1. Ἀρκτέον οὖν αὖθις ἀπὸ τῶν ὀξέων ἁπασῶν,
2. ἐφεξῆς τῶν κρινουσῶν ἡμερῶν τὰς αἰτίας ἐξιχνεύοντας. ἐν μὲν
3. δὴ τῇ πρώτῃ τοὺς ἐφημέρους λύεσθαι συμβαίνει πυρετοὺς,
4. οὐ μὴν ἤδη μετ’ ἀγῶνός τε καὶ ταραχῆς ἀξιολόγου. καίτοι νομίζουσιν
5. ἔνιοι καὶ Ἱπποκράτην τὰς κρινούσας ἡμέρας ἐν τῷ
6. πρώτῳ τῶν ἐπιδημιῶν καταλέγοντα καὶ τῆς πρώτης μεμνημονευκέναι,
7. κατὰ διττὸν τρόπον ἁμαρτάνοντες. περίοδος γὰρ
8. πρώτη καὶ οὐχ ἡμέρα πρώτη γέγραπται σαφῶς ἐν τῷ τῶν
9. περιττῶν καὶ ἀρτίων καταλόγῳ. καθάπερ οὖν ἐν τῷ τῶν ἀρτίων
10. περίοδον πράτην εἰπὼν ἐπιφέρει τὴν τετάρτην ἡμέραν,
11. οὕτως ἐν τῷ τῶν περιττῶν τὴν τρίτην. ἔτι δὲ μᾶλλον ἀγνοοῦσι
12. τὸ κατ’ ἀρχὰς τοῦ προγνωστικοῦ γεγραμμένον ἐπὶ τοῦ
13. νεκρώδους προσώπου, τὸ κρίνεται ἐν ἡμέρῃ καὶ νυκτὶ, ἢν διὰ
14. ταύτας τὰς προφάσιας τὸ πρόσωπον τοιοῦτον ᾖ, μή πω γινώσκοντες
15. ὡς ἐπὶ τοῦ δοκιμάζεται καὶ ἀναγνωρίζεται λέλεκται.
16. τούτους μὲν οὖν ἐατέον. ἀρχὴν δὲ τῶν μετὰ σάλου τινὸς
17. ἀλλοιουσῶν ὀξέως τὰς νόσους ἡμερῶν τὴν τρίτην ἀπὸ τῆς
18. ἀρχῆς θετέον, ὡς καὶ πρόσθεν εἴρηται, μηδεμίαν ἔχουσαν ἤδη
1. πρὸς τὴν πρώτην ἑβδομάδα κοινωνίαν, ἀλλ’ ἐκ τῶν παρεμπιπτουσῶν
2. ὑπάρχουσαν. ἡ μὲν γὰρ τετρὰς ὅτι διχῇ τμηθείσης
3. τῆς ἑβδομάδος ἀποτελεῖται καὶ διὰ τοῦτο μεγάλην ἔχει
4. δύναμιν, ἔμπροσθεν εἴρηται. κρίνουσι δ’ οὐχ ἧττον τῆς τετάρτης
5. ἡμέρας ἡ γ΄ τε καὶ ε΄, καίτοι παρεμπίπτουσι δι’ οὐδὲν
6. ἄλλο ἢ ὅτι μετὰ τῶν παροξυσμῶν αἱ κρίσεις γίνονται. τοῦτο
7. γὰρ δὴ καὶ αὐτὸ πρός τε τῆς ἐμπειρίας μαρτυρεῖται καὶ τῷ
8. λόγῳ σκοπουμένοις οὐκ ἄδηλος ἡ αἰτία. τὸ γὰρ τῆς ταραχῆς
9. βίαιον ἀναγκάζει τὴν φύσιν ἀποτρίβεσθαι τὰ λυποῦντα καὶ
10. πρὸ τοῦ καιροῦ. δύναμις μὲν γάρ ἐστιν αὐτὴ τῶν ἀλλοτρίων
11. ἐκκριτικὴ, καθότι δέδεικται πρότερον ἐν τοῖς τῶν φυσικῶν
12. δυνάμεων ὑπομνήμασιν. ὁ καιρὸς δὲ τῆς ἐνεργείας ἐπὶ τῷ τέλει
13. τῆς ἀλλοιωτικῆς δυνάμεώς ἐστι. τότε γὰρ ἐνεργεῖν ἐδείκνυτο
14. κατὰ φύσιν ἁπάντων ἐπιτελουμένων, ὅταν ἐκείνη παύηται,
15. ἀλλ’ ἀναγκάζηταί ποτε πρὸ τῆς τελείας πέψεως ἀποτρίβεσθαι
16. τὰ λυποῦντα, ὥσπερ ἐνίοτε συμπεπληρωμένης ἤδη τῆς πέψεως
17. ἔτι μένει καὶ βραδύνει δι’ ἀῤῥωστίαν. ἄμφω δ’ ἔστιν αὐτὰ
18. θεάσασθαι σαφῶς ἐπὶ τῆς γαστρός. ἐρεθισθεῖσά τε γὰρ οὐχ
1. ὑπομένει τὸν τῆς πέψεως χρόνον, ἀλλ’ εὐθὺς ἐκκρίνει σὺν τῷ
2. λυποῦντι καὶ τὸ χρηστὸν, ἤδη τε πεπεμμένον αὐτάρκως ἐνίοτε
3. βραδύνει τε καὶ μέλλει τὸ περιττὸν ἐκκρῖναι δι’ ἀῤῥωστίαν.
