7. Ἀσφαλὴς οὖν ἡ κρίσις ἀποτελεῖται τῆς
8. ἐν ὅλῳ τῷ μηνὶ γενησομένης καταστάσεως ἐν τῇ δευτέρᾳ τῶν
9. ἡμερῶν, ἐν ᾗ πρώτῃ καὶ σαφὴς ἡ σελήνη καὶ χρόνον ἀξιόλογον
10. ὑπὲρ γῆς ἤδη φαίνεται καὶ φῶς αἰσθητὸν ἀποπέμπει καὶ
11. σκιὰν ἐναργῶς δείκνυσιν. ἡ πρώτη δ’ ἡμέρα μέχρι τοσούτου
12. τὴν σελήνην ὑπὲρ γῆς ἔχει φερομένην, μέχρις ἂν ἔτι καὶ
13. τὸ τοῦ ἡλίου φῶς ἐπέχῃ τὸ μετὰ τὴν δύσιν, ὥστ’ ἐν ταύτῃ
14. μὲν τῷ τοῦ ἡλίου συγκαταδύεται φωτὶ, πολλάκις δὲ καὶ προκαταδύεται.
15. πρῶτον δὲ σαφὴς ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν φαίνεται,
16. καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δ’ ἧττον. καὶ τοῦτο δ’
17. αὐτῇ συμπίπτει παρὰ τὸ ποσὸν τῆς πρὸς ἥλιον ἀποστάσεως.
18. αὐτὸ δὲ τὸ ποσὸν τῆς ἀποστάσεως διά τε τὴν ἰδίαν τῆς
1. σελήνης γίνεται κίνησιν, οὐ γὰρ ἴσον ἀεὶ κινεῖται, καὶ διὰ τὴν
2. τοῦ πλάτους ἐξάλλαξιν, καὶ διὰ τὴν τῶν ζωδίων δύσιν οὐκ
3. ἰσόχρονον οὖσαν, καὶ πρὸς τούτοις ἔτι διὰ τὸν τῆς προγεγονυίας
4. συνόδου καιρὸν, ὥστ’ οὐκ ἀεὶ μὲν εἷς ὁ χρόνος ἐστὶν ἐν
5. ᾧ φαίνεται σαφῶς ἡ σελήνη. τοὐπίπαν δὲ τρεῖς ἡμέρας τὰς
6. περὶ σύνοδον ἢ ἀόρατος γίνεται τελέως, ἐν αἷς οὔπω τὰ παρ’
7. ἡμῖν ἀλλοιοῦν ἱκανή. καί πως εἰς ταὐτὸν ὁ χρόνος αὐτῆς συμβαίνει
8. τῆς τ’ οἰκείας περιόδου τῆς τ’ εἰς ἡμᾶς ἐνεργείας. ἡ
9. μὲν γὰρ περίοδος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ἐστιν, ἐπιλαμβανουσῶν
10. τρίτον ἔγγιστα μέρος· ἐν τῷ τοσούτῳ γὰρ χρόνῳ τὸν
11. τῶν ζωδίων κύκλον ἅπαντα διέρχεται· ἡ δὲ τῆς πρὸς ἡμᾶς
12. φάσεως, ὅτι καὶ ἥδε πρὸς τὸν αὐτὸν ἀριθμὸν ὁμολογεῖ, σαφῶς
13. εἴσῃ, τοῦ παντὸς χρόνου μηνιαίου τὸν τῆς κρύψεως ἀφελών.
14. ὅτι δ’ ὁ μηνιαῖος χρόνος οὐ τελέως τριάκοντά ἐστιν
15. ἡμερῶν, ἀλλ’ ἥμισύ που, καὶ τούτῳ προσδεῖ μιᾶς ἡμέρας,
16. Ἱππάρχῳ μὲν ἀποδέδεικται δι’ ἑνὸς ὅλου βιβλίου, γινώσκεται
17. δὲ ἤδη καὶ τοῖς ἰδιώταις σχεδὸν ἅπασιν ὡς τῶν μηνῶν ὁ
18. μὲν ἕτερος ὁ κυλλὸς ὑπ’ αὐτῶν ὀνομαζόμενος ἐννέα καὶ κ΄
1. ἡμερῶν ἐστιν, ὁ δ’ ἕτερος ὁ πλήρης τριάκοντα. χρὴ γὰρ ἀμφοτέρων
2. ἐννέα καὶ πεντήκοντα γίνεσθαι τὰς πάσας, εἴπερ
3. ὅλως ἐστὶν ἑκάτερος ἡμίσους ἀποδέων τριάκοντα.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.4, ed. Kühn, 1825, vol. 9, p. 906-908. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