Galenus. De diebus decretoriis (De diebus decr.) [n° 068 Fichtner] [GalLat]

Περὶ κρισίμων ἡμερῶν
Jours critiques
Critical Days (Di. Dec.)
Cooper, 2011.
De diebus decretoriis, 1825, vol. 9, p. 769-941. urn:cts:greekLit:tlg0057.tlg065.verbatim-lat1
García Sola, 2010 (spa); Cooper, 2011 (Ara;eng).

De diebus decretoriis, 3.9, ed. Kühn, 1825, vol. 9, p. 928-933. urn:cts:greekLit:tlg0057.tlg065.1st1K-grc1:3.9

11. Διὰ τί δ’ ἄμφω κρίνουσιν, ἥ τε εἰκοστὴ καὶ
12. εἰκοστὴ πρώτη, πολὺ δὲ μᾶλλον ἡ εἰκοστή; πρῶτον μὲν ὅτι
13. χρόνιον ἤδη τὸ τοιοῦτον νόσημα καὶ τοὺς παροξυσμοὺς αἱ ἀρτίαι
14. λαμβάνουσιν, εἶθ’ ὅτι καὶ ἡ ἑβδομὰς οὐκ ἔστιν ὁλοκλήρων
15. ἡμερῶν ἑπτὰ, καθότι καὶ πρόσθεν εἴρηται, καὶ τοῦτο
16. ἠπίστατο καὶ Ἱπποκράτης. εἰπὼν γὰρ ἐν τῷ προγνωστικῷ·
17. αὗται μὲν οὖν διὰ τεσσάρων εἰς τὴν εἰκοστὴν ἐκ προσθέσιος
18. ἀφικνέονται· μετὰ ταῦτα ἐπήνεγκεν· οὐ δύναται δὲ ὅλῃσιν
1. ἡμέρῃσιν οὐδὲν τούτων ἀτρεκέως ἀριθμέεσθαι. οὐδὲ γὰρ
2. ὁ ἐνιαυτός τε καὶ οἱ μῆνες ὅλῃσιν ἡμέρῃσι πεφύκασιν ἀριθμέεσθαι.
3. ὡς οὖν ὁ ἐνιαυτὸς μὲν ἐπὶ ταῖς τριακοσίαις ἑξήκοντα
4. πέντε ἡμέραις ἐπικείμενον ἔχει μόριον ἡμέρας μεῖζον ἢ τέταρτον,
5. ὅ τε μὴν ἥμισυ τῆς μιᾶς ἡμέρας ἀπολείπεται τοῦ τριακονθήμερος
6. ὑπάρχειν, οὕτως καὶ ἡ ἑβδομὰς ἕκτῳ μάλιστα μέρει
7. μιᾶς ἡμέρας ἀπολείπεται τὸ τέλεον ὑπάρχειν ἡμερῶν ἑπτά.
8. συμβαίνει τοιγαροῦν οὐ μιᾶς καὶ εἴκοσιν ἡμερῶν γίνεσθαι
9. τὰς τρεῖς ἑβδομάδας ὁλοκλήρων, ἀλλὰ ἀπολείπεσθαι σχεδὸν
10. ὅλῳ τῷ ἡμίσει μέρει τῆς μιᾶς ἡμέρας καὶ διὰ τοῦτο ἐπαμφοτερίζειν
11. τὸν ἀριθμὸν, οὐ μᾶλλόν τι τῶν εἴκοσιν ἐγγὺς ἢ τῶν
12. ἑνὸς καὶ εἴκοσιν ὑπάρχοντα. τῆς γὰρ ὅλης σεληνιακῆς περιόδου
13. ἑπτὰ καὶ εἴκοσι ἡμερῶν οὔσης καὶ προσέτι τρίτου μέρους μιᾶς
14. ἡμέρας καὶ διὰ τοῦτο ἑκάστης ἑβδομάδος ἑπτὰ γινομένης ἡμερῶν
15. ἀπολιπουσῶν ἕκτον, αἱ τρεῖς ἑβδομάδες ἡμερῶν εἴκοσι
16. καὶ ἡμισείας ἔσονται. πλησίον οὖν ὑπάρχουσαν αὐτῇ τὴν ἀκριβῇ
17. περίοδον ἡ εἰκοστὴ σφετερίζεται τῷ χρονίζειν ἤδη τὰ τοιαῦτα
18. νοσήματα καὶ τοὺς παροξυσμοὺς ἐν ἀρτίαις ἴσχειν. ὧν 
1. δ’ ἐν περιτταῖς οἱ παροξυσμοὶ, τούτων καὶ αἱ κρίσεις εἰς τὴν
2. εἰκοστὴν πρώτην· ἐμπίπτουσιν. ἐπεὶ δ’ οὐ μόνον ἡ περίοδος