4. ἐν δέ γε τῷ κατὰ φύσιν ἔχειν ὁ τῆς παντελοῦς πέψεως καιρὸς
5. ὅρος ἐστὶν αὐτῆς τῆς τῶν περιττωμάτων ἀποκρίσεως, ὃν
6. οὔτε προελάμβανεν οὔτ’ ἔμελλεν ἔτι παρόντος, ἀλλ’ ὡς ἐπὶ
7. τῆς γαστρὸς, οὕτω καθ’ ὅλον ἐδείκνυτο τὸ σῶμα δύναμις
8. ὑπάρχειν ἐν ἑκάστῳ τῶν μορίων ἀποκριτικὴ τῶν ἀλλοτρίων,
9. ἥτις, οἶμαι, καὶ τὰς κρίσεις ἐν ταῖς νόσοις ἀπεργάζεται, καὶ
10. διὰ τοῦτο ἄρισται γίνονται κρίσεις, ὅταν ἤδη πεπεμμένα τὰ
11. κατὰ τὸ ζῶον ὑπάρχῃ πάντα. τὸ δὲ προεκρήγνυσθαι, καὶ γὰρ
12. οὕτως ὀνομάζειν εἴωθεν Ἱπποκράτης, αὐτὸ μοχθηρόν ἐστιν.
13. ὁμοῦ γὰρ τοῖς λυποῦσιν ἐκκρίνεται τὰ χρηστὰ καὶ γίνεται τοῦτο
14. τῆς φύσεως ἐρεθισθείσης ἤτοι πρός τινος τῶν ἔξωθεν ἢ
15. καὶ τῶν ἐν αὐτῷ τῷ σώματι ἐμπεριεχομένων. ἔξωθεν μὲν οὖν
16. ἐστιν ὅ τ’ ἰατρὸς οὐκ ὀρθῶς τι πράξας ὅ τε κάμνων, οἵ θ’
17. ὑπηρέται, τά τ’ ἄλλα τὰ ἰδίως ἔξωθεν ὀνομαζόμενα, τὰ δ’ ἐν
18. τῷ σώματι τά τε νοσήματά ἐστιν αὐτὰ καὶ τὰ τούτων αἴτια
1. καὶ οἱ παροξυσμοί. νόησον δή μοι τοιοῦτόν τι συμβαῖνον ἐπὶ
2. τῆς φύσεως, οἷον ἤδη συνέπεσεν ἀνθρώποις ἀσθενέσι προπηλακισθεῖσιν
3. ὑπό τινων ἰσχυροτέρων ἐξορμῆσαι πρὸ τοῦ δέοντος,
4. ἀπαρασκευάστοις τε μαχομένοις ἡττηθῆναι. καὶ μὴν
5. καὶ φορτίον ἀποθέσθαι τις βουλόμενος ἄκων ἐνίοτε συγκατέπεσεν
6. αὐτῷ, καί τις σφοδρότερον θέων, εἶτ’ οὐκ ἐπισχεῖν
7. ἑαυτὸν δυνηθεὶς, ἄκων ἠνέχθη κατὰ φάραγγος. ἅπαντα ταῦτα
