Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 1.2, ed. Kühn, 1825, vol. 10, p. 7-18. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.2

10. Ὑπὸ ταύτης τῆς ἔριδος ἐκμανεὶς ὁ Θεσσαλὸς
11. ἐκεῖνος Ἱπποκράτει τε καὶ τοῖς ἄλλοις Ἀσκληπιάδαις
12. ἐπιτιμᾷ, καὶ κοινὸν τῆς οἰκουμένης θέατρον ἐν ταῖς ἑαυτοῦ
13. βίβλοις πληρῶν, ἐπ’ ἐκείνου κρίνεται καὶ νικᾷ καὶ στεφανοῦται
14. κατὰ τῶν παλαιῶν ἁπάντων, ἀνακηρυττόμενος αὐτὸς
15. ὑφ’ ἑαυτοῦ. ταυτὶ μὲν οὖν ἔν τε τῷ περὶ τῶν κοινοτήτων
16. ἐποίησε κᾀν τοῖς συγκριτικοῖς, ἐν ἅπασι δὲ τοῖς ἄλλοις ὑβρίζων
17. οὐ παύεται, καθάπερ, οἶμαι, καὶ δι’ ὧν ἐπιστέλλει Νέρωνι,
1. κατ’ ἀρχὰς μὲν εὐθέως γράφων αὐτοῖς ὀνόμασιν οὕτως· παραδεδωκὼς
2. νέαν αἵρεσιν καὶ ὡς μόνην ἀληθῆ διὰ τὸ τοὺς
3. προγενεστέρους πάντας ἰατροὺς μηδὲν παραδοῦναι συμφέρον
4. πρός τε ὑγείας συντήρησιν καὶ νόσων ἀπαλλαγήν. ἐπὶ προήκοντι
5. δὲ τῷ γράμματι προϊών φησιν ὡς Ἱπποκράτης μὲν
6. ἐπιβλαβῆ τὴν παράδοσιν πεποίηται, ἐτόλμησε δὲ καὶ τοῖς
7. ἀφορισμοῖς ἀντιλέγειν, ἀσχημοσύνην ἀσχημονήσας μεγίστην,
8. καὶ δείξας ὅτι μηδ’ εἰσήχθη πρός τινος εἰς τὴν Ἱπποκράτειον
9. θεωρίαν μηδ’ ἀνέγνω παρὰ διδασκάλου τὰ συγγράμματα
10. αὐτοῦ· καὶ ὅμως ὁ τοιοῦτος ἑαυτὸν οὐκ αἰδεῖται στεφανῶν.
11. διό μοι δοκῶ κᾀγὼ, καίτοι γε οὐκ εἰθισμένος ἐξελέγχειν πικρῶς
12. τοὺς σκαιοὺς, ἐρεῖν τι πρὸς αὐτὸν ὑπὲρ τῆς τῶν παλαιῶν
13. ὕβρεως. τί πειρᾷ διαβάλλειν ὦ οὗτος τὰ χρηστὰ
14. διὰ τὸ παρὰ τοῖς πολλοῖς εὐδοκιμεῖν, ἐνὸν ὑπερβάλλεσθαι·
15. τοῖς ἀληθέσιν, εἰ φιλόπονός τέ τις εἴης καὶ ἀληθείας ἐραστής;
16. τί δὲ τῇ τῶν ἀκροατῶν ἀμαθίᾳ συμμάχῳ κέχρησαι κατὰ τῆς
17. τῶν παλαιῶν βλασφημίας; μὴ τοὺς ὁμοτέχνους τῷ πατρί
18. σου κριτὰς καθίσῃς ἰατρῶν, τολμηρότατε Θεσσαλέ· νικήσεις
1. γὰρ ἐπ’ αὐτοῖς καὶ καθ’ Ἱπποκράτους λέγων καὶ κατὰ· Διοκλέους
2. καὶ κατὰ Πραξαγόρου καὶ κατὰ πάντων τῶν ἄλλων
3. παλαιῶν, ἀλλ’ ἄνδρας παλαιοὺς, διαλεκτικοὺς, ἐπιστημονικοὺς,
4. ἀληθὲς καὶ ψευδὲς διακρίνειν ἠσκηκότας, ἀκόλουθον
5. καὶ μαχόμενον ὡς χρὴ διορίζειν ἐπισταμένους, ἀποδεικτικὴν.
