18. Πάντων μὲν τῶν ἄνωθεν ἄστρων ἀπολαύομεν
1. τῆς δυνάμεως, ἀλλ’ ὁ μάλιστα κοσμῶν τὰ τῇδε καὶ ῥυθμίζων
2. καὶ διατάττων ὁ ἥλιός ἐστιν. οὐ γὰρ δὴ ἄλλος γέ τις
3. ἦρος καὶ θέρους, φθινοπώρου τε καὶ χειμῶνος αἴτιος, οὐδ’
4. ἄλλος ἐπιφανῶς οὕτως οὔτ’ ἐξ ἰλύος γηΐνης ζῶα γεννᾷν πέφυκεν,
5. οὔτε καρποὺς τελειοῦν, οὔτ’ εἰς ὀχείαν τε καὶ τὴν τοῦ
6. γένους διαμονὴν ἐκκαλεῖσθαι τὰ ζῶα. μεγάλα μὲν καὶ τὰ τῆς
7. σελήνης ἔργα περὶ τὴν ἐνταῦθα οὐσίαν, ἀλλὰ τῶν ἡλίου δεύτερα.
8. καὶ γὰρ ἀεὶ τοὺς μῆνας αὕτη διατάττει, καὶ μάλιστ’
9. ἐπιφανῶς ἐν τοῖς θαλαττίοις ζώοις. ἀλλά τοι καὶ αὐτὸ τοῦτο
10. δι’ ἥλιον ἔχει. νέον μὲν γὰρ αὐτῇ τὸ φῶς, ὅταν ἡλίου πρῶτον
11. ἀπολαύει, τοσοῦτον δὲ αὐτῆς ἀεὶ πεφώτισται μέρος,
12. ὁπόσον ὁ ἥλιος ὁρᾷ. τελέως δ’ ἐκλείπει καὶ ἀφώτιστος γίνεται
13. τῆς γῆς ἐπισκοτούσης αὐτῇ, ὥστε ἐκ τῶν πρὸς ἥλιον
14. ἀποστάσεων ἁπάσας ἔχει τὰς μεταβολάς. καὶ γὰρ καὶ πλήρης
15. ἐστὶν, ἐπειδὰν διάμετρος ᾖ, καὶ διχότομος, ἐπειδὰν τετράγωνος,
16. καὶ ἀμφίκυρτος, ἐπειδὰν τρίγωνος, καὶ μηνοειδὴς,
17. ἐπειδὰν ἑξάγωνος, καὶ νέα τότε πρῶτον, ὅταν ἀπὸ συνόδου
1. φαίνηται καὶ ἀφανὴς παντάπασιν, ἐπειδὰν ὑπ’ ἐκείνου περιλάμπηται.
2. καὶ καρποὺς οὖν παχύνει καὶ τὰ ζῶα πιαίνει καὶ
3. τὰς τῶν καταμηνίων ταῖς γυναιξὶ προθεσμίας διαφυλάττει καὶ
4. τὰς τῶν ἐπιλήπτων τηρεῖ περιόδους, ἐξ ὧν ἡλίου πλέον, ἢ
5. ἔλαττον μεταλαμβάνει. πάντα μὲν γὰρ ἃ δρᾷν πέφυκεν, ἀμυδρὰ
6. γίνεται, μηνοειδοῦς γενομένης αὐτῆς· ἅπαντα δὲ
7. ἰσχυρὰ πεπληρωμένης, ὥστε καὶ τοὺς καρποὺς ἐν τῷδε πεπαίνει
8. καὶ αὐξάνει τάχιστα καὶ τὰ νεκρὰ σώματα διασήπει καὶ
9. τοὺς ὑπὸ τὴν αὐγὴν αὐτῆς κοιμηθέντας, ἢ καὶ ἄλλως ἐπιπλέον
10. διατρίψαντας, ὠχροὺς καὶ καρηβαρικοὺς ἀπεργάζεται.
11. ὡς μὲν οὖν ἡλίου σελήνη τὰ πάντα δεῖται, οὕτω δ’
12. ἥλιος εἰς οὐδὲν τῶν μεγίστων οὔτ’ ἄλλου τινὸς ἄστρων οὔτ’
13. αὐτῆς τῆς σελήνης. οὐδεὶς γὰρ ὁ κωλύσων αὐτὸν οὐ θέρος
14. δημιουργεῖν, ἡνίκα κατὰ κορυφὴν ἡμῶν ἱστῆται, οὐ κρύος
15. ἐπιφέρειν, εἰ ταπεινὸς ἐπιφέρηται, οὐκ ἰσημερίας διατάττειν
16. ἑκατέρας, εἰ συμμέτρως ᾖ λοξός· ἀλλ’ αὐτὸς μὲν οἷον βασιλεύς
17. τις μέγιστός ἐστιν, ἡ σελήνη δ’ ὕπαρχος οὐ σμικρός. ἐν
18. μέσῳ τε γὰρ ἐκείνου καὶ ἡμῶν τεταγμένη τὸν περίγειον εἰκότως
1. ἐπιτροπεύει τόπον, οὐ δυνάμεως ὑπεροχῇ παρὰ τοὺς ἄλλους
2. πλανήτας, ἀλλ’ ἐγγύτητι πλεονεκτοῦσα. διὰ τοῦτο πάντως
3. μὲν κρύος κατέχει τὸν παρ’ ἡμῖν τόπον, ἐπειδὰν ὁ ἥλιος
4. εἰς τὰ χειμέρια τρέπηται, καὶ πάντως θάλπος, ἐπειδὰν κατὰ
5. κορυφὴν ἡμῶν ᾖ πλησίον τε ταύτης φέρηται. τὰς κατὰ μέρος
6. δ’ ἐν ἑκάστῳ τῶν μηνῶν ἡμέρας ἡ σελήνη διατάττει, σμικρᾶς
7. μεταβολῆς ἐξουσίαν ἔχουσα. καὶ ταύτην οὐχ ἁπλῶς,
8. ἀλλ’ ἐξ ὧν ὑφ’ ἡλίου βλέπεται.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.2, ed. Kühn, 1825, vol. 9, p. 901-904. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