8. παραδείγματα κακῶν ἐστι κρίσεων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν
9. τοῖς περὶ κρίσεων ἐροῦμεν, εἰρήσεται δὲ καὶ νῦν ἀναγκαῖον,
10. οἷόν τι καὶ τῷ προεκρήγνυσθαι βούλεται δηλοῦν ὁ Ἱπποκράτης,
11. ἐξηγήσασθαί μου προελομένου. καὶ γὰρ ἀδύνατόν ἐστι
12. περὶ κρισίμων ἡμερῶν ἐπιχειρήσαντά τι διέρχεσθαι μὴ καὶ
13. περὶ κρίσεως εἰπεῖν τι, ἢ καὶ περὶ κρίσεως διδάσκοντα μὴ καὶ
14. περὶ κρισίμων ἡμερῶν διελθεῖν, ἀλλ’ ἐπανάγειν χρὴ τὸν λόγον
15. ἐπὶ τὸ προκείμενον ἀεὶ καὶ τοσοῦτον ἅπτεσθαι τῶν παρακειμένων
16. ὅσον ἀναγκαῖον. ἓν δή τι τῶν ἐρεθιζόντων τὴν φύσιν
17. ἐστὶ καὶ οἷον προπηλακιζόντων ὁ παροξυσμὸς, οὐκ ἐπιτρέπων
1. ἡσυχάζειν οὐδὲ μένειν, ἀλλ’ ἐπεγείρων τε καὶ κινῶν
2. καὶ ὡς ἂν εἴποι τις εἰς διαμάχην προκαλούμενος· ὅθεν ἐπὶ
3. τῶν ὀξέων νοσημάτων ἐν περιτταῖς ἡμέραις ἡ κρίσις. οὕτω
4. γὰρ καὶ παροξύνεται. τίς μὲν οὖν ἐστιν ἡ αἰτία δι’ ἣν ἐν
5. τοῖς ὀξέσι νοσήμασι διὰ τρίτης οἱ παροξυσμοὶ γίνονται τοὐπίπαν,
6. ἐν δὲ τοῖς γε χρονίοις ἤτοι καθ’ ἑκάστην ἡμέραν
7. ἢ διὰ δ΄ οὐκ εὐπετές ἐστιν εὑρεῖν, οὔτε νῦν ἀναγκαῖόν
8. ἐστι ζητεῖν. ὅτι δ’ οὕτως συμβαίνει, φαίνεται καὶ πρὸς τὰ
9. παρόντα λόγον ἀρχῆς ἔχει. θεμένων γὰρ, ὥσπερ καὶ φαίνεται,
10. ὁ δεύτερος ἀπὸ τῆς ἀρχῆς παροξυσμὸς εἰς τὴν τρίτην
11. ἡμέραν ἐκπεσεῖται, τρίτος δ’ εἰς τὴν πέμπτην, τέταρτος δ’
12. εἰς τὴν ζ΄, πέμπτος δ’ εἰς τὴν θ΄, εἰς περιττὰς δὲ σύμπαντες.
