14. Ἀλλ’ ἴσως ὑπενόησε τοῦτ’ αὐτῷ τιμὴν
15. γενήσεσθαι καὶ μνήμης ἀφορμὴν, εἰ λοιδορησάμενος τοῖς
16. ἀρίστοις ἀνδράσιν ἀναγκάσειεν ἡμᾶς ἀντιλέγειν αὐτῷ. ἀλλ’
17. οὕτω γε καὶ Ζωΐλος ἔνδοξος τὴν Ὁμήρου μαστίζων εἰκόνα
18. καὶ Σαλμωνεὺς τὸν Δία μιμούμενος καὶ ἄλλο πλῆθος οὐκ
1. ὀλίγον ἐπιτρίπτων ἀνθρώπων, ἢ τοὺς βελτίονας οὐκ αἰδουμένων,
2. ἢ καὶ τοῖς θεοῖς αὐτοῖς λοιδορουμένων. ἀλλ’ οὐκ
3. ἀγαθὴν οὗτοί γε δόξαν ὑπελίποντο σφῶν αὐτῶν, οὐδὲ ζηλοῖ
4. νοῦν ἔχων ἀνὴρ οὐδεὶς οὔτε τὸν Ὁμηρομάστιγα Ζωΐλον
5. οὔτε τὸν παραπλῆγα Σαλμωνέα καίτοι τοῖς μὲν φιλολοιδόροις
6. ζηλωτὸς ὁ Ζωΐλος, τοῖς δ’ ἱεροσύλοις ὅ Σαλμωνεύς.
7. ἀλλὰ τί τοῦτο; καὶ γὰρ οἱ βαλαντιοτόμοι τὰ τῶν βαλαντιοτόμων
8. ζηλοῦσι καὶ οἱ προδόται τὰ τῶν προδοτῶν, καὶ οὐδείς
9. ἐστιν ἁπλῶς ἄνθρωπος ὃς οὐκ ἂν σχοίη χορὸν οἰκεῖον
10. ἐν ᾧ στεφθήσεται. καὶ εἴπερ ἔγραψε Θεσσαλὸς ὡς ἐν μαγείροις
11. καὶ βαφεῦσι καὶ ἐριουργοῖς καὶ σκυτοτόμοις καὶ ὑφάνταις
12. τε καὶ κναφεῦσιν ἀγωνιζόμενος, ἀποίσεται τὴν νίκην καὶ
13. καθ’ Ἱπποκράτους καὶ οὐδεὶς ἂν ἡμῶν ἀντεῖπεν ἐπεὶ δὲ
14. πάντας ἀνθρώπους καθίζει δικαστὰς, ἐκ τῶν πάντων δ’ ἐστὶ
15. δήπου καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Θεόφραστος καὶ
16. Χρύσιππος, οὐκ ἂν ἔτι πάσας μόνος ἀποστρέφοιτο τὰς ψήφους,
17. ἀλλ’ ἴσως ἐνέσται δίκην ἐφέσιμον ἀγωνίσασθαί τινι
18. κᾂν γὰρ Ἱπποκράτης καταφρονήσῃ, μικρότερον ἑαυτοῦ νομίσας
19. ἀγωνίσασθαι πρὸς Θεσσαλὸν, ἀλλ’ ἴσως Ἐρασίστρατος οὐ καταφρονήσει,
1. καὶ πολύ γε μᾶλλον Ἡρόφιλος, καὶ τούτων ἔτι
2. μᾶλλον Ἀσκληπιάδης ἄλλοι τε πολλοὶ τῶν νεωτέρων ἰατρῶν
3. ἔχοντές τι, φύσει φιλόνεικον οὐ καταφρονήσουσι τῆς ὕβρεως,
4. ἣν εἰς ἅπαντας ἅμα τοὺς Ἕλληνας ὑβρίζει. Θεσσαλὸς, ἀλλ’ εἰς
5. τὸ μέσον τε προάξουσίν, ἐπιδείξουσί τε τοῖς Ἕλλησιν ἁπάσας
6. αὐτοῦ τὰς βίβλους ἀμαθίας ἐσχάτης μεστὰς, ὃς τοσαῦτά τε
7. καὶ τηλικαῦτα γράψας βιβλία καὶ τοσαύτας ληρήσας ἐπῶν
8. χιλιάδας, ἀπόδειξιν οὐδεμίαν οὐδαμόθι τῶν ἑαυτοῦ συγγραμμάτων
