9. Σφοδρότεραι μὲν οὖν αἱ μεταβολαὶ κατὰ
10. τὰς πρὸς ἥλιον αὐτῆς εἰσι συνόδους καὶ προσέτι τὰς πανσελήνους
11. φάσεις ὀνομαζομένας· ἐλάττους δὲ τούτων ἐν ταῖς διχοτόμοις,
12. ἀμυδραὶ δ’ ἐν ταῖς ἀμφικύρτοις τε καὶ μηνοειδέσιν.
13. ἰσχυροτάτων μὲν γὰρ εἰς ἀλλοίωσιν τῶν ἔμπροσθεν ὄντων τῷ
14. συνεῖναί τε καὶ καταλάμπεσθαι, φαινομένη γὰρ τέως, ἀφανὴς
15. νῦν ἐστιν, ἐφεξῆς δ’ ἡ διάμετρος στάσις, ὡς ἂν διορίζουσα
16. καὶ δίχα τέμνουσα τὰς ἐναντιωτάτας τῆς σελήνης
17. διαθέσεις, ἰσχυροτάτη τῶν ἄλλων ἐστίν. ὅτι δ’ ἐναντιωτάτη
1. διάθεσις αὔξησις μειώσει, οὐδὲν δέομαι δεικνύειν.
2. ἐφεξῆς δὲ ταύτης τῆς συνόδου τε καὶ τῆς πανσελήνου αἱ διχότομοι
3. εἰς δύο μέσον ἑκάτερα τέμνουσα, τὸν μὲν τῆς αὐξήσεως
4. χρόνον ἡ προτέρα, τὸν δ’ αὖ τῆς μειώσεως ἡ δευτέρα.
5. πάντων δ’ ἔσχαταί τε καὶ ἀμυδρόταται τροπαὶ τοῦ περιέχοντος
6. ἡμᾶς ἀέρος ἐν ταῖς μηνοειδέσι καὶ ταῖς ἀμφικύρτοις φάσεσι
7. γίνονται, καὶ μᾶλλόν γε ἐν ταῖς ἀμφικύρτοις· οὐδεμία γὰρ
8. ἐν αὐταῖς μεγάλη μεταβολὴ, καθάπερ ἐν ταῖς μηνοειδέσιν.
9. ὥστε οὐδὲ Ἄρατος κακῶς αὐτῶν κατεφρόνησεν, ὡς ἂν ἀμυδρῶν
10. ὑπαρχουσῶν, ἐπαινεῖν τε χρὴ τοὺς γράψαντας ὑπὲρ αὐτῶν
11. ὡς οὐδὲ τὸ σμικρότατον παραλιπόντας. ἴδιον δ’ ἐξαίρετον
12. αἵ τὰς τ’ ἐν ταῖς πανσελήνοις τροπαὶ καὶ τούτων ἔτι μᾶλλον
13. αἱ κατὰ τὰς συνόδους ἴσχουσιν, αἱ μὲν γὰρ ὀξυτάτας εὐθὺς
14. ποιοῦνται τὰς μεταβολὰς, αἱ σύνοδοι δ’ ἀνωμάλους τε καὶ
15. χρονίας. οὐδὲν γὰρ ἔχεις σαφῶς ἀποφῆσαι, πρὶν φανῆναι τὴν
16. σελήνην. πολὺς δ’ οὗτος ὁ χρόνος ὁ τῆς κρύψεώς ἐστιν ὅλου
17. σχεδὸν τοῦ ζωδίου. τὴν δ’ ἐκ τῆς αὐξήσεως εἰς τὴν μείωσιν
18. μεταβολὴν ἀκριβῶς διορίζει στιγμὴ, καὶ ταύτην ἡ σελήνη
1. δῆλον ὡς ἐν ἀκαρεῖ χρόνῳ παραλλάττει. κατὰ λόγον μὲν
2. οὖν ὀξεῖαι μὲν αἱ πανσέληνοι καὶ χρόνιαι δὲ αἱ συνοδικαὶ μεταβολαί.
3. καὶ γὰρ ὁ τῆς κρύψεως χρόνος ὅμοιος ἑαυτῷ καὶ ὁ
4. τῆς πρώτης φάσεως ἐγγὺς κρύψεως, καὶ τῇ σμικρότητι τοῦ
5. φαινομένου τῆς πανσελήνου μορίου, καὶ τῇ τῆς αὐγῆς ἀμυδρότητι,
6. καὶ τῷ βραχυχρονίῳ τῆς ὑπεργείου φορᾶς.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.3, ed. Kühn, 1825, vol. 9, p. 904-906. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