17. Ἡ δ’ ἀναλογία τῶν κρινουσῶν ἡμερῶν ἄχρι
1. παντὸς διαφυλάττεται. καθάπερ γὰρ ἡ ιδ΄ καὶ πέρας ἐστὶ
2. τῆς δευτέρας ἑβδομάδος καὶ ἀρχὴ τῆς γ΄, οὕτω καὶ ἡ λδ΄ πέρας
3. θ’ ἅμα τῆς πέμπτης ἐστὶ καὶ ἀρχὴ τῆς στ΄, ὥστε ἀεὶ τὰς τρεῖς
4. ἑβδομάδας εἴκοσιν ἡμέραις περιγράφεσθαι, καὶ διὰ τοῦτο τὴν ξ΄,
5. ὡς καὶ πρόσθεν ἔφαμεν, οὐ τὴν ξγ΄ γενέσθαι κρίσιμον· ὡσαύτως
6. δὲ καὶ τὴν π΄ τε καὶ ρκ΄. ὡς γὰρ τὸ τῶν κρίσεων ἀγωνιστικὸν
7. ἐκλύεσθαι κατὰ βραχὺ τοῦ χρόνου προϊόντος, οὕτω καὶ
8. τὰς ἀσθενεῖς κρισίμους ἀμαυροῦσθαι καὶ τελέως συμπίπτειν·
9. μόνας δ’ ἄχρι παντὸς διαρκεῖν ὅσαι περιγράφουσι τελείαν
10. περίοδον ἀριθμῶν κρισίμων. ἔοικε δ’, ὅσα γε διὰ τῆς πείρας·
11. ἔνεστι μαθεῖν, πρώτη περίοδος τελεία ἡ τῶν εἴκοσιν ἡμερῶν
12. ὑπάρχειν. εἰ μὲν γὰρ ἀεὶ κατὰ διάζευξιν ὁ τῆς ζ΄ ἀριθμὸς
13. προὐχώρει, καθάπερ ἐπὶ τῶν πρώτων ἔχει δυοῖν, ἦν ἂν οὕτω
14. γε καὶ αὕτη ἡ ζ΄ τελεία πρώτη περίοδος. ἐπεὶ δ’ ἡ μὲν δευτέρα
15. τῆς πρώτης διέζευκται, συνῆπται δ’ ἡ τρίτη τῇ β΄, δῆλον ὡς
16. οὐκ ἔτι φυλάττεται μετὰ τὴν ιδ΄ ἡμέραν ἡ ἐξ ἀρχῆς ἀναλογία.
17. μετὰ μέντοι τὴν κ΄ ἡ αὐτὴ τῶν περιόδων τάξις ἄχρι παντὸς
1. διαμένει, τῆς μὲν λδ΄ ἀνάλογον τῇ τεσσαρεσκαιδεκάτῃ γενομένης
2. ἐκ δυοῖν ἑβδομάδων διεζευγμένων, τῆς δ’ αὖ τεσσαρακοστῆς
3. ἀνάλογον τῇ κ΄ τὴν τρίτην ἑβδομάδα τὴν συνημμένην
4. πληρούσης. τοῦτ’ οὖν αὐτὸ διδάσκων ἡμᾶς Ἱπποκράτης ἐν
5. τῷ προγνωστικῷ μετὰ τὸ περὶ τῆς εἰκοστῆς ἡμέρας διελθεῖν
6. ἐφεξῆς ἐρεῖ· μετὰ δὲ ταύτας ἐν τῷ αὐτέῳ τρόπῳ καὶ κατὰ
7. τὸν αὐτὸν κόσμον ἡ πρώτη διὰ τεσσάρων καὶ τριάκονθ’ ἡμερῶν.