9. ἐπεχείρησεν εἰπεῖν, ἀλλ’ ὡς τύραννος κελεύει δύο μόνα
10. εἶναι τὰ πάντα κατὰ δίαιταν νοσήματα, ῥοῶδες καὶ στεγνὸν,
11. οὐκ εἰδὼς ὅτι διαφοράν τινά νοσημάτων εἴρηκεν, ἐγνωσμένην
12. μὲν καὶ τοῖς ἔμπροσθεν ἰατροῖς ὡς ἐπιδείξομεν, ἀλλ’ οὐδεὶς
13. ἦν οὕτως ἀπαίδευτος, ὡς τὰς διαφορὰς τῶν νοσημάτων αὐτὰ
14. νομίζειν εἶναι τὰ νοσήματα καὶ τῆς θεραπείας τὴν ἔνδειξιν
15. ἐξ ἐκείνων λαμβάνειν ὑπερβὰς τὴν οὐσίαν. ἀλλὰ τοῦτο τὸ
16. σφάλμα τοῦ Θεσσαλοῦ σμικρὸν μὲν ὦ Ζεῦ καὶ θεοὶ, σμικρότατον,
17. ὃ καὶ παιδάριον ἐν ἐλευθέροις μαθήμασι τεθραμμένον
18. εὐθέως γνωρίσειεν· ὅμως δ’ οὖν τοῦτο τὸ σφάλμα τὸ
1. σμικρὸν εἰς τοσοῦτον ἐπῆρεν αὐθαδείας αὐτὸν ὥστε νομίζειν
2. εὑρηκέναι τι μέγα καὶ σεμνὸν, ὁμοίως ὡς εἰ καί τις εἰπὼν
3. πᾶν ζῶον ἢ λογικὸν ὑπάρχειν ἢ ἄλογον, ἄλλο τι νομίζει καὶ
4. μὴ διαφορὰς εἰρηκέναι ζώων, ὡσαύτως οὖν τούτῳ κᾀκείνου
5. ῥηθέντος, ἅπαν ζῶον ἢ θνητόν ἐστιν ἢ ἀθάνατον· ἡ γὰρ
6. ἔν ἑκάστῃ τῶν διαφορῶν ἀντίθεσις ὅλη κατὰ πάντων λέγεται
7. τῶν εἰδῶν ἅπαν οὖν ζῶον ἢ ἄγριόν ἐστιν ἢ ἥμερον· ἅπαν
8. οὖν ζῶον ἢ ὑπόπουν ἐστὶν ἢ ἄπουν· ἅπαν οὖν ζῶον ἢ
9. κερασφόρον ἐστὶν ἢ ἄκερον· καὶ οὐδέν γε τιμιωτέραν ἑτέρας
10. ἑτέραν ἀντίθεσιν ἐν ταῖς διαφοραῖς ἔστιν εὑρεῖν, οὐδὲ μᾶλλον
11. ὑπάρχουσαν ἅπασι τοῖς κατὰ μέρος. ἀλλ’ οὐ χρὴ περὶ ζώων
12. ἐρωτηθέντας ὁπόσα τὰ πάντα ἐστὶ ἀποκρίνασθαι μίαν
13. ἀντίθεσιν διαφορῶν· οὕτω μὲν γὰρ ἔσται δύο τὰ πάντα, καὶ
14. οὐδὲν μᾶλλον ἢ λογικὸν καὶ ἄλογον, ἢ θνητὸν καὶ ἀθάνατον,
15. ἢ ἄγριον καὶ ἥμερον, ἢ τῶν ἄλλων τις ἀντιθέσεων. εἰ δὲ τὰς
16. διαφορὰς ἐάσας τις, ὡς οὖν ἐστι δίκαιον, ἵππον ἀποκρίναιτο
17. καὶ βοῦν καὶ κύνα καὶ ἄνθρωπον, ἀετόν τε καὶ μέλιτταν καὶ
1. μύρμηκα καὶ λέοντα καὶ πρόβατον, ἅπαντά τε τἄλλα κατ’
2. εἶδος ἐπέλθοι ζῶα, δῆλον ὡς οὗτος ὀρθῶς ἀποκεκριμένος ἐστὶ
3. τῷ πυθομένῳ ὁπόσα τὰ πάντ’ ἐστὶ ζῶα· κᾂν εἰ πολλὰ μὲν
4. διέλθοι τῷ λόγῳ ζῶα, πάντα δ’ ἐξαριθμήσασθαι μὴ δυνατὸν
