Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 1.1, ed. Kühn, 1825, vol. 10, p. 1-7. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Α.

1. Ἐπειδὴ καὶ σύ με πολλάκις, ὦ Ἱέρων
2. φίλτατε, καὶ ἄλλοι τινὲς νῦν ἑταῖροι παρακαλοῦσι θεραπευτικὴν
3. μέθοδον αὐτοῖς γράψαι, ἐγὼ δὲ μάλιστα μὲν καὶ ὑμῖν
4. χαρίζεσθαι βουλόμενος, οὐχ ἥκιστα δὲ καὶ τοὺς μεθ’ ἡμᾶς
5. ἀνθρώπους ὠφελῆσαι καθ’ ὅσον οἷός τέ εἰμι προαιρούμενος,
6. ὅμως ὤκνουν τε· καὶ ἀνεβαλλόμην ἑκάστοτε διὰ πολλὰς αἰτίας,
7. ἄμεινον εἶναί μοι δοκεῖ καὶ νῦν αὐτὰς διελθεῖν, πρὶν ἄρξασθαι
8. τῆς πραγματείας, ἔχουσι γάρ τι χρήσιμον εἰς τὰ μέλλοντα ῥηθήσεσθαι.
9. κεφάλαιον μὲν οὖν ἁπασῶν αὐτῶν ἐστι τὸ κινδυνεῦσαι
1. μάτην γράψαι, μηδενὸς τῶν νῦν ἀνθρώπων ὡς ἔπος
2. εἰπεῖν ἀλήθειαν σπουδάζοντος, ἀλλὰ χρήματά τε καὶ δυνάμεις
3. πολιτικὰς καὶ ἀπλήστους ἡδονῶν ἀπολαύσεις ἐζηλωκότων
4. ἐς τοσοῦτον ὡς μαίνεσθαι νομίζειν εἴ τις ἄρα καὶ γένοιτο
5. σοφίαν ἀσκῶν ἡντιναοῦν. αὐτὴν μὲν γὰρ τὴν πρώτην καὶ
6. ὄντως σοφίαν, ἐπιστήμην οὖσαν θείων τε καὶ ἀνθρωπίνων
7. πραγμάτων, οὐδ’ εἶναι νομίζουσι τὸ παράπαν· ἰατρικὴν δὲ
8. καὶ γεωμετρίαν καὶ ῥητορικὴν ἀριθμητικήν τε καὶ μουσικὴν
9. ἁπάσας τε τὰς τοιαύτας τέχνας εἶναι μὲν ὑπολαμβάνουσιν,
10. οὐ μὴν ἐπί γε τὸ τέλος αὐτῶν ἰέναι δικαιοῦσιν. ἀλλ’ ἔμοιγε
11. καὶ τῶν πάνυ δοκούντων με φιλεῖν ἔνιοι πολλάκις ἐπετίμησαν
12. ὡς πέρα τοῦ μετρίου τὴν ἀλήθειαν σπουδάζοντι καὶ ὡς οὔθ’
13. ἑαυτῷ μέλλοντε χρησίμῳ γενήσεσθαι παρ’ ὅλον τὸν βίον οὔτε
14. ἐκείνοις, εἰ μὴ σχολάσαιμι μέν τι τῆς τοσαύτης περὶ τὴν
15. ἀλήθειαν σπουδῆς, προσαγορεύοιμι δὲ περιερχόμενος ἕωθεν,
16. εἰς ἑσπέραν τε συνδειπνοῖμι τοῖς δυναμένοις· ἐκ τούτων γὰρ
17. καὶ φιλεῖσθαι καὶ προσάγεσθαι καὶ τοὺς τεχνίτας πιστεύεσθαι,
18. οὐκ ἐκ τῆς οἰκείας παρασκευῆς· οὐδὲ γὰρ εἶναι τοὺς κρίνοντας
1. ἐκείνην, ἁπάντων δι’ ὅλης ἡμέρας ἀσχολουμένων, ἕωθεν μὲν
2. ἔν προσαγορεύσεσι κοινῇ, μετὰ ταῦτα δ’ ἤδη σχιζομένων, ἐπὶ
3. μὲν τὴν ἀγορὰν καὶ τὰς δίκας οὐ σμικροῦ τινος ἔθνους, ἐπὶ
4. δ’ αὖ τοὺς ὀρχηστάς τε καὶ τοὺς ἡνιόχους ἑτέρου πλείονος,
5. οὐκ ὀλίγου δέ τινος ἄλλου τοῖς κύβοις, ἤ τισιν ἔρωσιν,
6. ἢ λουτροῖς, ἢ μέθαις, ἢ κώμοις σχολάζοντος, ἤ τισιν
7. ἄλλαις ἡδοναῖς τοῦ σώματος, ἐς ἑσπέραν δὲ κοινῇ πάντων
8. αὖθις συναθροιζομένων εἰς τὰ συμπόσια, κᾀπειδὰν ἐμπλησθῶσιν
9. οἴνου, οὐ λύρας ἐν κύκλῳ περιφερομένης, ἢ κιθάρας,
10. ἤ τινος ἄλλου τῶν μουσικῶν ὀργάνων ὧν ἅπτεσθαι πάλαι
11. κατὰ τὰς τοιαύτας συνόδους καλὸν ἐνενόμιστο καὶ δεινῶς αἰσχρὸν
12. τοὐναντίον ἦν, ἀλλ’ οὐδὲ λόγων τινῶν ἀνακοινουμένων,
13. οἵους ἐν τοῖς συμποσίοις συνέγραψαν ἡμῖν οἱ παλαιοὶ γινομένους,
14. ἀλλ’ οὐδ’ ἄλλου τῶν καλῶν οὐδενὸς, ἀλλὰ προπινόντων
15. μὲν ἀλλήλοις, ἁμιλλωμένων δὲ περὶ μεγέθους ἐκπωμάτων.
16. ἄριστος γὰρ ἐν τούτοις οὐχ ὁ πλείστων ἁψάμενος
17. ὀργάνων μουσικῶν ἢ λόγων φιλοσόφων, ἀλλ’ ὁ παμπόλλας