13. ἐπεὶ τοίνυν ἡ φύσις οὐκ ἀεὶ τοῖς προσήκουσι καιροῖς ἐξορμῶσα
14. κρίνει τὰς νόσους, ἀλλ’ ἐρεθιζομένη πολλάκις ἄλλοτε
15. πρὸς ἄλλων αἰτίων, ἀφ’ ὧν ἐστι συνεχέστατα γινόμενος ἐν
16. τοῖς ὀξέσι νοσήμασιν ὁ παροξυσμὸς, ἐδείχθη δ’ οὗτος εἰς
17. περιττὰς ἐμπίπτων, εὐλόγως ἐν περιτταῖς αἱ πλεῖσται κρίσεις
18. γίνονται τῶν ὀξέων νοσημάτων, οὐκ αὐτῶν τῶν ἡμερῶν
19. πρώτως τὴν τοῦ κρίνειν ἐχουσῶν δύναμιν, ἀεὶ γὰρ τούτῳ
1. χρὴ προσέχειν τὸν νοῦν, ἀλλὰ κατά τι συμβεβηκὸς οὕτως
2. ἀπαντῶντος. προείρηται δὲ, ὡς οἶμαι, σαφῶς ἤδη τὸ συμβεβηκὸς
3. τοῦτο. διότι γὰρ ἐν παροξυσμοῖς αἱ κρίσεις τῶν
4. νοσημάτων γίνονται τοὐπίπαν, εἰς τὰς περιττὰς δ’ ἡμέρας
5. ἐμπίπτουσιν οὗτοι, διὰ τοῦτο ἐν τοῖς ὀξέσι νοσήμασιν αἱ
6. κρίσεις ἐν περιτταῖς. εἰ δέ γε ὁ τῶν ἡμερῶν ἀριθμὸς ἦν αὐτὸς
7. ὁ τὴν δύναμιν ἔχων τοῦ κρίνειν, οὐκ ἐχρῆν πολλάκις
8. μὲν ἐν ταῖς περιτταῖς, ὀλιγάκις δ’ ἐν ταῖς ἀρτίαις, ἀλλὰ διὰ
9. παντὸς μὲν ἐν ταῖς περιτταῖς, μηδέποτε δ’ ἐν ταῖς ἀρτίαις
10. κρίνεσθαι τὰς ὀξείας νόσους. οὐδὲ γὰρ ὁ τῆς ζ΄ ἀριθμὸς, ἢ
11. ὁ τῆς δ΄ αἴτιοι τῆς κρίσεώς εἰσιν, ἀλλ’ ὅτι τῆς σελήνης
12. νεωτεροποιούσης καὶ μεταβαλλούσης τὰ περὶ τὴν γῆν συμβέβηκε,
13. καὶ τὰς τῶν κινήσεων περιόδους εἰς τούτους πρώτους
14. ἐξήκειν τοὺς ἀριθμοὺς, εἰκότως ἐν αὐταῖς αἱ προθεσμίαι τῶν
15. ἀλλοιώσεων εὑρίσκονται. οὐ γὰρ ὑπὸ τῶν ἀριθμῶν, ἀλλ’
16. ὑπὸ τῆς σελήνης αἱ μεταβολαὶ τοῖς ἐπιγείοις. τῷ δ’ εἶναι τὸ
17. μεταβάλλον ἐν κινήσει χρόνος ἀναγκαίως ἔζευκται ταῖς μεταβολαῖς,
18. ὥστε ἐξ ἀνάγκης καὶ ὁ ἀριθμός. οὔκουν ὅτι θῆλυς
1. μὲν ὁ ἄρτιος ἅπας ἀριθμὸς, ἄῤῥην δ’ ὁ περιττὸς, αἱ κρίσεις
2. τῶν ὀξέων ἐν περιτταῖς· οὔτε γὰρ ἁπλῶς ἰσχυρότερος ὁ περιττὸς
3. τοῦ ἀρτίου οὔτ’, εἴπερ ἰσχυρότερος, ἤδη θῆλυς ὁ ἀσθενέστερος,
4. οὔτ’, εἰ θῆλυς μὲν οὗτος, ἄρσην δ’ ὁ ἕτερος, εὔλογον
5. ἐν μὲν τοῖς ἄῤῥεσιν ἀριθμοῖς τὰς ὀξείας κρίνεσθαι νόσους,
6. ἐν δὲ ταῖς θήλεσι τὰς χρονίας. ἅπαντα γὰρ ὅσα ληροῦσιν
7. ὑπὲρ ἀριθμῶν δυνάμεως οὕτως εὐφώρατον ἔχει τὴν
8. ἀτοπίαν, ὥστε μοί γε πολλάκις θαυμάζειν ἐπῆλθεν, εἰ οὕτως
9. ὁ Πυθαγόρας ἐκεῖνος ἅμα τε σοφὸς ἦν ἀνὴρ ἅμα τε τοσοῦτον
10. ᾤετο δύνασθαι τοὺς ἀριθμούς. ἀλλ’ οὐ νῦν καιρὸς ἀντιφλυαρεῖν