6. μέθοδον ἐκ παίδων μεμελετηκότας, τούτους εἰς τὸ συνέδριον
7. εἰσάγαγε δικαστὰς, ἐπὶ τούτων τόλμησον Ἱπποκράτει τι μέμψασθαι,
8. τούτων κρινόντων ἐπιχείρησον τι τῇ μιαρᾷ καὶ
9. βαρβάρῳ σου φωνῇ πρὸς Ἱπποκράτην διελθεῖν, πρῶτον μὲν
10. ὡς οὐ χρὴ φύσιν ἀνθρώπου πολυπραγμονεῖν· ἔπειτα δὲ ὡς εἰ
11. καὶ τοῦτο συγχωρήσειέ τις, ἀλλ’ ὅτι γε κακῶς αὐτὴν ἐζήτησεν
12. ἐκεῖνος καὶ ψευδῶς ἀπεφήνατο σύμπαντα. τίς οὖν ἔσται
13. κριτής; εἰ βούλει, Πλάτων, ἐπειδὴ τοῦτον γοῦν οὐκ ἐτόλμησας
14. λοιδορεῖν. ἐγὼ μὲν γὰρ οὐδὲ τοὺς μαθητὰς αὐτοῦ φύγοιμ’
15. ἂν, οὔτε τὸν Σπεύσιππον οὔτε τὸν Ξενοκράτην· τὸν
16. Ἀριστοτέλην δὲ κᾂν παρακαλέσαιμί σε κριτὴν ὑπομεῖναι καὶ
17. σὺν αὐτῷ Θεόφραστον· εὐξαίμην δ’ ἄν σε καὶ Ζήνωνα καὶ
18. Χρύσιππον ἅπαντάς τε τοὺς ἀπ’ αὐτῶν ἑλέσθαι κριτάς.
1. οὐδεὶς τούτων, ὦ τολμηρότατε Θεσσαλὲ, τῶν Ἱπποκράτους
2. κατέγνω περὶ φύσεως ἀνθρώπου δογμάτων, ἃ τὴν ἀρχὴν οὔτ’
3. ἀνεγνωκέναι μοι δοκεῖς οὔτ’, εἴπερ ἀνέγνως, συνιέναι· καὶ
4. εἰ συνῆκας δὲ, κρῖναι γοῦν ἀδύνατον ἦν σοι, τραφέντι μὲν ἐν
5. γυναικωνίτιδι παρὰ πατρὶ μοχθηρῶς ἔρια ξαίνοντι. μὴ γὰρ
6. ἀγνοεῖσθαί μοι δόκει τὸ θαυμαστόν σου γένος καὶ τὴν ἀοίδιμόν
7. σου παιδείαν, μηδ’ ὡς ἐν κωφῷ θεάτρῳ λοιδορεῖν Ἱπποκράτην
8. τε καὶ τοὺς ἄλλους παλαιούς· ἀλλὰ τίς ὢν καὶ πόθεν,
9. ἐκ ποίου γένους, ἐκ ποίας ἀνατροφῆς, ἐκ ποίας παιδεύσεως,
10. ἐπίδειξον πρότερον, εἶθ’ οὕτως λέγε, τοῦτ’ αὐτὸ,
11. πρῶτον μαθὼν, ὦ θρασύτατε, ὅτι λέγειν οὐκ ἐφεῖται πᾶσι
12. δημοσίᾳ ἐν οὐδεμιᾷ τῶν εὐνομουμένων πόλεων, ἀλλ’ εἴ τις
13. ἐπίσημός ἐστι καὶ γένος ἔχει καὶ ἀνατροφὴν δεῖξαι καὶ παιδείαν
14. ἀξίαν τοῦ δημηγορεῖν, τούτῳ συγχωροῦσιν ἀγορεύειν οἱ νόμοι·
15. σὺ δ’ οὐδὲν τούτων ἔχων ἐπιδεῖξαι τολμᾷς ὦ γενναιότατε κατηγορεῖν
16. Ἱπποκράτους, καὶ καθίζεις μὲν ἐν ταῖς ληρώδεσί σου
17. βίβλοις δικαστὰς τοὺς Ἕλληνας, ἀποφαίνῃ δ’ αὐτὸς οὐκ ἀναμείνας
18. ἐκείνους καὶ στεφανοῖς σεαυτὸν, ἐνίοτε μὲν κατὰ πάντων 
1. τῶν ἰατρῶν, ἐνίοτε δὲ κατὰ πάντων ἁπλῶς Ἑλλήνων. τοῦτο
2. γάρτοι τὸ θαυμαστόν ἐστι τόλμημα τοῦ σοφωτάτου Θεσσαλοῦ,
3. νικῆσαι μὲν ἅπαντας ἰατροὺς, αὐτὸν ἀγωνιστὴν, αὐτὸν
4. ἀγωνοθέτην, αὐτὸν κριτὴν γενόμενον· ἐφεξῆς δὲ καὶ τοὺς ἄλλους
5. Ἕλληνας εἰς ἀγῶνα προσκαλέσασθαι, ῥήτορας, γεωμέτρας,
6. γραμματικοὺς, ἀστρονόμους, φιλοσόφους, εἶτ’ ἐν αὐτοῖς
7. καταστάντα, καὶ τῇ τῶν ἐριουργῶν ἑρμηνείᾳ χρησάμενον,
8. ἀξιοῦν ἁπάντων εἶναι πρῶτον· ἰατρικὴν μὲν γὰρ ἁπασῶν τῶν
9. τεχνῶν πρωτεύειν, ἑαυτὸν δὲ τοὺς ἰατροὺς ἅπαντας νενικηκέναι.