8. πρώτην γὰρ εἶπε μετὰ τὴν εἰκοστὴν ἡμέραν εἶναι τὴν λδ΄
9. ὡς περίοδον, οὐχ ὡς ἡμέραν κρίσιμον, ἐπεὶ καὶ κδ΄ καὶ κζ΄ καὶ
10. τὴν λα΄ μετὰ τὴν εἰκοστήν ἐστι κρίσιμος. ἀλλ’ ἐπειδὴ περί τε
11. τῶν μικροτέρων περιόδων, αἳ δὴ τετράδες εἰσὶν, αὐτάρκως
12. ἐδίδαξεν καὶ περὶ τῶν ἑβδομάδων αὐτῶν ἱκανῶς διεξῆλθεν,
13. εὐθὺς ἐβουλήθη ἑξῆς τὰς ὑπολοίπους δύο περιόδους ἐπιδιδάξαι,
14. τήν τε ἐκ τῶν δύο ἑβδομάδων συγκειμένην καὶ τὴν ἐκ τῶν
15. τριῶν, ἀλλὰ τὴν μὲν ἐκ τῶν δύο οἷον ἡμιτελῆ τινα, τὴν δ’ ἐκ
16. τῶν τριῶν ἀκριβῶς τελείαν. εἴ γε δὴ καὶ τὴν τεσσαρακοστὴν
17. καὶ τὴν ξ΄ καὶ τὴν π΄ καὶ τὴν ρκ΄ ἐκ τῆς εἰκοστῆς πολλαπλασιαζομένης
18. γίνεσθαι συμβέβηκε. τοῦτο οὖν αὐτὸ καὶ οὐκ ἄλλο
1. γνώρισμα τελείας ἐστὶ περιόδου, ἤτοι συντεθειμένης ἀεὶ καὶ
2. πολυπλασιαζομένης αὐτῆς ἐφ’ ἑαυτὴν, ἄλλης μηκέτι δεῖσθαι
3. περιόδου. καὶ μὴν οὐδεμιᾷ τῶν πρὸ τῆς εἰκοστῆς ὑπάρχει
4. τοῦτο. ἥ τε γὰρ ζ΄ εἴπερ ἑαυτὴν ἐπολυπλασίαζε διὰ παντὸς,
5. εἴς τε τὴν εἰκοστὴν πρώτην ἂν ἐξέπιπτε καὶ τὴν κη΄ καὶ τὴν λε΄
6. καὶ τὴν μβ΄, ἡ τεσσαρεσκαιδεκάτη τήν τε κη΄ ὡσαύτως ἂν ἐποίει
7. καὶ τὴν μβ΄. ἀλλὰ καὶ ἡ τετρὰς, καὶ ἥδε, εἰ τὴν σύνθεσιν αὐτῆς
8. πρὸς ἑαυτὴν ἂν ἐποιεῖτο, τὴν ὀγδόην ἂν ἀπειργάσατο καὶ τὴν
9. ιβ΄ καὶ ιστ΄ ἰσχυρὰς κρισίμους, ὥστ’ αὐτὴ μὲν ἡ τετάρτη ἐναργῶς
10. οὐδὲ περίοδός ἐστιν, ἀλλ’ οἷον ἥμισυ περιόδου. τῆς γὰρ
11. ἑβδομάδος διχῇ τμηθείσης ἡ τετάρτη δεξαμένη τὴν τομὴν
12. πέρας μέν ἐστι τῆς πρώτης τετράδος, ἀρχὴ δὲ τῆς δευτέρας
13. ἐγένετο. τάχα δ’ ἂν ἡ ἑβδομὰς αὕτη δόξειεν ἤδη τελεία περίοδος
14. ὑπάρχειν. οὐ γὰρ δὴ κᾀπὶ ταύτης γε τὴν ἑβδόμην ἡμέραν
15. ἀρχὴν τῆς δευτέρας ἑβδομάδος εἶναι συμβέβηκεν. οὕτω γὰρ ἂν
16. εἰς τὴν τρισκαιδεκάτην, οὐκ εἰς τὴν ιδ΄ ἐνέπιπτε τὸ τέλος αὐτῆς.
17. ἀλλ’ ἐπεὶ πάλιν ἡ ιδ΄ πέρας θ’ ἅμα τῆς δευτέρας ἑβδομάδος
18. ἀρχή τε τῆς τρίτης ἐστὶν, οὐκέτ’ ἂν οὕτως γε τελεία περίοδος
1. ἡ ἑβδομὰς ὑπάρχῃ. δὶς μὲν γὰρ ἑαυτὴν ἐπολυπλασίαζε,
2. τὸ τρίτον δὲ οὐκ ἠδυνήθη. καὶ μὴν εἰ διὰ μὲν τὰς δύο τὰς
3. πρώτας ἑβδομάδας ἐν διαζεύξει γενομένας ὁλόκληρόν τινα
4. περίοδον ὑπολαμβάνειν χρὴ τὴν ἑβδομάδα, διὰ δὲ τὴν γ΄ συναφθεῖσαν
5. οὐκέθ’ ὁλόκληρον, ἤτοι τελείως εἰς ἀπορίαν καταστῆναι
6. ἀνάγκη τὸν λόγον ἢ τὴν ἑβδομάδα πρώτην γέ τινα
7. τῇ τάξει καὶ ἁπλῆν περίοδον ἡγητέον εἶναι, τὴν δὲ ἐκ τῶν κ΄
8. ἡμερῶν συγκειμένην δευτέραν τε ἅμα καὶ σύνθετον καὶ
9. τελείαν.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 2.9, ed. Kühn, 1825, vol. 9, p. 876-880. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