5. εἶναι λέγοι, καὶ οὕτως ἂν εἴη δεόντως ἀποκεκριμένος. ὁμοίας
6. οὖν οὔσης τῆς ζητήσεως ἐπὶ τοῦ τῶν νοσημάτων ἀριθμοῦ
7. παρὰ πᾶσι τοῖς παλαιοῖς ἰατροῖς, καὶ τῶν μὲν εἰπόντων
8. ἑπτὰ τὰ πάνθ’ ὑπάρχειν αὐτὰ, τῶν δ’ ἐλάττω τούτων ἢ
9. πλείω, πάντων δ’ οὖν εἰς τὰ κατὰ τὴν οὐσίαν εἴδη βλεπόντων,
10. οὐκ εἰς τὰ κατὰ τὴν διαφοράν· οὐδεὶς γὰρ ἦν οὕτως
11. ἀπαίδευτος οὐδ’ ἀμαθὴς λογικῆς θεωρίας ὡς διαφορὰν εἰδῶν
12. εἰπεῖν ἀντ’ οὐσίας· ὁ δ’ ἐκ τῆς γυναικωνίτιδος ἐκπηδήσας
13. Θεσσαλὸς ἐπιτιμᾷ τηλικούτοις ἀνδράσιν, οὐ γένος ἔχων εἰπεῖν,
14. οὐκ ἀνατροφὴν, οὐ παιδείαν οἵαν ἐκείνων ἕκαστος, ὁ
15. μὲν Ἀριστοτέλους, ὁ δὲ Πλάτωνος, ὁ δὲ Θεοφράστου γενόμενος
16. ὁμιλητὴς, ἤ τινος ἄλλου τῶν ἐν τῇ λογικῇ θεωρίᾳ
17. γεγυμνασμένων ἀνδρῶν. ὡς οὖν εἴτις ἐρωτηθεὶς ὁπόσα τῆς
1. φωνῆς τὰ πάντ’ ἐστὶ στοιχεῖα, δύο φήσειεν ὑπάρχειν,
2. ἤτοι γὰρ φωνῆεν εἶναι φήσει πάντως ἢ σύμφωνον ὅπερ ἂν
3. εἴη στοχεῖον φωνῆς, ἀληθὲς μὲν εἴρηκεν, οὐ μὴν πρός γε τὴν
4. ἐρώτησιν ἀπεκρίνατο, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ὅστις
5. ἂν ὁπόσα τὰ πάντ’ ἐστὶ νοσήματα διελέσθαι βουληθεὶς
6. ὑπερβῇ μὲν εἶδός τι λέγειν νοσήματος, οἷον ἤτοι φλεγμονὴν,
7. ἢ σκίῤῥον, ἢ οἴδημα, διαφορὰς δ’ εἴπῃ μόνας, εἴτ’ οὖν στεγνὸν
8. καὶ ῥοῶδες, εἴτ’ ἀραιὸν καὶ πυκνὸν, εἴτε σκληρὸν καὶ
9. μαλακὸν, εἴτε συντεταμένον καὶ κεχαλασμένον, ἀληθὲς μὲν
10. εἴρηκεν, οὐ μὴν πρός γε τὴν ἐρώτησιν ἀπεκρίνατο. πρῶτον
11. μὲν γὰρ οὐδὲ πᾶσα διαφορὰ προστιθεμένη τῷ γένει συντελεῖ
12. τι πρὸς τὴν τοῦ εἴδους γένεσιν, ἀλλ’ ἥτις ἂν ἐκ τῆς τοῦ γένους
13. οἰκείας ᾖ διαιρέσεως· αὗται γάρ εἰσιν εἰδοποιοὶ μόναι
14. τῶν διαφορῶν, αἱ δ’ ἄλλαι πᾶσαι περιτταί. ζώου μὲν γὰρ
15. οἰκεῖαι διαφοραὶ τὸ θνητὸν καὶ ἀθάνατον, ἄλογόν τε καὶ
16. λογικὸν, ἥμερόν τε καὶ ἄγριον, ὅσα τ’ ἄλλα τοιαῦτα· μαλακὸν
17. δὲ καὶ σκληρὸν, καὶ βαρὺ καὶ κοῦφον, καὶ ἀραιὸν καὶ
18. πυκνὸν, καὶ μέγα καὶ μικρὸν, οὐ ζώου, ἀλλ’ οὐσίας εἰσὶ διαφοραί.