10. τοῦτο μόνον ἐκ τύχης ἀληθῶς συνελογίσατο Θεσσαλός· εἰ γὰρ
11. ἰατρικὴ μὲν ἁπασῶν ἐστι τῶν τεχνῶν ἀρίστη, πρῶτος δ’ ἐν
12. αὐτῇ Θεσσαλὸς, εἴη ἂν οὕτω γε πάντων ἀνθρώπων πρῶτος
13. καὶ Σωκράτους δηλονότι καὶ Λυκούργου καὶ τῶν ἄλλων, οὓς
14. ὁ Πύθιος ἐπῄνεσεν ἢ ὡς ἀγαθοὺς, ἢ ὡς σοφοὺς, ἢ ὡς Μουσῶν
15. θεράποντας, ἢ ὡς Διὸς ὑπηρέτας, ἢ ὡς ἄλλο τι θεοφιλὲς
16. ἔχοντας. ἄγε δὴ λοιπὸν ὕμνους ᾀδόντων ἅπαντες Θεσσαλοῦ,
17. καὶ γραφόντων ἐπινίκια μέλη, καὶ κοινὸν τῆς οἰκουμένης τὸ
18. θέατρον γενέσθω, καὶ παρελθὼν ᾀδέτω τις ὡς παρὰ τοῖς
1. ἱστοῖς τραφεὶς ἐνίκησε μὲν Δημοσθένην καὶ Λυσίαν καὶ τοὺς
2. ἄλλους ῥήτορας, ἐνίκησε δὲ Πλάτωνα καὶ Σωκράτην καὶ τοὺς
3. ἄλλους φιλοσόφους, ἐνίκησε δὲ καὶ Λυκοῦργον καὶ Σόλωνα
4. καὶ τοὺς ἄλλους νομοθέτας, ἐστεφάνωται δὲ κοινῇ
5. κατὰ πάντων ἀνθρώπων, ῥητόρων, φιλοσόφων, νομοθετῶν.
6. εἰ γὰρ δὴ γεωμετρῶν ἔτι καὶ γραμματικῶν καὶ μουσικῶν
7. ὀνομαστὶ μνημονεύοιμι μετὰ τὰς τηλικαύτας νίκας, ὑβρίζειν
8. δόξω τὸν ἄνθρωπον· ὅπου γὰρ Λυκοῦργος καὶ Σόλων
9. καὶ Πλάτων καὶ Σωκράτης καὶ Πυθαγόρας ἐνικήθησαν, ἦπου
10. ἄρα καλὸν ἔτι μνημονεύειν Ἱππάρχου καὶ Ἀρχιμήδους καὶ
11. Ἀριστοξένου καὶ Ἀριστάρχου καί τινων ἑτέρων τοιούτων
12. οὐδενὸς ἀξίων, ὡς ἂν εἴποι Θεσσαλός; ἀλλὰ τίς ἡμῖν οὕτω
13. μεγαλόφωνος ποιητὴς ὃς ᾄσεται ταῦτα; τίνος Ὁμήρου νῦν
14. εὐπορήσομεν ἐν ἑξαμέτρῳ τόνῳ τὴν Θεσσάλειον ὑμνήσοντος
15. νίκην; ἢ τίνος μελοποιοῦ κατὰ Πίνδαρον ᾄσοντος ὑψηλῶς
16. ἐν διθυράμβοις ὡς πάλαι τὸν Διόνυσον, οὕτως νῦν τὸν
17. Θεσσαλόν; ἢ τούτων μὲν οὐδενὸς χρῄζομεν, Ἀρχιλόχου δέ
1. τινος ἧ Ἱππώνακτος ἰάμβους γραφόντων, ἤ τινος τῶν ἀπὸ
2. τῆς τραγικῆς σκηνῆς, ὃς ἐρεῖ πρὸς αὐτόν·

3. Μέν’ ὦ ταλαίπωρ’ ἀτρέμα σοῖς ἐν δεμνίοις,
4. Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ’ εἰδέναι.

