10. Μωροί τ’ ἄν εἴημεν, εἰ δημόσιον ἄκουσμα
11. νομίζοιμεν εἶναι λόγον τοιοῦτον. ὅτι γὰρ τοῖς πολλοῖς ἀκούειν
12. ἥδιον ἀμήτορα μὲν τὴν μονάδα, τολμᾷν δὲ τὴν δυάδα καὶ καθ’
13. ἕτερον τρόπον ἰδέαν μὲν τὴν μονάδα, τὴν δυάδα δὲ ὕλην
14. ἄπειρον, εἶθ’ ἑξῆς τὴν τριάδα πεπερασμένην ἁρμονίαν, ἢ τέλειον
15. ἀριθμὸν καὶ α΄, ἢ στερεὸν, ἢ ἐπίπεδον. ὅ τι γὰρ ἂν αὐτοῖς
16. δόξῃ λέγουσιν ἄλλοι ἄλλο, καὶ Ἀθηνᾶν γε τινὰ καλοῦσιν ἀριθμὸν,
17. ἕτερον δ’ Ἄρτεμιν, Ἀπόλλωνα δ’ ἄλλον. ὥσπερ οὖν οὐκ
1. ἀγνοοῦμεν, οὕτως οὐδὲ λέγειν ὑπομένομεν, οὐδεμίαν ἐπιστημονικὴν
2. ἀπόδειξιν ἐπάγειν τοῖς λόγοις αὐτῶν δυνάμενοι.
3. καὶ τοῖς γε φίλοις ἐδείξαμεν ἔργῳ πολλάκις ὡς ταῖς τοιαύταις
4. τις χρώμενος ψυχρολογίαις, εἴτ’ ἐπαινεῖν ὁντιναοῦν ἀριθμὸν,
5. εἴτε καὶ ψέγειν βούλοιτο, πρόχειρον αὐτῷ. κινδυνεύουσι γὰρ
6. εἰς τοσοῦτον ἥκειν ἠλιθιότητος οἱ τὰ τοιαῦτα ληροῦντες ὡς
7. ἐπειδὰν ἢ περὶ τῆς ἑβδομάδος, ἢ περί τινος ἄλλου λέγωσιν,
8. οὐκ ἀρκεῖσθαι μόνοις τοῖς τοιούτοις ψυχρεύμασιν, ὥστε
9. Πλειάδες ἑπτὰ καὶ τῶν ἄρκτων ἑπτάστερος ἑκατέρα, καὶ
10. γὰρ καὶ ὀνομάζουσιν οὕτως, ἀλλὰ καὶ τῶν ἑπταπύλων
11. Θηβῶν μνημονεύουσι καὶ δηλονότι τῶν ἐπὶ Θήβαις ἑπτά.
12. καίτοι τί πρὸς ἔπος, εἰ Πλειάδες ἑπτὰ, Δίωνα πλευριτικὸν
13. γενόμενον ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν
14. ἐνναταῖος, ἄλλοτε δὲ δεκαταῖος ἐκρίθη. τί δ’ ὅμοιον, εἰ
15. ἑπτὰ Νείλου στόματα, Θέωνα περιπνευμονικὸν γενόμενον
16. ἑβδομαῖον κριθῆναι; καὶ γὰρ ἄλλοτε μὲν τεταρταῖος, ἄλλοτε
17. δὲ πεμπταῖος ἐκρίθη. ἀλλ’ ὥσπερ κᾀν τοῖς ἄλλοις
18. ἅπασι διττὴ τῶν φαύλων ἁπάντων ἐστὶν ἡ φύσις, ὑπερβολή
1. τε καὶ ἔλλειψις, οὕτω κᾀνταῦθα. τινὲς μὲν ὅλως
2. μισοῦσι καὶ τοὺς τἀληθῆ λέγειν ὑπὲρ ἑβδομάδος ἐπιχειροῦντας,
3. ἐσχάτως ὄντες μισόλογοι τινὲς δὲ εἰς τοσαύτην ἐμπίπτουσι
4. φλυαρίαν, ὡς καὶ τῶν μηδὲν προσηκόντων μνημονεύειν.
5. ἑκατέρα, φασὶ, τῶν ἄρκτων ἀστέρων ἐστὶν
6. ἑπτά. πρῶτον οὐκ ἀληθὲς, ἀλλὰ καὶ τοῦτ’ ἐσχάτην αὐτῶν
7. ἀμαθίαν κατηγορεῖ. κείσθω γοῦν ἀληθές. ἀλλ’ οὔθ’
8. ὁ Βοώτης οὔθ’ ὁ δι’ αὐτῶν τῶν ἄρκτων δράκων ἀστέρων
9. ἐστὶν ἑπτά. κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔθ’ ὁ στεφανὸς
10. οὔθ’ ὁ ἐγγόνασις οὔθ’ ὁ ὀφιοῦχος οὔτε καρκίνος,
11. ἢ λέγω, οὔθ’ ὅλως οὐδὲν τῶν ιβ΄ ζωδίων, ἐν οἷς
12. οἱ πλανῆται φέρονται. καίτοι ὅτι τὰ τῇδε κοσμοῦσιν οἵδε
13. καὶ διατάττουσιν, οὐ τοῖς ἀστρονόμοις μόνον, ἀλλὰ καὶ
14. τοῖς ἀρίστοις ἅπασιν ὡμολόγηται φιλοσόφοις. οὔτ’
15. οὖν τοὺς φλυαροῦντας ἀποδέχεσθαι χρὴ, καὶ τοὺς ἀποδιδράσκοντας
16. ἀεὶ τοιαύτην θεωρίαν μὴ προσαναγκάζειν.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.11, ed. Kühn, 1825, vol. 9, p. 934-936. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