17. Περίοδοι δ’ εἰσὶν αἱ μὲν δι’ ἡμερῶν ἀριθμοῦ
1. τινος, αἱ δὲ διὰ μηνῶν. αἱ μὲν δὴ διὰ τῶν ἡμερῶν ἑβδοματικαί
2. εἰσι καὶ πρὸς τὴν σελήνην ἀνήκουσιν, αἱ δὲ διὰ μηνῶν
3. εἰς ἥλιον ἀναφέρονται τόνδε τὸν τρόπον γιγνόμεναι. πάλιν
4. γὰρ ἀπὸ τῶν Ἱπποκράτους ἀρκτέον ῥήσεων, τὰς μὲν θερινὰς
5. νόσους ἐν χειμῶνι λέγοντος λύεσθαι, τὰς δὲ χειμερινὰς ἐν θέρει.
6. αὕτη μέν σοι προθεσμία κρίσεών ἐστι χρονίων τε καὶ ὡς
7. ἂν εἴποι τις ἐνιαυσιαίων νοσημάτων, οἷά περ ἐν τοῖς ὀξέσιν
8. ἡ τῆς ιδ΄. ὁ γὰρ μέχρι τῆς πανσελήνου χρόνος, ἥμισυς ὑπάρχων
9. ὅλης τῆς σεληνιακῆς περιόδου, τὸν αὐτὸν ἔχει λόγον τῷ
10. μέχρι θέρους ἐκ χειμῶνος διαστήματι. καὶ μὲν δὴ καὶ ὁ ἀπὸ
11. τῆς πανσελήνου μέχρι τῆς κρύψεως χρόνος ἀνάλογός ἐστι τῷ
12. μέχρι χειμῶνος ἐκ θέρους διαστήματι. τούτων δ’ ἑκατέρου
13. διχῇ τμηθέντος, ἐν μὲν τοῖς ὀξέσι νοσήμασιν ἡ ἑβδομάς ἐστιν,
14. ἐν δ’ αὖ τοῖς χρονίοις αἱ τῶν ἐπιφανεστάτων ἄστρων εἰσὶν
15. ἐπισημασίαι, καθ’ ἃς ἔαρ καὶ θέρος καὶ χειμὼν καὶ φθινόπωρον
16. ἀφορίζονται. οὐ γὰρ δὴ ἴσων γε ἡμερῶν ἀριθμῷ διῄρηται
17. ταῦτα κατ’ οὐδένα τῶν ἀστρονόμων, ἀλλὰ ταῖς τοῦ περιέχοντος
18. ἡμᾶς ἀέρος μεταβολαῖς ἐπισήμοις οἰακίζεται. καί σοι
1. πάλιν ἑτέρῳ λόγῳ. καθάπερ ἡ ἑβδομὰς ὀξέων νοσημάτων κριτικὴ,
2. τὸν αὐτὸν τρόπον ὥρας ἐνιαυσιαίου μεταβολὴ
3. χρονίων ἔσται νοσημάτων λυτικὴ, ἵνα τὴν μὲν ἐν χειμῶνι συστᾶσαν
4. νόσον ἔαρ λύσῃ, τὴν δ’ ἐν ἦρι θέρος, ὡσαύτως δὲ καὶ
5. τὴν μὲν ἐν θέρει φθινόπωρον, τὴν δ’ ἐν ἐκείνῳ χειμών. ἐν
6. δὲ ταῖς ἐν τῷ μηνὶ τετράσιν ἀνάλογον αἱ τῶν ὡρῶν εἰσιν
7. ἑκάστης διχῇ τμηθείσης μοίρας. καὶ λέγεταί γε πρὸς τῶν
8. ἀστρονόμων ὥσπερ ἀρχή τις εἶναι καὶ τελευτὴ τῶν ὡρῶν ἑκάστης
9. ἐπιτολαῖς, ἢ δύσεσιν ἄστρων ἐπιφανῶν ὁριζομένη, κατὰ
10. τὸν αὐτὸν τρόπον καὶ μεσότης ἑτέρου πάλιν ἄστρου φάσει
11. διωρισμένη. τὰς οὖν τῶν νοσημάτων ἐν μέρει μεταβολὰς ἁπάσας
12. ἢ ὡς πρὸς τὴν ἰδίαν ἀρχὴν αὐτῶν, ἢ ὡς πρὸς τὴν τοῦ
13. περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἀνάγκη γίγνεσθαι. τῶν μὲν
14. οὖν πρὸς τὴν ἰδίαν ἀρχὴν ἐξηγεῖσθαι τὴν σελήνην, τῶν δ’ ὡς
15. πρὸς τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος τροπὴν ἐν ὅλῳ μὲν τῷ
16. ἐνιαυτῷ τὸν ἥλιον, ἐν ἑκάστῳ δὲ τῶν μηνῶν τὴν σελήνην. ἐκ δὲ
17. τούτων συμβαίνει τὰς μὲν ἰσχυροτάτας μεταβολὰς εἶναι τὰς
1. ἰδίας ἑκάστῳ καθ’ ἑβδομάδα δηλονότι γιγνομένας, οὐ μὴν ἀλλὰ
2. καὶ συνεπιμίγνυσθαί πως αὐταῖς τὰς ἐκ τοῦ περιέχοντος, ὥστ’
3. εἰκότως ἐκ τοῦ διὰ παντὸς ὡσαύτως γίνεσθαι, μεταπίπτουσιν
4. οὕτως εἰς τὸ πλειστάκις. ἔτι δὲ μᾶλλον ἐπιταράττει τὴν τάξιν
5. αὐτῶν ἥ τε βία τῶν παροξυσμῶν ἀναγκάζουσα προεκρήγνυσθαι
6. τὰς κρίσεις, ὡς ἐφεξῆς ἐροῦμεν, ἥτ’ εἰς τοὺς νοσοῦντας
7. πλημμέλεια πολυειδὴς γινομένη αὐτῶν παρά τε τῶν ἰατρῶν,
8. εἴ γε χρὴ καλεῖν ἰατροὺς, οὐ λυμεῶνας τῆς τέχνης, τούτους
9. δὴ τοὺς νῦν ἐπιπολάζοντας, οὐχ ἥκιστα δὲ κᾀξ ὧν οἱ
10. κάμνοντες ἁμαρτάνουσιν καὶ διὰ τὴν ὑπηρεσίαν δ’ ἐνίοτε καὶ
11. διό τι τῶν ἔξωθεν, ὡς πρόσθεν εἴρηται. θαυμάζειν οὖν χρὴ
12. τῶν ἑβδομαδικῶν περιόδων τὴν δύναμιν, εἰ τοσούτων αἰτίων
13. διακοπτόντων αὐτὰς, ὅμως ἐπικρατέστεραι πολὺ τῶν ἄλλων
14. εὑρίσκονται. κατὰ μὲν τὰς ὀξείας νόσους, αἱ παρεμπίπτουσαι
15. κρίσιμοι πλείους εἰσὶν, ὅτι καὶ τὸ σῶμα πρὸς μεταβολὴν ἐπιτήδειον,
16. ἐν κινήσει τε καὶ ταραχῇ μεγάλῃ καθεστηκός· ἐν δὲ
17. ταῖς χρονιωτέραις ὁδῷ καὶ τάξει μᾶλλον πρόεισιν ἡ τῶν ἑβδομάδων
18. περίοδος.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.7, ed. Kühn, 1825, vol. 9, p. 913-916. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