Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.12, ed. Kühn, 1825, vol. 9, p. 936-938. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.12

17. Ἐμοὶ δ’ οὖν αὐτὸ τὸ ἀληθὲς εἰς ὅσον ἀνθρώπῳ
18. δυνατὸν εὑρῆσθαι νομίζω, γιγνωσκόμενον μέν που
1. καὶ πρόσθεν Ἱπποκράτει, καθότι διὰ τῆς προγεγραμμένης
2. ῥήσεως ἐνεδείξατο, ῥαθυμίᾳ δὲ τῇ τῶν πολλῶν σιωπηθέν.
3. ἐγὼ δ’ οὔτ’ ἄλλο τι παρ’ Ἱπποκράτους μάτην εὑρίσκω γεγραμμένον,
4. οὔθ’ ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως
5. ἀριθμεῖσθαι δύναται, καὶ λαβὼν ἀρχὴν ὁμολογουμένην οὐκ
6. ἀστρονόμοις μόνον, ἢ φυσικοῖς φιλοσόφοις, ἀλλὰ καὶ γεωργοῖς
7. καὶ ναύταις καὶ πᾶσιν ἀνθρώποις, ὡς ἡ σελήνη τὸν
8. περίγειον ἐπιτροπεύει τόπον, οἷον ὕπαρχός τις οὖσα μεγάλου
9. βασιλέως τοῦ ἡλίου, ταῖς ταύτης περιόδοις ἐπέδειξα τὰς
10. κρινούσας ἡμέρας ἑπομένας· ἐπέδειξα δὲ καὶ τῶν παρεμπιπτουσῶν
11. ἡμερῶν τὰς αἰτίας καὶ διὰ τί τὰς τρεῖς ἑβδομάδας
12. οὐκ εἰς τὴν κα΄, ἀλλ’ εἰς τὴν κ΄ μᾶλλον ὁ Ἱπποκράτης ἀξιοῖ
13. περιάγεσθαι. τούτων δ’ ἀποδεδειγμένων οὐδὲν ἔτι χαλεπὸν
14. εὑρεῖν οὐδὲ διὰ τί τὴν μὲν πρώτην ἑβδομάδα τῆς δευτέρας
15. διαζεύγνυσι, συνάπτει δὲ ταύτην τῇ τρίτῃ, οὔτε γὰρ τὴν
16. δευτέραν τῇ πρώτῃ συνάπτειν εὔλογον ἦν, εἰς τὴν ιδ΄ ἀφικνουμένης
17. τῆς κρίσεως, οὔτε τὴν τρίτην τῇ δευτέρᾳ διαζευγνύναι
1. τῆς κ΄ μᾶλλον ἢ τῆς κα΄ ἐκδεχομένης τὰς κρίσεις. ἐπεὶ
2. δὲ τῶν ἑβδομάδων αὐτῶν αἱ δύο μόναι πρῶται διαζεύγνυνται,
3. συνάπτεται δ’ ἡ τρίτη, δῆλον ὡς καὶ τῶν τετράδων ἔνιαι
4. μὲν ἐξ ἀνάγκης συναφθήσονται, διαζευχθήσονται δ’ ἕτεραι.
5. ἡ μὲν οὖν δευτέρα τετρὰς καὶ ἡ πρώτη συναφθήσονται,
6. διότι μιᾶς ἑβδομάδος τῆς πρώτης διχῇ τμηθείσης ἑκατέρα
7. μόριον ἐστιν. ἡ δὲ τρίτη τῆς δευτέρας διαζευχθήσεται,
8. διότι καὶ ἡ ἑβδομὰς ἡ δευτέρα τῆς πρώτης διεζεύγνυτο.
9. συναφθήσεται δὲ ἡ τρίτη τῇ τετάρτῃ, διότι τῆς δευτέρας
10. ἑβδομάδος ἑκατέρα μόριόν ἐστιν. αὕτη δ’ οὖν πάλιν ἡ τετάρτη
11. τῇ ε΄ συναφθήσεται διὰ τὴν τρίτην ἑβδομάδα συναφθεῖσαν
12. τῇ δευτέρᾳ. συναφθήσεται δὲ καὶ ἡ στ΄ τετρὰς τῇ
13. ε΄ κατὰ τὴν ιζ΄ ἡμέραν, ὡς ἂν τῆς τρίτης ἑβδομάδος ἑκατέρα
14. μέρος ὑπάρχουσα.

Cliquer un n° de page pour en afficher l’image