11. αὐτοῖς. ἱκανὸν γὰρ εἰς τὰ παρόντα τό τε τὴν σελήνην
12. ἀλλοιοῦν τὰ περίγεια καὶ μάλιστα μὲν καθ’ ἑβδομάδα
13. τὰς μεγάλας ἐργάζεσθαι μεταβολὰς, ἐφεξῆς δ’ αὐτῶν κατὰ
14. τετράδα τὰς μικρὰς, ὅτι τε παροξυσμοῦ δεῖται τοὐπίπαν ἡ
15. κρίσις, ὅτι τε διὰ τρίτης ἐν τοῖς ὀξέσιν οἱ παροξυσμοί. τούτων
16. γὰρ ὑποκειμένων ἀναγκαῖον ἔσται τὰς ὀξείας· νόσους ἐν
17. περιτταῖς μᾶλλον ἡμέραις κρίνεσθαι. διὰ τοῦτο οὖν ἡ τρίτη
1. τε καὶ ἡ ε΄ κρίνουσιν εὐλόγως, οὐκ ἐκ τῆς σεληνιακῆς περιόδου
2. λαβοῦσαι τὸ κρίνειν, ἀλλ’ ἤτοι τὴν μέλλουσαν ἐν τῇ δ΄
3. κρίσιν ἀπαντήσεσθαι τῆς τρίτης προλαβούσης τῇ βίᾳ τοῦ
4. παροξυσμοῦ, ἢ καὶ νὴ Δία τῆς φύσεως ὑπὸ καμάτου τε ἅμα
5. καὶ τοῦ μὴ βιασθῆναι κατὰ μὲν τὴν δ΄ ἡμέραν ἡσυχίαν
6. ἀγούσης, κινηθείσης δ’ ἐπὶ τὴν κρίσιν ἐν τῇ ε΄. φαίνεται γὰρ
7. αὕτη μὲν ὀλίγον ὑστερίζειν τῆς ὄντως κρισίμου, προλαμβάνειν
8. δ’ ὀλίγον ἡ τρίτη καὶ τὸ κρίνειν ἐσχηκέναι, διότι πλησίον
9. οὖσαι τῆς ὄντως κρισίμου τοὺς παροξυσμοὺς ἐδέξαντο.
10. καὶ γὰρ οὖν καὶ ἡ θ΄ τῶν ἡμερῶν ἐν τῷ μέσῳ τεταγμένη
11. δύο κρισίμων, ἑβδόμης τε καὶ ια΄, ἤτοι τὴν οὐ γεγενημένην
12. ἐπὶ τῆς ζ΄ ἡμέρας κρίσιν ἢ τὴν ἐπὶ τῆς ια΄ ἐσομένην αὐτὴ
13. σφετερίζεται κρίσιν· σπανιώτερον μὲν τὴν τῆς ζ΄, πολλάκις δὲ
14. τὴν τῆς ια΄. ἡ μὲν γὰρ ἰδία τῆς ἑβδόμης ἡμέρας κρίσις
15. οὐκ ἂν εἰς τὴν θ΄ ποτ’ ἀφίκοιτο μὴ πολλῶν ἁμαρτηθέντων,
16. δειχθήσεται δὲ τοῦτο ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν, ἡ δὲ
17. τῆς ια΄ ἔμπαλιν, ὅταν ἀκριβῶς τε πάντα πραχθῇ καὶ βίαιος
18. ὁ τῆς ἐννάτης ἡμέρας γένηται παροξυσμός. ἀπόδειξις δ’ ἐναργεστάτη
1. τοῦ διὰ τὰς σφοδρότητας τῶν παροξυσμῶν τὰς τοιαύτας
2. παρεμπίπτειν ἡμέρας τὸ μηκέθ’ ὁμοίως ἐπὶ προηκόντων
3. γίνεσθαι τῶν νοσημάτων· ὡς γὰρ καὶ τὰ τῆς σφοδρότητος,
4. οὕτω καὶ τὰ τοῦ πλήθους ἐκλύεται τῶν παρεμπιπτουσῶν
5. ἡμερῶν. οὕτω δὲ δή τι βίαιον ἔχει σφοδρότης παροξυσμοῦ
6. πρὸς κρίσιν, ὥστ’ ἐν ἁπάσαις σχεδόν τι ταῖς ἡμέραις ἔστιν
7. ἰδεῖν κρινόμενα τὰ κατόξεα νοσήματα· τό τε γὰρ πέρας αὐτῶν
8. ἡ ζ΄ τῶν ἡμερῶν ἐστι, κρίνειν δή που πεφυκυῖα, καὶ πρὸ ταύτης
9. οὐχ ἡ δ΄ μόνον, ἀλλὰ καὶ ἡ γ΄ καὶ ἡ ε΄ καὶ ἡ στ΄, δέχονταί
10. ποτε κρίσεις. ἐζήτηται δ’, ὡς ἐλέγετο, καὶ περὶ τῆς α΄ εἰ κρίνει.