1. καὶ τοίνυν εἰ μὲν προστεθείη τῷ ζώῳ τὸ μαλακὸν καὶ
2. τὸ σκληρὸν, ἢ τὸ πυκνὸν ἢ τὸ ἀραιὸν, ἢ τὸ μικρὸν ἢ τὸ
3. μέγα, πλεῖον οὐδὲν εἰς εἴδους γένεσιν συντελέσει· εἰ δ’ ἤτοι
4. λογικὸν καὶ ἀθάνατον, ἢ λογικὸν καὶ θνητὸν, εἴη ἂν τὸ μὲν
5. εἴδει θεὸς, τὸ δὲ ἄνθρωπος· οὕτω δὲ κᾂν εἰ προσθείης τῷ
6. λογικῷ ζώῳ διττὰς οἰκείας διαφορὰς, τὸ πεζὸν καὶ τὸ δίπουν,
7. εἶδος ἐργάσῃ τι καὶ οὕτως, τὸν ἄνθρωπον· ὅθεν ἀδύνατόν
8. ἐστιν οὐδενὸς τῶν ὄντων εἰδοποιοὺς εὑρεῖν διαφορὰς ἄνευ
9. τοῦ τὸν ὁρισμὸν, ἢ τὸν λόγον τῆς οὐσίας ἀκριβῶς αὐτοῦ
10. περιγράψασθαι. δεύτερον δ’ ἐπὶ τούτου σφάλμα τοῖς ἀγυμνάστοις
11. περὶ λόγον, ἐπειδὰν ἐξευρήσουσι μίαν τινὰ διαφορᾶς
12. ἀντίθεσιν, εἶδός τι τοῦ προβεβλημένου γένους ὑπολαμβάνειν
13. εὑρηκέναι, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν τῆς φωνῆς
14. στοιχείων ἐλέγετο. φωνῆεν γάρ τις εἰπὼν καὶ σύμφωνον
15. οὔπω τὰ πάντα στοιχεῖα τῆς ἀνθρώπου φωνῆς εἴρηκεν, ἀλλὰ
16. δύο τὰς πρώτας γενικὰς διαφοράς· εἰ δὲ τὰ μὲν φωνήεντα
17. τέμνων αὖθις εἰς μακρὰ καὶ βραχέα καὶ δίχρονα, τὰ σύμφωνα
1. δ’ εἰς ἡμίφωνά τε καὶ ἄφωνα, καὶ αὖθις τὰ μὲν μακρὰ διχῇ,
2. καθάπερ οὖν καὶ τὰ βραχέα, τὰ δ’ αὖ δίχρονα τριχῇ καὶ δὴ
3. καὶ τὰ ἄφωνα πρῶτον μὲν εἰς δασέα καὶ ψιλὰ καὶ μέσα, καὶ
4. τούτων ἕκαστον αὖθις τριχῇ, τὰ δ’ ἡμίφωνα πάλιν, εἰ καὶ
5. ταῦτα κατὰ τὴν οἰκείαν τέμνοις τομὴν, ἵνα μὴ μακρολογῶ
6. περιττῶς, οὕτως ἂν ἐξεύροις τὰ τέτταρα καὶ εἴκοσι στοιχεῖα
7. τῆς φωνῆς ᾗ χρώμεθα. τὸ μὲν γὰρ εἰπεῖν αὐτὸ τοῦτο μόνον,
8. ὡς ἔστι τῶν στοιχείων τῆς φωνῆς τὰ μὲν φωνήεντα, τὰ δὲ
9. σύμφωνα, τεχνικὸν οὔπω ποιεῖ τὸν ἀκροατὴν οὐδ’ ἀκριβῶς
10. ἐπιστήμονα συμπάντων τῶν στοιχείων· ἀλλ’ ἐὰν διελόμενος
11. εἰς βραχέα καὶ μακρὰ καὶ δίχρονα, βραχέα μὲν εἶναι φῇ δύο,
12. τό τε ε καὶ τὸ ο, μακρὰ δ’ ὁμοίως δύο, τό τε η καὶ τὸ ω,
13. δίχρονα δὲ τρία, τό τε ἄλφα καὶ τὸ ι καὶ τὸ υ, τεχνικὸν
14. οὕτω ποιήσει τὸν ἀκούσαντα περὶ τῶν φωνηέντων ἁπάντων·
15. ὡσαύτως δὲ καὶ περὶ τῶν συμφώνων κατὰ τὸν αὐτὸν τρόπον.
