυν ὅσοι μεθ’
16. Ἡρόφιλόν τε καὶ Ξενοφῶντα καὶ Ἀσκληπιάδην ἐγενόμεθα
17. τάχ’ ἂν εἴη τις εἰς τοὺς ἄνδρας ἐκείνους ἢ φθόνος, ἢ φιλονεικία·
1. τῷ πρώτως δ’ ἀκριβῶς αὐτὰς ἐξευρόντι διὰ τῆς πείρας,
2. ὡς τὰ τῶν ἐπιδημιῶν ἐνδείκνυται γράμματα, πόθεν ἂν ἐπῆλθε
3. τὸ προγνῶναί τινας ἔσεσθαι ἐξ ὑστέρου τοιούτους σοφιστάς;
4. οὐδὲ γὰρ ἐν τοῖς καθ’ Ἱπποκράτην χρόνοις ἦσάν πώ τινες
5. ὅμοιοι τούτοις, ἀλλ’ ἕκαστος ἐκείνων ἐξευρεῖν τι καὶ συντελεῖν
6. εἰς τὴν τέχνην ἔσπευδεν, οὐ λυμαίνεσθαι τοῖς ὀρθῶς εὑρημένοις.
7. καὶ μὴν καὶ τοὺς ἐμπειρικοὺς ὀνομαζομένους ἰατροὺς
8. ἔστι μὲν ἰδεῖν ὥσπερ τινὰς κοινοὺς ἐχθροὺς τῶν δογματιζόντων
9. ἁπάντων ἐπιτηροῦντας ὃ καταμέμψονται, μὴ μέντοι μήτε
10. κρισίμους ἡμέρας μήτε κρίσεις ἀναιροῦντας, ἀλλ’ ὡς ἂν καὶ
11. ἄλλο τι τῶν ἐναργεστάτων καὶ ταῦτα ἄμφω τιθέντας. ἅλις
12. ἤδη μοι σοφιστῶν ληρούντων.

Cliquer un n° de page pour en afficher l’image