11. λοιπὴ τοίνυν ἡ δευτέρα βεβαίως τοῦ κρίνειν ἐκπέπτωκεν.
12. ἔστω δ’, εἰ βούλει, καὶ ἡ α΄, ἀλλὰ καὶ ἡ τρίτη γε καὶ δ΄ καὶ ε΄
13. καὶ στ΄ καὶ ζ΄ κρίνουσιν ἅπασαι. καὶ πᾶσαι αἱ μετὰ τὴν ἀρχὴν
14. τοῦ νοσήματος ἐν τοῖς κατόξεσιν ἡμέραι κρίνουσαι φαίνονται
15. διὰ τὴν σφοδρότητα τῶν παροξυσμῶν. καὶ γὰρ οὖν καὶ ἡ στ΄
16. τῶν ἡμερῶν οὔτ’ ἐκ τῶν κατὰ περίοδον οὖσα κρισίμων οὔτ’
17. ἐν ἀριθμῷ περιττῷ, διὰ τοῦτο καὶ αὐτὴ δέχεται κρίσεις παμπόλλας,
18. ὅτι τῆς ὑστάτης τῶν κατοξέων ἐντός ἐστιν. ἅπαντα
1. δὲ τὰ τοιαῦτα δυοῖν θάτερον, ἢ σύνοχον ἔχει τὸν πυρετὸν,
2. οὕτω δ’ ὀνομάζουσι τὸν ἀπὸ τῆς πρώτης συστάσεως ἄχρι τῆς
3. κρίσεως ὁμότονον, ὡς εἴρηται, χωρὶς αἰσθητῆς παρακμῆς, ἣ εἰ
4. καὶ σαφεῖς ἔχει τάς τε παρακμὰς καὶ τοὺς παροξυσμοὺς, οὐ
5. διὰ τρίτης μόνον ἔχει σαφεῖς, ἀλλὰ κᾀν ταῖς μέσαις αὐτῶν,
6. ὥσπερ καὶ ὁ ἡμιτριταῖος. ἡ μὲν οὖν πρώτη διαφορὰ τῶν κατοξέων
7. οἷον εἷς τίς ἐστι παροξυσμὸς, ὥστ’ οὐδὲν ὅσον γε
8. ἐπὶ τῷ παροξυσμῷ πλεονεκτήσουσιν αἱ περιτταὶ τῶν ἀρτίων,
9. ὁμοίου γε τοῦ πυρετοῦ κατὰ πάσας τὰς ἡμέρας ὑπάρχοντος.
10. ἡ δευτέρα δὲ κᾂν διὰ τρίτης ἔχῃ τοὺς μεγάλους παροξυσμοὺς
11. καὶ τὰς οἷον ἀρχὰς τῶν περιόδων, ἀλλ’ ἥ γε μέση τηλικοῦτον
12. καὶ αὐτὴ φέρει πολλάκις ἐν τοῖς κατόξεσι τὸν παροξυσμὸν, ὡς
13. τῶν ἐν ἄλλοις τισὶ νοσήμασι μεγάλων παροξυσμῶν μηδὲν ἀποδεῖν.