16. οὕτως οὖν καὶ ὅστις ἐπιχειρεῖ λέγειν ὑπὲρ τοῦ τῶν
17. νοσημάτων ἀριθμοῦ, πόσα τὰ σύμπαντ’ ἐστὶν, οὐ χρὴ τοῦτον
18. ἐν τῇ πρώτῃ καταμεῖναι διαφορᾷ, τέμνοντα δ’ αὐτὴν,
19. ἐπεξιέναι, μέχρι περ ἂν ἐπί τι τῶν ἐσχάτων εἰδῶν ἀφίκηται
1. τῶν μηκέτι. τμηθῆναι δυναμένων εἰς ἕτερον εἶδος. ὅτι
2. δ’ οὐ τοῦ τυχόντος ἐστὶ τοῦτο ποιεῖν, ἀλλ’ ἀνθρώπου γεγυμνασμένου
3. μεγάλως ἐν τῇ διαιρετικῇ μεθόδῳ, μαθεῖν ἔνεστι
4. τῷ βουλομένῳ πρῶτον μὲν ἅπαντα ἀναγνόντι κατὰ τὴν ἀρχὴν
5. τοῦ Φιλήβου Πλάτωνι γεγραμμένα περὶ τῆς τοιαύτης μεθόδου,
6. μετὰ ταῦτα δὲ τόν τε Σοφιστὴν ἀναλεξαμένῳ καὶ τὸν
7. Πολιτικόν· ἔτι δὲ μᾶλλον αὐτῷ χαλεπώτερον φανεῖται τὸ
8. πρᾶγμα τὸ πρῶτον περὶ μορίων ζώων Ἀριστοτέλους ἀναγνόντι·
9. πειρᾶται μὲν γὰρ ἐν ἐκείνῳ τὰς διαφορὰς ἁπάσας
10. ἐξαριθμήσασθαι τῶν ζώων, ἀπορίας τε παμπόλλας κινήσας,
11. μόγις ὑπόπτως τε καὶ δειλῶς ἀποφαίνεσθαί τι τολμᾷ. εἶτ’
12. Ἀριστοτέλους τε καὶ Πλάτωνος οὕτω μέγα καὶ χαλεπὸν εἶναι
13. νομιζόντων εἰς τὰς οἰκείας διοφορὰς ἀκριβῶς τὰ γένη τέμνειν
14. καὶ μετ’ αὐτοὺς Θεοφράστου τε καὶ τῶν ἄλλων φιλοσόφων
15. ἐξεργάζεσθαι πειρωμένων τὸν τρόπον, ὡς οὔπω κατωρθωμένον
16. οὐδὲ παρ’ ἐκείνοις, ὁ τολμηρότατος Θεσσαλὸς ἁπλῶς
17. ἀποφηνάμενος ἀξιοῖ πιστεύεσθαι δύο τὰ πάντ’ εἶναι κατὰ
18. δίαιταν νοσήματα τὰ γοῦν ἁπλᾶ καὶ πρῶτα καὶ οἷον στοιχεῖα,
1. τρίτον γὰρ ἐξ αὐτῶν ἄλλο γεννᾶται τῷ λόγῳ σύνθετον, ἐπιπεπλεγμένον
2. ἐξ ἀμφοῖν. ἀλλ’ εἴπερ μεθόδῳ τινὶ ταῦτ’ ἐξεῦρες,
3. ὥσπερ οὖν ἀλαζονεύῃ τί οὐχὶ καὶ ἡμῖν ἔφρασας αὐτὴν, ἀλλὰ
4. πᾶν τοὐναντίον, ἢ κατὰ τοὔνομα τὸ σεμνὸν, ᾧ προσαγορεύεις
5. σαυτὸν, ἀμεθοδώτατε καὶ προπετέστατε, τὴν ἀπόφασιν
6. ἐποιήσω, μηδ’ οὖν μηδὲ τῆς ἀρχῆς αὐτῆς ἐφαψάμενος,
7. ἀφ’ ἧς ἀναγκαῖόν. ἐστιν ἄρξασθαι τὸν μέλλοντα καλῶς οὑτινοσοῦν