3. τῆς σελήνης, ἀλλὰ καὶ ὁ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἔχει
4. τινὰ δύναμιν, ὡς ἐλέγομεν, αὕτη μὲν γὰρ ἡ κατὰ τὸν ζωδιακὸν
5. περίοδος οἰκειοτάτη ἐστὶ ταῖς ἰδίαις ἀρχαῖς ἑκάστου τῶν
6. πραγμάτων, ὁ δ’ αὖ μηνιαῖος χρόνος ὁ τῆς φάσεως ἀλλοιῶν
7. τὸν περίγειον ἀέρα κοινῇ πᾶσιν ἡμῖν διαφέρει, ἐδείχθη δὲ καὶ
8. οὗτος ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν ὡς ἔγγιστα δεόντως, διὰ
9. τοῦτ’ εἰκότως ἡ ἑβδομὰς ἔτι μικροτέρα γενήσεται τῆς ἔμπροσθεν
10. εἰρημένης. εἴτε γὰρ ἀπὸ τῶν τριάκοντα βουληθείης
11. ἀφελεῖν τὰς τρεῖς ἐκείνας ἡμέρας τὰς περὶ σύνοδον, ἐν αἷς
12. ἔτ’ ἄκριτον ἦν τὸ περιέχον, εἴτ’ ἀπὸ τῶν κθ΄ καὶ ἡμισείας, ὁ
13. λοιπὸς χρόνος, ἐν ᾧ σαφὲς ἔχει φῶς ἡ σελήνη, κατὰ μὲν τὸν
14. πρότερον ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν γενήσεται, κατὰ δὲ τὸν
15. δεύτερον εἴκοσι καὶ ἓξ καὶ ἡμισείας. ἐπεὶ τοίνυν ἀλλοιώσεις
16. ἔφαμεν γίνεσθαι τοῖς σώμασιν ἡμῶν τὰς μὲν ἰδίας, τὰς δὲ
17. κοινὰς, ἰδίας μὲν ὡς πρὸς τὰς ἰδίας ἀρχὰς, κοινὰς δὲ
18. τῷ συναπολαύειν τοῦ περιέχοντος, εἰς ταὐτὸν δὲ συμβαίνειν
1. ἑκατέρας τῆς σελήνης τὰς περιόδους καὶ βραχεῖ τινι λείπεσθαι
2. τὰς κοινὰς τῶν ἰδίων, ἀφαιρεθήσεται δή τι καὶ κατὰ τοῦτο
3. τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ. συνεπιμιγνυμένης γὰρ τῆς κοινῆς
4. τῇ ἰδίᾳ καὶ οὔσης ὀλιγοχρονιωτέρας, ἀνάγκη καὶ κατὰ τοῦτο
5. παραθραύεσθαί τι τοῦ τῆς ἑβδομάδος ἀριθμοῦ καὶ οἷον ἐν
6. μεθορίῳ γίγνεσθαί τινι τοῦ κοινοῦ καὶ τοῦ ἰδίου. καλῶ δ’
7. ἴδιον μὲν τὸν ἐκ τῆς ζωδιακῆς περιόδου γινόμενον, ἑκάστῳ
8. γὰρ ἡμῶν αὐτὸς διαφέρει, κοινὸν δὲ τὸν ἐκ τῆς μηνιαίας, ὃν
9. ὀλίγον ἔμπροσθεν ἔδειξα μηδ’ ὅλως ὑπάρχειν ἑπτὰ καὶ εἴκοσιν
10. ἡμερῶν. ἐὰν γὰρ ἀπὸ μὲν τοῦ μηνιαίου χρόνου τοῦ ἀκριβοῦς,
11. ὃς ἀπολείπεσθαι τῶν τριάκονθ’ ἡμερῶν ἡμίσει μάλιστα μιᾶς
12. ἡμέρας ἐλέγετο τὰς τρεῖς ἀφέλῃς ἡμέρας τὰς περὶ σύνοδον,
13. αἱ λοιπαὶ δηλονότι τῶν ἑπτὰ καὶ εἴκοσι ἡμερῶν ἔσονται μείους
14. ἥμισυ τῆς μιᾶς ἡμέρας. ἀλλ’ οὗτος οὖν ὁ χρόνος ὁ διαιρούμενος
15. εἰς τὰς ἑβδομάδας, οὐχ ὁ σύμπας μηνιαῖος. ὥσθ’ ὁ κοινὸς
16. χρόνος τῆς ἑβδομάδος, ὁ τὸ περιέχον ἀλλοιῶν, ἐλάττων ἔσται
17. τοῦ καθ’ ἕκαστον ἰδίου. δύνασθαι δὲ καὶ οὗτος ἐλέγετο καὶ
18. διὰ τοῦτο παραθραύειν τι τοῦ χρόνου τῆς ἑτέρας ἑβδομάδος,