18. καὶ μεγίστας ἐκπιὼν κύλικας· ὥστ’ ἔμοιγε καὶ περὶ τὴν ἕω
1. δοκοῦσιν ἔτι μεθύειν οἱ πολλοὶ τῶν τοιούτων, καί τινες αὐτῶν
2. ὄζουσιν οἴνου σαφῶς οὕτως ὡς ἄρτι προσενηνεγμένοι.
3. ὥστ’ εἰκότως, ἐπειδὰν νοσεῖν ὑπάρξωνται, μετακαλοῦνται
4. τῶν ἰατρῶν οὐ τοὺς ἀρίστους, οὕς γε μηδὲ πώποτε κρῖναι
5. προὐθυμήθησαν ὑγιαίνοντες, ἀλλὰ τοὺς συνηθεστάτους τε
6. ἅμα καὶ κολακευτικωτάτους, οἳ καὶ ψυχρὸν δώσουσιν, ἢν
7. αἰτηθῶσι, καὶ λούσουσιν, ἢν κελευσθῶσι, καὶ χιόνα καὶ οἶνον
8. ὀρέξουσι καὶ πᾶν ὑπηρετήσουσι τὸ προσταττόμενον ὥσπερ
9. ἀνδράποδα, ἔμπαλιν ἐκείνοις τῶν ἰατρῶν τοῖς παλαιοῖς
10. Ἀσκληπιάδαις, οἳ τῶν νοσούντων ἠξίουν ἄρχειν ὡς στρατηγοὶ
11. στρατηγουμένων καὶ βασιλεῖς ὑπηκόων, οὐκ ἄρχεσθαι
12. καὶ δεσπόζεσθαι, καθάπερ Γέται καὶ Τίβιοι καὶ Φρύγες καὶ,
13. Θρᾴκες ἀργυρώνητοι. οὔκουν οὐχ ὁ κρείττων τὴν τέχνην,
14. ἀλλ’ ὁ κολακεύειν δεινότερος ἐντιμότερος αὐτοῖς ἐστι, καὶ
15. τούτῳ ἅπαντα βάσιμα καὶ πόριμα, καὶ τῶν οἰκιῶν ἀνεῴγασιν
16. αἱ θύραι τῷ τοιούτῳ, καὶ πλουτεῖ τε ταχέως οὗτος καὶ
17. πολὺ δύναται, καὶ μαθητὰς ἔχει τοὺς ἐκ κοιτῶνος πολλοὺς,
18. ὅταν ἔξωροι γένωνται. καὶ τοῦτο κατανοήσας ὁ Θεσσαλὸς
1. ἐκεῖνος οὐ τὰ ἄλλα μόνον ἐκολάκευε τοὺς ἐπὶ τῆς Ῥώμης
2. πλουσίους, ἀλλὰ καὶ τῷ μησὶν ἕξ ἐπαγγείλασθαι διδάξειν τὴν
3. τέχνην ἑτοίμως ἐλάμβανε μαθητὰς παμπόλλους. εἰ γὰρ οὔτε
4. γεωμετρίας οὔτε ἀστρονομίας οὔτε διαλεκτικῆς οὔτε μουσικῆς
5. οὔτε ἄλλου τινὸς μαθήματος τῶν καλῶν οἱ μέλλοντες
6. ἰατροὶ γενήσεσθαι δέονται, καθάπερ ὁ γενναιότατος ἐπηγχείλατο
7. Θεσσαλὸς, ἀλλ’ οὐδὲ μακρᾶς ἐμπειρίας χρῄζουσι καὶ
8. συνηθείας τῶν ἔργων τῆς τέχνης, ἕτοιμον ἤδη προσιέναι
9. παντὶ γενησομένῳ ῥᾳδίως ἰατρῷ. διὰ τοῦτο καὶ σκυτοτόμοι
10. καὶ τέκτονες καὶ βαφεῖς καὶ χαλκεῖς ἐπιπηδῶσιν ἤδη τοῖς ἔργοις
11. τῆς ἰατρικῆς, τὰς ἀρχαίας αὑτῶν ἀπολιπόντες τέχνας, οἱ
12. μὲν γὰρ τὸν ῥῶπον διατιθέμενοι καὶ περὶ πρωτείων ἐρίζουσι.
13. καὶ διὰ τοῦτο κᾀγὼ γράφειν ὤκνουν θεραπευτικὴν μέθοδον,
14. ἣν εἰσηγήσαντο μὲν ἄνδρες παλαιοὶ, τελειῶσαι δ’ ἐπεχείρησαν
15. οἱ μετ’ αὐτούς. καὶ πρόσθεν μὲν ἔρις ἦν οὐ σμικρὰ, νικῆσαι
16. τῷ πλήθει τῶν εὑρημάτων ἀλλήλους ὀριγνωμένων τῶν
17. ἐν Κῷ καὶ Κνίδῳ· διττὸν γὰρ ἔτι τοῦτο τὸ γένος ἦν τῶν ἐπὶ 
1. τῆς Ἀσίας Ἀσκληπιαδῶν, ἐπιλιπόντος τοῦ κατὰ Ῥόδον·
2. ἤριζον δ’ αὐτοῖς τὴν ἀγαθὴν ἔριν ἐκείνην, ἣν Ἡσίοδος ἐπῄνει
3. καὶ οἱ ἐκ τῆς Ἰταλίας ἰατροὶ, Φιλιστίων τε καὶ Ἐμπεδοκλῆς
4. καὶ Παυσανίας καὶ οἱ τούτων ἑταῖροι· καὶ τρεῖς οὗτοι χοροὶ
5. θαυμαστοὶ πρὸς ἀλλήλους ἁμιλλωμένων ἐγένοντο ἰατρῶν·
6. πλείστους μὲν οὖν καὶ ἀρίστους χορευτὰς ὁ κῷος εὐτυχήσας
7. εἶχεν, ἐγγὺς δ’ ἔτι τούτῳ καὶ ὁ ἀπὸ τῆς Κνίδου, λόγου δ’
8. ἦν ἄξιος οὐ σμικροῦ καὶ ὁ ἀπὸ τῆς Ἰταλίας. ἀλλ’ οὐδεὶς τούτων·
9. οὔτε ἕωθεν ἐπὶ τὰς τῶν πλουσίων ἐφοίτα θύρας προσαγορεύσων
10. αὐτοὺς οὔτ’ εἰς ἑσπέραν δειπνησόμενος, ἀλλ’ ὥσπερ
11. Ἡσίοδός φησιν,

12. Εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζων
13. Πλούσιον, ὃς σπεύδει μὲν ἀρόμμεναι ἠδὲ φυτεύειν,

14. οὕτω κᾀκεῖνοι διὰ παντὸς ἤριζον ἀλλήλοις οὐκ ἀροῦν ἢ φυτεύειν
15. γῆν, σμικρότερα γὰρ ταῦτα τοῦ τῶν Ἀσκληπιαδῶν
16. γένους καὶ Ἀσκραίῳ πρέποντα ποιητῇ, ἀλλ’ ἀσκεῖν καὶ αὔξειν
17. ἀεὶ καὶ τελειοῦν πειρᾶσθαι τὴν Ἀπόλλωνός τε καὶ Ἀσκληπιοῦ
1. τέχνην, νυνὶ δ’ ἀπόλωλε μὲν ἡ ἀγαθὴ ἔρις, ἢ σμικρὸν ἔτι
2. καὶ ἀμυδρὸν αὐτῆς ἐν ἀνθρώποις ἐστίν· ἐπικρατεῖ δ’ ἡ πονηρὰ
3. καὶ ὁ ἀποτρέψων οὐδεὶς οὐδ’ ὁ ἰασόμενος, ὥσπερ
4. Ἡσίοδος,

5. Μηδέ σ’ ἔρις κακόχαρτος ἀπ’ ἔργου θυμὸν ἐρύκοι.

6. αὕτη γὰρ ἡ Ἔρις, ὡς ὁ θειότερος αὖ πάλιν Ἡσιόδου ποιητής
7. φησιν·

8. Ἡ δ’ ὀλίγη μὲν πρῶτα κορύσσεται, αὐτὰρ ἔπειτα
9. Οὐρανῷ ἐστήριξε κάρη, καὶ ἐπὶ χθονὶ βαίνει.
Cliquer un n° de page pour en afficher l’image