Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.13, ed. Kühn, 1825, vol. 9, p. 938-941. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.13

 

15. Εἰς μὲν οὖν τὸ καλῶς διαιτῆσαι χρησιμώτατόν
16. ἐστι προγνῶναι τὸν χρόνον τῆς κρίσεως. εἴτε δ’
17. ὀξὺ χρὴ καλεῖν, εἴτε χρόνιον, εἴτ’ ἄλλως πως ὀνομάζειν
1. τόδε τὸ νόσημα, τὸ κατὰ τὴν κ΄ ἡμέραν, εἰ οὕτως ἔτυχε,
2. κριθησόμενον, οὐδὲν ὠφελεῖ τὸν κάμνοντα. δύναται γάρ τις,
3. μηδὲν φθεγξάμενος, ἀλλὰ μηδὲ νοήσας ὅλως ὅ τι ποτὲ χρὴ
4. καλεῖν αὐτὸ, καλῶς διαιτῆσαι τὸν νοσοῦντα, μηδέν γε τῶν
5. ἄλλων παραλιπὼν ἃ πρὸς τοῦτο διαφέρει. τὸ μὲν ἀληθὲς
6. ἅμα καὶ χρήσιμον εἴρηταί μοι, τὸ δὲ τοῦ σοφιστικοῦ λήρου
7. περαινέσθω, μετὰ ταῦτα δεικνύντων ἡμῶν κᾀνταῦθα, πόσον
8. ἀγνοοῦσι τοῦ προσήκοντος οἱ πλεῖστοι τῶν ἰατρῶν.
9. οἴονται γὰρ ὀξὺ μὲν καλεῖσθαι νόσημα τὸ ταχέως
10. κρινόμενον, ἐναντίον δ’ ὑπάρχειν αὐτοῦ τὸ χρόνιον. ἔχει δ’
11. οὐχ οὕτω τἀληθὲς, ἀλλ’ ἔστι γάρ τι νόσημα βραχυχρόνιον
12. μὲν, οὐ πάντως δ’ ὀξύ. καὶ τούτῳ μὲν ἐναντίον ἐστὶ τὸ
13. χρόνιον, ἢ πολυχρόνιον, ἢ ὅπως ἄν τις ἑτέρως ἐθέλῃ καλεῖν
14. αὐτό. τῷ δ’ ὀξεῖ φύσις ἑτέρα νοσήματος ἀντίκειται,
15. οὐδὲν ἴδιον ὄνομα κεκτημένη. καὶ τοῦτ’ εἰκότως ἐγένετο·
16. τοῦ γὰρ ὀξέως νοσήματος, ὡς ὁ μὲν Ἀρχιγένης ὑπεγράφετο,
17. τοῦ διὰ συντόμως κινδυνώδους· ὡς δ’ Ἱπποκράτης
1. ἔλεγε, τοῦ μετὰ πυρετοῦ συνεχοῦς γιγνομένου, συμβεβηκὸς
2. ἐξ ἀνάγκης ἔσται τὸ ταχέως κρίνεσθαι. κατὰ μὲν
3. γὰρ τὸ τῆς κινήσεως εἶδος ὀξὺ προσηγόρευται, παύσασθαι
4. δ’ ἀναγκαῖον αὐτὸ διὰ ταχέων, ὡς ἂν ἐπειγομένῳ πρὸς
5. τὴν οἰκείαν τελευτήν. αὐτὸ γὰρ τοῦτ’ ἔστι τὸ ταχέως κινεῖσθαι,
6. τὸ συῤῥεῖν ἐπὶ τὸ πέρας. ἔσται δὴ πάντως βραχυχρόνιον
7. μὲν κατ’ ἄλλο μέν τι καὶ ἄλλο τῶν ἐν αὐτῷ,
8. τό τ’ ὀξὺ καὶ τὸ βραχυχρόνιον εἰρήσεται. διὰ μὲν γὰρ τὸ
9. τῆς κινήσεως ἠπειγμένον ὀξὺ, διότι δ’ οὐχ οἷόν τε χρονίζειν
10. αὐτῷ ταχέως κινουμένῳ, βραχυχρόνιον ὀνομασθήσεται.
11. φύσις δ’ ἄλλη νοσήματος αὐτῷ παράκειται βραχυχρονίου.
12. πολλοὶ γὰρ τῶν ἐφημέρων πυρετῶν διά τινα ψύξιν,
13. ἢ ἔγκαυσιν ἐπιπόλαιον, ἢ κάματον βραχὺν, ἢ ἀγρυπνίαν,
14. ἢ λύπην, ἢ μέθην, ἢ θυμὸν, ἤ τι τοιοῦτον, ἐγένοντο
15. μικροί τε ἅμα καὶ βραχεῖς καὶ τελέως ἀκίνδυνοι, καὶ τούτους
16. οὐδεὶς οὔτε ἰδιώτης οὔτε ἰατρὸς ὀξὺ νόσημα καλεῖν
17. εἴθισται. τὸ μὲν οὖν ὀξὺ τοῦ βραχυχρονίου σαφῶς
18. ἐν αὐτοῖς τούτοις διακέκριται, τὸ δὲ βραδὺ τῷ πολυχρονίῳ
1. συνεχύθη, καίτοι γ’ οὐ τὴν αὐτὴν ἔχον ἔννοιαν, εἴ
2. γε τὸ μὲν ὀξὺ τῷ βραδεῖ, τὸ δ’ ὀλιγοχρόνιον τῷ πολυχρονίῳ
3. κατ’ ἀντίθεσιν εἴρηται. πᾶν μὲν οὖν ὀξὺ πάντως
4. ὀλιγοχρόνιον, καὶ πᾶν χρόνιον ἐξ ἀνάγκης βραχὺ, οὐ μὴν
5. οὔτ’ εἰ βραχυχρόνιον, ὀξὺ πάντως, οὐδ’ εἰ βραδὺ, πολυχρόνιον.
6. ἐξ οὖν τῆς τοιαύτης ὑπαλλάξεως, οὐ πάνυ τι
7. σαφοῦς ὑπαρχούσης τοῖς πλείστοις τῶν ἰατρῶν, οὐ μόνον
8. αἱ προσηγορίαι συνεχύθησαν, ἀλλὰ καὶ τῶν πραγμάτων
9. αὐτῶν αἱ διαγνώσεις.

Cliquer un n° de page pour en afficher l’image