5. ὄνειρον Ὀρέστειον διηγῇ Θεσσαλέ. οἷον τοῦτο τὸ θέατρον, ἐν
6. ᾧ νικᾷς Ἱπποκράτην; τίνες οἱ κριταὶ καθεδοῦνται; τίνες οἳ
7. ἀγωνοθετοῦντες; ἆρα βούλει πρώτου Πλάτωνος ἀναγνῶμεν
8. τὴν ψῆφον; ἴσως γὰρ οὐκ ἀναίνῃ τοιοῦτον ἑλέσθαι κριτήν·
9. ἀλλά τοί φησιν οὗτος αὐτοῖς ὀνόμασι· ψυχῆς οὖν φύσιν ἀξίως
10. λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;
11. εἰ μὲν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι,
12. οὐδὲ περὶ σώματος, ἄνευ τῆς μεθόδου ταύτης. καλῶς
13. γὰρ, ὦ ἑταῖρε, λέγεις· χρὴ μὲν πρὸς τῷ Ἱπποκράτει τὸν λόγον
14. ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. τῷ τοίνυν περὶ
15. φύσεως σκοπεῖν τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς
16. λόγος; ἆρ’ οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ τῆς ὁτουοῦν φύσεως,
17. πρῶτον μὲν εἰ ἁπλοῦν ἢ καὶ πολυειδές ἐστιν οὗ πέρι βουλευσόμεθα,
1. αὐτοί τε εἶναι τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν.
2. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα
3. πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπό
4. του· ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφ’
5. ἑνὸς, τοῦτο ἰδεῖν ἐφ’ ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν,
6. ἢ τὸ τί παθεῖν ὑπό του. ἤκουσας, ὦ γενναιότατε, Πλάτωνος
7. ὁμοίᾳ μεθόδῳ τὰ κατὰ τὴν ψυχὴν ἀξιοῦντος εὑρίσκειν,
8. οἵᾳ περ Ἱπποκράτης τὰ κατὰ τὸ σῶμα· πότερον ἔτι βούλει
9. πολλὰς πολλαχόθι αὐτοῦ τῶν συγγραμμάτων ἐκλέξω σοι ῥήσεις,
10. ἐν αἷς ζηλοῖ τὸν Ἱπποκράτην πάντων μάλιστα τῶν ἔμπροσθεν
11. αὐτοῦ γεγονότων; ἢ τοῦτο μὲν ἐν ἑτέρᾳ πραγματείᾳ
12. πεποιηκὼς, ἐν ᾗ περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων
13. ἐπισκέπτομαι, εἰς ἐκείνην ἀναπέμψω τὸν βουλόμενον;
14. ἀποδέδεικται γὰρ, ὡς ἐγὼ νομίζω, πάνυ σαφῶς ἡ περὶ πλεῖστά
15. τε καὶ μέγιστα δόγματα συμφωνία τῶν ἀνδρῶν· μεταβὰς δὲ
16. τὸν ἕτερον ἤδη σοι καλέσω χορὸν μάρτυρα, τὸν ἐκ τοῦ περιπάτου,
17. τὰς Ἱπποκράτους ἀρχὰς τῆς φυσιολογίας τιθέμενον;
1. ἀλλά τοι καὶ περὶ τούτου δέδεικταί μοι δι’ ἑτέρων ὑπομνημάτων,