14. ὅταν οὖν ἐπείγηται μὲν ὡς ἐπὶ τὴν ἑβδόμην τὸ νόσημα
15. καὶ κατὰ τὸν ἑαυτοῦ λόγον ἐν ταύτῃ κριθήσεσθαι μέλλῃ, τὸ
16. δὲ μέγεθος τοῦ μέσου παροξυσμοῦ καταναγκάσῃ τὴν φύσιν
17. ἐξορμῆσαι πρὸς τὴν κρίσιν, οὐ περιμείνασαν τὸν οἰκεῖον καιρὸν,
1. ἢ καί τι προσγένηται τῶν ἔξωθεν ἐρεθιζόντων αὐτὴν,
2. οὕτως ἡ κρίσις ἐν τῇ στ΄ προεκρήγνυται. αὕτη μὲν οὖν τοσούτῳ
3. χείρων ἐστὶ τῆς ἐσομένης ἐπὶ τῆς ζ΄ ὅσῳ καὶ φθάνει. χειρίστη
4. δὲ κρίσις ἡ ἑκταία καθ’ ἕτερον γίνεται τρόπον, ὃν ἐπὶ πλέον
5. μὲν ἐν τοῖς περὶ κρίσεων ἐροῦμεν, ἐκείνης γάρ ἐστι πραγματείας
6. οἰκεῖον ἀγαθὰς καὶ κακὰς διελέσθαι κρίσεις· ἐνταῦθα
7. δὲ πρόκειται μόνον ὑπὲρ τῶν κρινουσῶν ἡμερῶν διελθεῖν.
8. ἀλλ’ ἐπειδὴ κατέστην ἅπαξ τὰ περὶ τῆς στ΄ ἡμέρας εἰπεῖν
9. ἅπαντα, καὶ τοῦτ’ ἔτι προσθήσω διὰ κεφαλαίων. εἰσβάλλει τινὰ
10. νοσήματα τὴν δευτέραν τῆς πρώτης ἔχοντα βαρυτέραν καὶ τὴν
11. δ΄ τῆς γ΄, καὶ ὅλους τοὺς παροξυσμοὺς ἐν ἀκτίοις, ὄντα μὲν,
12. ὡς ἐν τοῖς περὶ κρίσεων ἀποδειχθήσεται, τῆς τῶν χρονίων
13. φύσεως, φθάνοντα δ’ ὡς ὀξέα κρίνεσθαι διὰ σφοδρότητα·
14. ταῦτα καὶ δευτεραίους μὲν ἀναιρεῖ καὶ τεταρταίους, ἑκταίους
15. δὲ πλείστους. ἐπὶ μὲν γὰρ δὴ τῆς δευτέρας ἡμέρας ἰσχύει πως
16. ἡ φύσις ἔτι, κατὰ δὲ τὴν δ΄ ἰσχύει μὲν ἔτι κἀπὶ ταύτης μᾶλλον
17. ἢ κατὰ τὴν στ΄, ἀλλ’ οὔπω διαγωνίζεσθαι τολμᾷ· κατὰ δὲ τὴν
18. στ΄ ἡ σφοδρότης τοῦ παροξυσμοῦ πολλάκις ἐκκαλεῖται μὲν αὐτὴν
1. ἐπὶ τὸν ἀγῶνα. δυοῖν δὲ θάτερον, ἢ κατέπεσεν αὐτῇ
2. καὶ κατεσβέσθη πρὶν ἐκκρῖναι τὰ λυποῦντα, ἢ τὸ μὲν πλεῖστον
3. αὐτῶν ἐξέκρινε, τὸ λοιπὸν δ’ οὐκ ἔτι ἴσχυσεν, ἀλλ’ ὑπ’ ἀῤῥωστίας
4. τε καὶ καμάτου τελέως καταπίπτει καὶ κεῖται πάρετος.
5. εἶτ’ εἰ μὲν ἐν τῷ μετὰ ταῦτα χρόνῳ δυνηθείη πως ἑαυτὴν ἀνακτήσασθαι,
6. κατὰ βραχὺ πέττει τὴν νόσον· εἰ δ’ εἴη τὰ λείψανα
7. τῆς νόσου μείζω τοῦ κατ’ αὐτὴν τόνου, τοσοῦτον ἐπιβιοῖ
8. χρόνον ὁ τοιοῦτος ἄνθρωπος ὅσον ἐξαρκεῖν ἡ φύσις ἔτι
9. δύναται, τεθνήξεται δὲ μετὰ ταῦτα. περὶ μὲν δὴ τῶν παρεμπιπτουσῶν
10. ἡμερῶν αὐτάρκως εἴρηται.
⟨
(De diebus decr.) [n° 068 Fichtner] [GalLat]
De diebus decretoriis
Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).
De diebus decretoriis, 3.8, ed. Kühn, 1825, vol. 9, p. 917-928. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.8
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