Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.5, ed. Kühn, 1825, vol. 9, p. 908-911. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.5

4. Ὥσπερ οὖν τὸν ὅλον ἐνιαυτὸν ὁ ἥλιος, οὕτως
5. ἡ σελήνη διατάττει τὸν μῆνα, καθ’ ἑβδομάδας τῆς ἀλλοιώσεως
6. ἐν αὐτῇ γιγνομένης. ἀπό τε γὰρ τῆς πρώτης φάσεως
7. ἐπὶ τὴν διχότομον, ἀπό τε ταύτης ἐπὶ τὴν πανσέληνον ἑκάτερος
8. μὲν ὁ χρόνος ἡμερῶν ἐστιν ἑπτὰ, συναμφότερα δὲ τεσσαρεσκαίδεκα.
9. κατὰ ταὐτὰ δὲ κᾂν εἰ μετὰ τὴν διχοτομηνιαίαν
10. ἕως τῆς δευτέρας διχοτόμου συναριθμήσῃς, ἑπτὰ καὶ ταύτας
11. εὑρήσεις τὰς ἡμέρας, καὶ τὰς λοιπὰς δὲ τὰς μέχρι τοῦ παντελῶς
12. ἀφανισθῆναι τὴν σελήνην ἑπτά. τὸ δ’ ὅτι μεταβάλλει
13. μεγάλας μεταβολὰς ὁ περιέχων ἡμᾶς ἀὴρ ἔν τε τῷ πρώτως
14. κρύπτεσθαι καὶ πάλιν αὖ πρώτως φαίνεσθαι τὴν
15. σελήνην, οὔτ’ ἄλλος τις τῶν ἀνθρώπων ἀγνοεῖ καὶ μάλιστα
16. πάντων οἷσπερ δὴ καὶ μάλιστα μέλει τούτων, γεωργοῖς
17. τε καὶ ναύταις, καὶ στάσιν γε καλοῦσι τηνικαῦτα τοῦ
18. ἀέρος, ἐπειδὰν ἡ σελήνῃ πρώτως φανεῖσα κατά τινα τῶν
1. ἀνέμων ἱστῆται. λέγει γοῦν που καὶ ὁ Ἄρατος ἀληθέστατα λέγων, ἀπὸ τῆς πρῶτον ἀπὸ συνόδου φανείσης σελήνης·

2. Εἰ δέ κεν οἱ κεράων τὸ μετήορον εὖ ἐπινεύοι,
3. Δειδέχθαι Βορέω, ὅτε δ’ ὑπτιά εἰσι, Νότοιο.
4. Αὐτὰρ ἐπὴν τριτόωσαν ὅλην περὶ κύκλος ἑλίσσῃ,
5. Πάντῃ ἐρευθόμενος, μάλα κεν τότε χείμερος εἴη.

καὶ μὲν δὴ καὶ ταῦτα λέγει κατὰ τὴν αὐτὴν βίβλον·

6. Σήματα δ’ οὔτ’ ἄρα πᾶσιν ἐπ’ ἤμασι πάντα τέτυκται.
7. Ἀλλ’ ὅσα μὲν τριτάτῃ τε τεταρταίῃ τε πέληται,
8. Μέσφα διχαιομένης, διχάδος γε μὲν ἄχρις ἐπ’ αὐτὴν
9. Σημαίνει διχόμηνον. ἀτὰρ πάλιν ἐκ διχομήνης
10. Ἐς διχάδα φθιμένην. ἔχεται δέ οἱ αὐτίκα τετρὰς,
11. Μηνὸς ἀποιχομένου, τῇ δὲ τετάρτῃ ἀπιόντος.