1. ὥσθ’ ὁ μέσος ἀμφοῖν ὁ οἷον μικτὸς ἐξ αὐτῶν ἐπὶ πλέον ἀφαιρήσει
2. τῆς ἑβδομάδος ἕκτου μέρους. τὸ μὲν οὖν ἀκριβὲς ἢ τῆς
3. μίξεως ἢ τῆς ἀφαιρέσεως ὁ θεὸς οἶδεν· ὅσον δὲ ἀνθρωπίνῳ
4. στοχασμῷ συμβάλλειν ἐγχωρεῖ, πιθανώτερόν ἐστι μέσον ἀμφοῖν
5. ποιῆσαι τῶν περιόδων τὸν ἐξ ἀμφοῖν κοινόν. ἐπεὶ τοίνυν
6. ὁ μὲν τῆς φάσεώς ἐστι τῆς ἐναργοῦς καὶ δραστηρίου χρόνος
7. εἴκοσιν ἓξ ἡμερῶν καὶ ἡμισείας, ὁ δὲ τῆς ζωδιακῆς περιόδου
8. εἰκοστὸν καὶ ἕβδομον καὶ τρίτον, δῆλον ὡς ὁ μέσος αὐτῶν κ΄
9. καὶ στ΄ ἡμερῶν ἔσται καὶ προσέτι μάλιστα μορίου μιᾶς ἡμέρας
10. ἡμίσεος τρίτον καὶ ιβ΄. συνθεὶς γὰρ ἀμφοτέρους τοὺς χρόνους,
11. εἰ τὸ ἥμισυ λάβοις, εὑρήσεις τὸ μέσον. ἀλλ’ οὗτος ὁ χρόνος ὁ
12. μέσος ἀπολείπεται τῶν ἑπτὰ καὶ εἴκοσιν ἡμερῶν δωδεκάτῳ
13. μάλιστα μέρει μιᾶς ἡμέρας. εἰ μέντοι τέμοις αὐτὸν εἰς τέτταρα,
14. τὸν ἀκριβῆ χρόνον εὑρήσεις τῆς ἑβδομάδος οὐχ ἕκτῳ μόνον
15. μιᾶς ἡμέρας ἀπολειπόμενον, ἀλλ’ ἔτι πλέον. λαμβανέσθω γὰρ
16. τῶν κστ΄ καὶ ἡμίσεος τρίτον, ιβ΄ τὸ τετάρτου μέρος, ἔσται δὲ
17. χρόνος ἡμερῶν στ΄ ἡμίσεος πέμπτον καὶ προσέτι μορίων ἄλλων
18. ἐπικειμένων μικροτέρων, ἅπερ ἐστὶν ἑξήκοντα πρῶτα καὶ ἑκατοστὰ
1. εἰκοστά· τὰ δεύτερα διακόσια δὴ καὶ τεσσαράκοντα.
2. ὁ δ’ αὐτὸς χρόνος καὶ οὗτος ἂν λέγοιτο ἡμερῶν ἓξ καὶ
3. ἡμίσεος καὶ ἕκτου καὶ εἰκοστοῦ τετάρτου καὶ τεσσαρακοστοῦ
4. ὀγδόου. ὁ δὲ τηλικοῦτος χρόνος ἀπολείπεται τοῦ
5. τῶν ἑπτὰ ἡμερῶν τετάρτῳ μέρει μιᾶς ἡμέρας καὶ ἔτι
6. πρὸς τὸν ἀκριβῆ λόγον ἑξήκοντά τε καὶ ἑκατοστὰ εἰκοστὰ
7. καὶ σμ΄, καὶ τούτων οὕτως ἐχόντων αἱ τρεῖς ἑβδομάδες
8. ἡμερῶν εἴκοσιν ἔσονται καὶ προσέτι μορίου τινὸς ἡμέρας
9. α΄ ἕκτου, ὥστε καὶ κατὰ τοῦτον τὸν τρόπον ἀκριβολογουμένοις
10. ὀλίγον ὑπερβάλλει τῆς εἰκοστῆς ἡμέρας ὁ τῶν
11. τριῶν ἑβδομάδων ἀριθμὸς, καὶ ταύτης ἔσται πολὺ μᾶλλον
12. ἢ τῆς εἰκοστῆς πρώτης οἰκεῖος. ἐμοὶ μὲν δέδεικται
13. κατά τε τὸ ἀληθὲς αὐτὸ καὶ κατὰ τὴν Ἱπποκράτους
14. γνώμην ὅτι μηδὲν τούτων ὅλῃσιν ἡμέρῃσιν ἀτρεκέως ἀριθμεῖσθαι
15. δύναται, τουτέστιν ἀπηκριβωμένως τε καὶ ἀπηρτυσμένως,
16. οὔθ’ ἡ ἑβδομὰς οὔθ’ ἡ τετρὰς οὔθ’ ὁ μὴν οὔθ’
17. ὁ ἐνιαυτὸς, οὔτ’ ἄλλο τῶν ἁπάντων οὐδέν.

Cliquer un n° de page pour en afficher l’image