2. ὧν ὧν μέν ἐστι τὸ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων,
3. ἐφεξῆς δ’ ἕτερα τρία τὰ περὶ κράσεων, εἶθ’ ἑξῆς ἕτερα
4. δύο, τὸ μὲν περὶ τῆς ἀνωμάλου δυσκρασίας, ἐκ τῆς περὶ κράσεων
5. ἔτι πραγματείας ὑπάρχον, ἄλλο δὲ περὶ τῆς ἀρίστης
6. κατασκευῆς τοῦ σώματος, εἶτ’ τούτοις τὰ περὶ φυσικῶν
7. δυνάμεων τρία· ταῦτ’ οὖν εἴπερ ἀναγνοίη τις, ἐπιγνώσεται
8. σαφῶς ἐξηγητὴν ὄντα τῶν περὶ φύσεως λογισμῶν Ἱπποκράτους
9. Ἀριστοτέλη. καὶ μὲν δὴ καὶ περὶ τῆς τῶν νοσημάτων
10. διαφορᾶς, ὁπόσα τέ ἐστι καὶ ὁποῖα, καὶ περὶ συμπτωμάτων
11. ὡσαύτως, ἔτι τε καὶ τῶν καθ’ ἑκάτερον αἰτιῶν, Ἱπποκράτης
12. μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς ὑπάρξασθαι
13. φαίνεται, μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἐπὶ πλεῖστον ἐξηγήσατο·
14. εἴσεται δὲ καὶ περὶ τούτων ὁ βουληθεὶς ἀναγνῶναι
15. τὰ καθ’ ἕκαστον αὐτῶν ὑπομνήματά μοι γεγραμμένα. ὥστ’
16. εἴπερ οἱ ἐκ τοῦ περιπάτου κριταὶ καθίσαιεν, Ἱπποκράτης
17. μὲν, οἶμαι, νικήσει, Θεσσαλὸς δ’ ὡς ἀναίσχυντός τε καὶ ἰταμὸς
18. ἐκβληθήσεται. εἰ δὲ τοὺς ἀπὸ τῆς στοᾶς φιλοσόφους εἰς
19. τὸ συνέδριον εἰσαγαγόντες ἐπιτρέψαιμεν καὶ τούτοις τὴν 
1. ψῆφον, ἐξ ὧν αὐτοὶ τίθενται δογμάτων, ἐκ τούτων Ἱπποκράτην
2. στεφανώσουσι. τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ
3. ξηρὸν καὶ τὸ ὑγρὸν Ἱπποκράτης μὲν πρῶτος εἰσηγήσατο,
4. μετ’ αὐτὸν δ’ Ἀριστοτέλης ἀπέδειξεν· ἕτοιμα δ’ ἤδη παραλαβόντες
5. οὐκ ἐφιλονείκησαν οἱ περὶ τὸν Χρύσιππον, ἀλλ’ ἐκ
6. τούτων τὰ σύμπαντα κεκρᾶσθαι λέγουσι, καὶ ταῦτ’ εἰς ἄλληλα
7. πάσχειν καὶ δρᾷν καὶ τεχνικὴν εἶναι τὴν φύσιν, ἅπαντά τε
8. τἄλλα τὰ περὶ φύσεως Ἱπποκράτους δόγματα προσίενται,
9. πλὴν περὶ μικροῦ τινός ἐστιν αὐτοῖς ἡ διαφορὰ πρὸς Ἀριστοτέλη.
10. λέγοντος γὰρ Ἱπποκράτους ὀρθῶς ὡς σύμπνουν καὶ
11. σύῤῥουν ἐστὶν ἅπαν τὸ σῶμα, καὶ πάντα συμπαθέα τὰ τῶν
12. ζώων μόρια, προσίενται μὲν ἀμφότεροι τουτὶ, διαφέρονται
13. δὲ ἐν τῷ τὰς μὲν ποιότητας μόνας τὸν Ἀριστοτέλη δι’ ἀλλήλων
14. ἰέναι καὶ κεράννυσθαι πάντῃ, τοὺς δ’ ἀπὸ τῆς στοᾶς οὐ
15. ταύτας μόνας, ἀλλὰ καὶ τὰς οὐσίας αὐτὰς ὑπολαμβάνειν.