12. οὐκ εἰς ἅπαντά φησι τὸν ἐξ ἀρχῆς χρόνον ἐξαρκεῖν τὰ σημεῖα
13. τῆς πρώτης φάσεως, μεταβολὰς δέ τινας φέρειν τάς τε 
1. διχοτόμους καὶ πανσελήνους. ἅπασα δ’ ὀξύῤῥοπος μεταβολὴ
2. κρίσις ὀνομάζεται. καὶ τήν γε σύστασιν ἐπὶ τῆς μηνοειδοῦς σελήνης
3. μάλιστα λέγουσιν, ἐφεξῆς μεταφέρουσιν ἐπὶ τὴν πανσέληνον,
4. ὡσαύτως ὀνομάζοντες. ἰσχυρὰς ἂν γὰρ καὶ ἥδε δυνάμεις
5. ἔχῃ, ταύτης δ’ ἀσθενέστεραι μὲν, ἀλλὰ κρίνουσαι μὲν καὶ αὗται
6. τὸ περιέχον αἱ διχότομοι στάσεις εἰσὶν, ὥσθ’ ὅτι μὲν ὁ μὴν
7. ὑπὸ σελήνης ἀλλοιοῦται καθ’ ἑβδομάδας ἥδε πρόδηλον· ὅτι δὲ
8. καὶ τὰ ἄλλα σύμπαντα πράγματα, τοῦτο μὲν οὐκέτι ὁμοίως
9. ἅπασι γνώριμον, ἀλλὰ καὶ τοῖς τὰ τοιαῦτα παραφυλάξασιν
10. ἐπιμελῶς ὁμολογεῖται· καὶ ἡ μετὰ τὴν σύλληψιν τοῦ σπέρματος
11. ἅπασα κύησις, οὐδὲν δ’ ἧττον αὐτῆς καὶ ἡ μετὰ τὴν ἀποκύησιν
12. αὔξησις, ἅπασά τε πράξεως ἀρχὴ τὰς μεγάλας ἀλλοιώσεις
13. εἰς ἑβδομαδικὰς ἴσχει περιόδους. ὅσα γὰρ ἐφήμερα συμπίπτει
14. πᾶσι τοῖς οὖσι, τούτων ἡ σελήνη τετήρηται τὴν αἰτίαν ἔχειν,
15. καὶ μάλιστα ἀλλοιοῦσα αὐτὰ κατὰ τὰς τετραγώνους καὶ διαμέτρους
16. στάσεις. εἰ γὰρ ἐν ταύρῳ τῆς σελήνης οὔσης ἐγένετο
17. σύλληψις τοῦ σπέρματος, ἢ ἀποκύησις, ἤ τινος ὅλως ἀρχὴ
18. πράγματος, ἐπειδὰν ἐν λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ περιερχομένη
1. τοῦ ζωδιακοῦ γίνηται, τὰς μεγάλας αὐτοῦ ποιήσεται
2. μεταβολάς. ἀλλ’ ἡ μὲν ἐν τῷ λέοντι τετράγωνος στάσις ἑβδομάδος
3. ἐστὶ μιᾶς· ἡ δὲ διάμετρος ἡ ἐν τῷ σκορπίῳ δυοῖν. οὕτω
4. δὲ καὶ ἡ κατὰ τὸν ὑδροχόον, ἡ δευτέρα τετράγωνος στάσις
5. εἰς τὴν τρίτην ἑβδομάδα προήκει καὶ τοῦτ’ ἐξ ἀνάγκης γίνεται
6. διὰ τὸ τὴν σελήνην, ὡς εἴρηται καὶ πρόσθεν, ὅλον τὸν ζωδιακὸν
7. ἑπτὰ καὶ εἴκοσιν ἡμέραις διεξέρχεσθαι, μετά τινος ἐπικειμένου
8. μορίου, τρίτου μάλιστα μιᾶς ἡμέρας. εἰ γὰρ δεῖ τὸν
9. ὅλον κύκλον ἐν τοσούτῳ χρόνῳ διέρχεσθαι, πρόδηλον ὡς τὸ
10. τέταρτον αὐτοῦ μέρος ὀλίγου δεῖν ἐν ἡμέραις ζ΄ διανύσει. τούτου
11. μὲν οὖν καὶ πάνυ χρὴ μεμνῆσθαι πρὸς τὰ μέλλοντα, τοῦ
12. μὴ τελείας ἡμέρας ζ΄ περιγράφεσθαι τὴν εἰς τὸ τετράγωνον
13. τῆς σελήνης μετάστασιν.

Cliquer un n° de page pour en afficher l’image