Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.1, ed. Kühn, 1825, vol. 9, p. 900-901. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.1

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΚΡΙΣΙΜΩΝ ΗΜΕΡΩΝ

ΒΙΒΛΙΟΝ Γ.

1. Ὅτῳ δὲ καὶ τὰς αἰτίας ἐσκέφθαι κάλλιον
2. εἶναι δοκεῖ δι’ ἃς οὐκ ἐν ἁπάσαις ἡμέραις αἱ νόσοι κρίνονται,
3. τούτῳ καὶ τάδε σύγκειται. χρὴ μέντοι καὶ τὰς ἀρχὰς
4. τῆς εὑρέσεως τῶν κρινουσῶν ἡμερῶν αὐτῶν ὁμολογεῖσθαι,
5. καθότι κᾀν τῷ πρὸ τούτου γράμματι λέλεκται. διτταὶ
6. δ’ εἰσὶν αὗται κατὰ γένος, ὑπὸ μὲν τῆς πείρας ἐναργῶς μαρτυρούμεναι,
7. τῷ τε μὴ πᾶσαν ἡμέραν ὁμοίως εἶναι κρίσιμον,
8. ἰσχυροτάτην δὲ δύναμιν ὑπάρχειν ταῖς καθ’ ἑβδομάδα περιόδοις,
9. δευτέραν δὲ ταῖς κατὰ τετράδα, παρεμπίπτειν δέ τινας
1. ἔξω τούτων. ἀλλὰ καὶ τὸ μήτε πάσας ἀλλήλων διεζεῦχθαι
2. τὰς ἑβδομάδας, ἀλλὰ καί τινας ἐξ αὐτῶν καὶ συνάπτεσθαι,
3. μήτε πάσας τὰς τετράδας, ἀλλὰ καὶ τούτων τὰς μὲν διαζεύγνυσθαι,
4. τὰς δὲ καὶ συνάπτεσθαι καὶ τὸ τὰς κρίσεις γίνεσθαι
5. τοὐπίπαν ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἐν περιτταῖς ἡμέραις,
6. ἐν δ’ αὖ τοῖς χρονίοις ἐν ταῖς ἀρτίαις, ἅπαντά γε τὰ τοιαῦτα
7. περὶ ὧν ἔμπροσθεν εἴρηται, πρὸς τῆς ἐμπειρίας ἱκανῶς
8. μαρτυρεῖται. τῷ λόγῳ δ’ ἐξιχνεύουσιν ἡμῖν τὰς τούτων αἰτίας
9. ἐφαίνετο δύο ἀρχὰς θέσθαι χρῆναι τὰς πρώτας ἁπάντων
10. τῶν γινομένων, ἄτακτον μὲν τὴν ἐκ τῆς ἐνταῦθ’ ὕλης
11. ὁρμωμένην, ἐν τάξει δέ τινι καὶ κόσμῳ προϊοῦσαν ἀεὶ τὴν
12. ἐκ τῶν κατ’ οὐρανὸν, ἅπαντα γὰρ τὰ τῇδε πρὸς ἐκείνων
13. κοσμεῖται. καὶ δὴ καὶ νῦν ἐπὶ συναμφοτέροις, τοῖς τε ἐκ τῆς
14. πείρας γνωσθεῖσι καὶ οἷς ὁ λόγος ὑφηγήσατο, πειρᾶσθαι χρὴ
15. πάντων τῶν κατὰ τὸν λόγον, καὶ κατ’ αὐτὴν πεῖραν τῶν
16. κατὰ τὰς κρισίμους ἡμέρας ἐξευρίσκειν τὰς αἰτίας ἐνθένδε
17. ποθὲν ἀρχομένους.

Cliquer un n° de page pour en afficher l’image