16. ὅτι δὲ τοῦτο διορίζεσθαι περιττὸν ἰατρῷ, καὶ ὡς ἀρκεῖ
17. μόνον ὁμολογηθέντα εἰς τὰ τῆς ἰατρικῆς ἔργα τὰ πρὸς ἀμφοτέρων
18. ἀποδεικνύμενα, καὶ ὡς αἱ ποιότητές τε καὶ αἱ δυνάμεις
1. ἐν τοῖς κεραννυμένοις ὅλαι δι’ ὅλων ἀναμίγνυνται, δέδεικταί
2. μοι πρόσθεν ἤδη καὶ νῦν, εἴ τι δεήσει, δειχθήσεται. ὥστε
3. καὶ κατὰ Πλάτωνα καὶ κατὰ τοὺς ἐκ τοῦ. περιπάτου καὶ
4. κατὰ τοὺς ἐκ τῆς στοᾶς ἡ Ἱπποκράτους νικᾷ φυσιολογία·
5. καὶ πολὺ δὴ μᾶλλον ἐκ τῆς φυσιολογίας ἅπαντες ἐπιδεικνύουσιν
6. οἱ προειρημένοι φιλόσοφοι μὴ δύνασθαί τινα, καλῶς
7. ἰάσασθαι τὰ νοσήματα, πρὶν ὅλου τοῦ σώματος ἐπισκέψασθαι
8. τὴν φύσιν. ἆρ’ οὖν ἐνίκησεν. ἂν ἐν τούτοις τοῖς φιλοσόφοις
9. ὁ Θεσσαλὸς ἀγωνιζόμενος ὑπὲρ τῶν πρωτείων, οἳ τῆς
10. σκυτῶν ἁπάσης φυσιολογίας Ἱπποκράτην προὐστήσαντο; τί
11. δὲ εἰ τοῖς γεωμέτραις, ἢ τοῖς ἀστρονόμοις, ἢ τοῖς μουσικοῖς,
12. ἢ τοῖς ῥήτορσιν. ἐπιτρέψειε τὴν κρίσιν; ἆρ’ οἰόμεθα καὶ τούτους
13. Ἱπποκράτην παρελθόντας ἕτερόν τινα στεφανώσειν;
14. ἐγὼ μὲν οὔτ’ ἄλλον τινὰ πέπεισμαι τὰ πρωτεῖα λήψεσθαι, καὶ
15. πάντων ἥκιστα τὸν ἰταμώτατον Θεσσαλόν οὐδεὶς γὰρ οὕτως
16. ἠτίμησεν οὐ γεωμετρίαν, οὐκ ἀστρονομίαν, οὐ μουσικὴν, οὕ
17. ῥητορικὴν, ὡς ἐκεῖνος, ὥστε ταύτῃ γ’ ἐν ἐχθρῶν θεάτρῳ
18. γένοιτ' ἂν ὁ ἀγὼν αὐτῷ. ἀλλ’ ἴσως τούτους μὲν οὐκ ἂν εἰς
1. τὸ θέατρον ἐκάθισεν, οὕς γε αὐτὸς φθάνων ἐχθροὺς ἐποιήσατο,
2. μόνοις δὲ τοῖς ἐν διαλεκτικῇ γυμνασθεῖσι φιλοσόφοις,
3. ὡς ἂν ἀληθῶν τε καὶ ψευδῶν λόγων τὸ κριτήριον ἠσκηκόσιν,
4. ἐπιτρέψειε τὴν κρίσιν. ἀλλ’ ἐὰν τοὺς περὶ Πλάτωνα καὶ
5. Ἀριστοτέλη καὶ Χρύσιππον ὡς ἀγυμνάστους ἐν τῇδε παρέλθωμεν,
6. οὐχ εὑρήσομεν ἑτέρους. εἰ τοίνυν οὔτε τοὺς ἀπὸ τῶν
7. ἄλλων τεχνῶν ὑπομένει δικαστὰς ὁ Θεσσαλὸς οὔθ’ οἱ διαλεκτικώτατοι
8. τῶν φιλοσόφων οἴσουσιν, αὐτῷ τὴν ψῆφον, ὑπὸ
9. τίνων ἔτι κριθήσεται νικᾷν; τίνες πληρώσουσιν αὐτῷ τὸ θέατρον;
10. τίνες ἀναγορεύσουσιν; τίνες στεφανώσουσιν; αὐτὸς
11. ἑαυτὸν δηλονότι, τοῦτο γὰρ ἐν ταῖς ἑαυτοῦ βίβλοις ταῖς θαυμασταῖς ἐποίησεν,
12. αὐτὸς ἑαυτὸν καὶ κρίνας καὶ στεφανώσας
13. καὶ ἀναγορεύσας.

Cliquer un n° de page pour en afficher l’image