Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.6, ed. Kühn, 1825, vol. 9, p. 911-913. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.6

14. Ἐκεῖνο δ’ αὖθις ἀναληπτέον, ὅπερ καὶ
15. ἡμεῖς παραφυλάξαντες ἀληθέστατον εὕρομεν ἀεὶ τὸ πρὸς τῶν
16. Αἰγυπτίων ἀστρονόμων εὑρημένον, ὡς ἡ σελήνη τὰς ἡμέρας
17. ὁποῖαί τινες ἔσονται δηλοῦν πέφυκεν οὐ τοῖς νοσοῦσι μόνον,
18. ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν. εἰ μὲν γὰρ πρὸς τοὺς εὐκράτους
1. ἵσταιτο τῶν πλανητῶν, οὓς δὴ καὶ ἀγαθοποιοὺς ὀνομάζουσιν,
2. ἀγαθὰς ἀπεργάζεσθαι τὰς ἡμέρας· εἰ δὲ πρὸς τοὺς δυσκράτους,
3. ἀνιαράς. ἔστω γὰρ ἀποκυϊσκομένου τινὸς ἐν μὲν
4. τῷ κριῷ τοὺς ἀγαθοποιοὺς, ἐν δὲ τῷ ταύρῳ τοὺς κακοποιοὺς
5. εἶναι, πάντως οὗτος ὁ ἄνθρωπος, ἐπειδὰν μὲν ἐν κριῷ καὶ
6. καρκίνῳ καὶ ζυγῷ καὶ αἰγοκέρωτι γένηται ἡ σελήνη, καλῶς
7. ἀπαλλάσσει. ἐπειδὰν δ’ ἤτοι τὸν ταῦρον αὐτὸν, ἤ τι τῶν τετραγώνων,
8. ἢ τὸ διάμετρον αὐτοῦ ζώδιον ἐπέχῃ, κακῶς τηνικαῦτα
9. καὶ ἀνιαρῶς διάγει. καὶ δὴ καὶ νοσημάτων ἀρχαὶ τῷδε
10. κάκισται μὲν ἐν ταύρῳ καὶ λέοντι καὶ σκορπίῳ καὶ ὑδροχόῳ
11. τῆς σελήνης οὔσης, ἀκίνδυνον δὲ καὶ σωτήριον τὸν κριὸν καὶ
12. τὸν καρκίνον καὶ τὸν ζυγὸν καὶ τὸν αἰγόκερων διερχομένης,
13. καὶ τὰς ἀλλοιώσεις τὰς μεγάλας ἃς ἐν τοῖς τετραγώνοις τε καὶ
14. διαμέτροις ἔφαμεν γίγνεσθαι καθ’ ἑβδομάδα, ἐν μὲν τοῖς ὀλεθρίοις
15. νοσήμασιν ὀλεθρίας καὶ αὐτὰς, ἐν δ’ αὖ τοῖς περιεστηκόσιν
16. ἀγαθὰς ἀνάγκη γίνεσθαι. καὶ διὰ τοῦθ’ Ἱπποκράτης
17. μέμφεται μάλιστα τὰς ἐν ταῖς κρινούσαις ἡμέραις ἀλλοιώσεις
18. ἐπὶ τὸ χεῖρον. ὀλεθρίου γὰρ νοσήματος σύμπτωμα, καθάπερ,
19. οἶμαι, τοὐναντίον ἐπιεικοῦς. εἰ δέ τις καὶ αὐτοῦ τούτου ζητεῖ
1. τὴν αἰτίαν, τοῦ τὸ μέγιστον δύνασθαι τὰς τετραγώνους
2. τε καὶ διαμέτρους στάσεις, ἐπὶ πλεῖστον ἀποχωρεῖ τοῦ προκειμένου.
3. πρόκειται γὰρ νυνὶ οὐ τὰς πρώτας αἰτίας ἁπάντων τῶν
4. κατ’ ἀστρονομίαν ζητεῖν, ἀλλὰ τὰς εἰς τὰ παρόντα χρησίμους.
5. χρήσιμοι δ’ εἰσὶν αἰτίαι τῆς ἑβδομάδος ἐξηγούμεναι φύσιν.
6. πάλιν οὖν αὐτὰς ἀναλάβωμεν ἐπὶ κεφαλαίων. αἱ τῆς σελήνης
7. τετράγωνοί τε καὶ διάμετροι στάσεις ἐπὶ μὲν ἀγαθαῖς ταῖς
8. ἀρχαῖς ἀγαθὰς ποιοῦσι τὰς ἀλλοιώσεις, ἐπὶ δὲ μοχθηραῖς
9. μοχθηράς. καὶ τοῦτο πρὸς τῷ τοῖς ἀστρονόμοις ὁμολογεῖσθαι
10. πάρεστιν, εἰ βούλει, καί σοι παραφυλάξασθαι. εἰ δὲ μήτ’ αὐτὸς
11. παρατηρεῖν ἐθέλεις τὰ τοιαῦτα μήτε τοῖς τηρήσασι πιστεύεις,
12. τῶν νῦν ἐπιπολαζόντων τις εἶ σοφιστῶν· οἳ λόγω κατασκευάζειν
13. ἡμᾶς ἀξιοῦσι τὰ σαφῶς φαινόμενα, δέον αὐτὸ τοὐναντίον
14. ἐκ τῶν ἐναργῶς· φαινομένων ὁρμωμένους ὑπὲρ τῶν ἀδήλων
15. συλλογίζεσθαι. πρὸς τὴν ἰδίαν οὖν ἀρχὴν ἅπαν πρᾶγμα τὰς
16. ἐφεξῆς περιόδους ἁπάσας ὁμολογούσας ἔχει.

Cliquer un n° de page pour en afficher l’image