8. πράγματος ἐξευρήσειν. εἴδη τε καὶ διαφορὰς οἰκείας;
9. περὶ, παντὸς γὰρ, ὦ παῖ, μία ἀρχὴ ἀρίστη, εἰδέναι περὶ ὅτου
10. ἡ ζήτησις, ἢ πάντα ἁμαρτάνειν ἀνάγκη, Πλάτων πού φησιν,
11. οὐκ εἰς τὸ διαιρεῖν μόνον ὁτιοῦν ἀξιῶν ἡμᾶς ἀπ’ αὐτῆς ἄρχεσθαι
12. τοῦ ζητουμένου τῆς οὐσίας, ἀλλ’ εἰς ἅπαν ἀεὶ χρῆσθαι
13. σκέμμα τῷ τοιούτῳ τρόπῳ τῆς ἀρχῆς. ἐχρῆν μὲν οὖν
14. κᾀνταῦθα τί ποτέ ἐστιν νόσημα καὶ τί σύμπτωμα καὶ τί πάθος
15. ἀκριβῶς εἰπόντα, καὶ διορισάμενον ὅπῃ ταὐτόν. ἐστιν
16. ἕκαστον τῶν εἰρημένων καὶ ὅπῃ μὴ, ταὐτὸν, οὕτως ἤδη πειρᾶσθαι
17. τέμνειν εἰς τὰς οἰκείας διαφορὰς αὐτὰ, καθ’ ἣν ἐδίδαξαν
18. ἡμᾶς οἱ φιλόσοφοι μέθοδον· ἢ εἴπερ ἑτέραν τινὰ βελτίω
1. τῆς παρ’ ἐκείνων γεγραμμένης ἐξεῦρες, αὐτὸ· τοῦτο πρότερον
2. ἀγωνίσασθαι, καὶ δεῖξαι καὶ διδάξαι τοὺς Ἕλληνας ὧς ὁ
3. παρὰ τοῖς ἱστοῖς τραφεὶς ὑπερεβάλετο μὲν Ἀριστοτέλη καὶ
4. Πλάτωνα μεθόδοις λογικαῖς, κατεπάτησε δὲ Θεόφραστόν τε
5. καὶ τοὺς Στωϊκοὺς ἐν διαλεκτικῇ, φανερῶς δ’ ἐξήλεγξε τοὺς
6. ἑταίρους αὐτῶν ἅπαντας, οὐδὲ τίνα ποτ’ ἐστὶ τὰ πρῶτα νοσήματα·
7. γινώσκοντας, τὸν Ἡρόφιλον ἐκεῖνον τὸν διαλεκτικὸν,
8. καὶ τὸν συμφοιτητὴν αὐτοῦ Φιλότιμον, καὶ τὸν διδάσκαλον
9. αὐτοῦ Πραξαγόραν τὸν ἀπὸ Ἀσκληπιοῦ, καὶ σὺν τούτοις τε
10. καὶ πρὸ τούτων Ἐρασίστρατον, Διοκλέα, Μνησίθεον,
11. Λιευχῆ, Φιλιστίωνα, Πλειστόνικον, αὐτὸν Ἱπποκράτην. τὸ
12. δ’ ἁπλῶς ἀποφήνασθαι δύο εἶναι τὰ πάντα πάθη κατὰ
13. δίαιταν, οὐ μέθοδον, οὐκ ἀπόδειξιν, οὐ πιθανὴν πίστιν, οὐ
14. παραμυθίαν, οὐδ’. ὅλως οὐδὲν ἄλλο προσθέντα, πλὴν εἰς
15. τοὺς παλαιοὺς βλασφημήσαντα, προστάττοντός ἐστιν ἔργον,
16. οὐ διδάσκοντος. ἔστω, σιωπᾶς, ἐκ ποίας εὗρες αὐτὰ μεθόδου
17. λογικῆς· ἀλλά τοι κᾂν κριτήριόν γέ τι τῶν λόγων τῆς
18. ἀληθείας ἐχρῆν σε παρασχέσθαι. τοῦ μὲν γὰρ εὑρεῖν τὸ ζητούμενον
1. αἱ λογικαὶ μέθοδοι τὴν δύναμιν ἔχουσι, τοῦ δὲ
2. πιστώσασθαι τὰ καλῶς εὑρημένα δύο ἐστὶν. ἅπασιν ἀνθρώποις
3. κριτήρια, λόγος καὶ πεῖρα. πρὸς γοῦν τὸν ἐρωτήσαντα
4. διὰ τί τῷδέ τινι τῷ πυρέττοντι συνεχώρησας ὕδατος πιεῖν ψυχροῦ
5. δύο εἰσὶν ἀποκρίσεις, ἡ μὲν ἑτέρᾳ γένεσίν τε καὶ φύσιν
6. ἐκδιδάσκουσα πυρετοῦ, καὶ περὶ τοῦ τῶν νόσων καιροῦ·
7. διεξιοῦσα, καὶ κατὰ τὸν αὐτὸν τρόπον ὕδατος ψυχροῦ φύσιν
8. ἐξηγουμένη, κᾀπειδὰν ταῦτα διεξέλθῃ πείρω μένη διδάσκειν,
9. ὡς τῷ τοιῷδε νοσήματι κατὰ τὸν τοιόνδε καιρὸν εὔλογόν
10. ἐστιν ἴαμα γενέσθαι τὸ ὕδωρ τὸ ψυχρόν ἡ. δ’ ἑτέρα τῶν
11. ἀποκρίσεων οὐδενὸς τούτων τῆς. φύσεως ἐφαψαμένη καταφεύγει
12. πρὸς τὴν πεῖραν, ἐν τοιῷδε νοσήματι καὶ καιρῷ τὸ
13. ψυχρὸν ὕδωρ ἑωρᾶσθαι φάσκουσα πολλάκις ὠφελεῖν. ἐχρῆν
14. οὖν, οἶμαι, καὶ τὸν Θεσσαλὸν ἤτοι πεῖραν. ἢ λόγον ἐφ’. οἷς
15. ἀποφαίνεται κριτήριον ἐπάγειν, οὐχ ὡς τύραννον ἡμῖν ἐπιτάττειν,
16. ἀξιοῦντα πιστεύεσθαι χωρὶς ἀποδείξεως. καὶ τίνα;
17. φασὶν ἀκούειν ἀπόδειξιν ἀξιοῖς; οὕτω γὰρ ἀντερωτῶσιν ἡμᾶς
18. οἱ ἀπ’ αὐτοῦ· καὶ δικαίως γε τοῦτο ποιοῦσιν, οὐδ’ εἰς ἔννοιάν
1. ποτε παρελθόντες ἀποδείξεως, ὡς ἂν οὔτε γεωμετρίας οὔτ’
2. ἀριθμητικῆς οὔτε διαλεκτικῆς οὔτε ἀναλυτικῆς οὐθ’ ὅλως
3. λογικῆς τινος ἁψάμενοι θεωρίας. ἀποκριτέον οὖν αὐτοῖς, ὡς
4. ὀψὲ πάνυ μανθάνειν ἐφίεσθε τί ποτ’ ἐστὶν ἀπόδειξις; καὶ ὡς
5. οὐκ ἐνδέχεται χρόνῳ βραχεῖ λεπτῆς γνώμης δεομένῃ παρακαλουθῆσαι
6. θεωρίᾳ μήτ’ ἠσκημένους ἀκούειν ἀκριβῶν λόγων
7. ἐν διαστροφῇ τε πολυχρονίῳ γεγονότας. ἐκείνους μὲν οὖν
8. ἀποπέμψωμεν, ὡς μηδὲ συνιέναι δυναμένους ἀληθῶν μαθημάτων,
9. μήτιγε δὴ μαθεῖν ἢ κρῖναι καλῶς.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 1.3, ed. Kühn, 1825, vol. 10, p. 18-30. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