10. Ἡμεῖς δὲ μετὰ τῶν ἠσκημένων τε ἅμα
11. παρακολουθεῖν ἀποδείξει καὶ φύσει συνετῶν, οὐ γὰρ δὴ
12. ὄνους Θεσσαλείους ἐπαγγελλόμεθα διδάσκειν, ἐπὶ τὸ προκείμενον
13. ἐξ ἀρχῆς ἴωμεν, εὐθὺς ἅμα τῇ διδασκαλίᾳ τῇς θεραπευτικῆς
14. μεθόδου καὶ ὧν ἐσφάλησαν οἱ πλεῖστοι τῶν ἰατρῶν
15. ἐπιχειρησάντων ἰξευρεῖν αὐτὴν ἐξηγούμενοι τὰς αἰτίας· εἰς
16. γάρτοι τὴν βεβαιοτέραν πίστιν τῶν ἀληθῶν οὐδὲ τοῦτο σμικρὸν
17. φαίνεται συντελεῖν. πρῶτον μὲν οὖν εὐλαβηθῶμεν ἀμφοῖν
1. ἅμα μεμνῆσθαι, μεθόδου τε λογικῆς καὶ πείρας ἀλόγου·
2. πρόκειται γὰρ οὐ περὶ πάσης εὑρέσεως ἰαμάτων εἰπεῖν νῦν,
3. ἀλλὰ μόνης τῆς κατὰ μέθοδον· ὥσπερ καὶ περί γε τῆς ἐμπειρικῆς
4. ἡμῖν τε δι’ ἑτέρου γράμματος εἴρηται καὶ αὐτοῖς ἐμπειρικοῖς
5. καλουμένοις ἰατροῖς ἐπὶ πλεῖστον ἐξείργασται καὶ
6. οὕτως ἂν εὐξαίμην καὶ τοὺς λογικοὺς ἅπαντας ἰατροὺς ἔχεσθαι
7. τοῦ προκειμένου, καὶ μὴ συγχεῖν, μηδὲ ταράττειν, μηδὲ
8. συνάγειν εἰς ταὐτὸν ἀναλογισμόν τε καὶ πεῖραν, ἀλλ’ ἑκάτερον
9. ἰδίᾳ μεταχειρίζεσθαι καὶ σκοπεῖσθαι τίνα δύναμιν ἔχει
10. καὶ πόσον εἰς τὸ τέλος τῆς τέχνης συνεργεῖ. τὸ τοίνυν μεθόδῳ
11. τι ζητεῖν ἐξευρεῖν ἀντίκειται μὲν τῷ κατὰ τύχην τε καὶ αὐτομάτως·
12. ἔστι δὲ τὸ τοιοῦτον μετά τινος ὁδοῦ καὶ τάξεως, ὡς
13. εἶναί τι πρῶτον ἐν τῇ ζητήσει καὶ δεύτερον καὶ τρίτον καὶ
14. τέταρτον καὶ οὕτως ἐφεξῆς τἄλλα σύμπαντα, μέχρι περ ἄν
15. ἀφίκηταί τις ἐπ’ αὐτὸ τὸ προκείμενον ἐξ ἀρχῆς. οἱ μὲν οὖν
16. ἀπὸ τῆς ἐμπειρίας καλῶς ποιοῦντες ὁμολογοῦσιν ὡς οὔτε
17. τῆς εὑρέσεως οὔτε τῆς διδασκαλίας ἀναγκαία τάξις ἐστὸν παρ’
1. αὐτοῖς· ἄτεχνον γάρ τι καὶ ἄλογον ἡ πεῖρα καὶ τύχης ἀγαθῆς
2. δεόμενον εἰς τὴν τῶν ζητουμένων εὕρεσιν ὅσοι δὲ λόγον ἡγεμόνα
3. τῆς εὑρέσεως ἐποιήσαντο· καὶ τάξιν, ὁδόν τε μίαν τὴν
4. ἐπὶ τὸ τέλος. ἄγουσαν ὑπέθεντο, τούτοις ἀναγκαῖον μὲν ἦν
5. ἀπὸ πρώτου τινὸς ἀρξαμένοις ὁμολογουμένου πᾶσιν ἀνθρώποις,
6. οὕτως ἤδη μετιέναι πρὸς τὰ λοιπά ποιοῦσί γε μὴν οὐχ
7. οὕτως, ἀλλὰ καὶ τὰς ἀρχὰς οἱ πλεῖστοι διαφωνουμένας λαμβάνουσιν,
8. οὐκ ἀποδείξαντες δὲ ἐπὶ τὰ λοιπὰ κατὰ τὸν αὐτὸν
9. τρόπον μετέρχονται, νομοθετοῦντες μᾶλλον ἢ ἀποδεικνύντες.
10. ἅπαντα δ’ αὐτοῖς τὰ τοιαῦτα συμβαίνει διὰ τὸ μηδὲν ὑπὲρ
11. ἀποδείξεως ἐπεσκέφθαι πρότερον, ἀλλ’ ἅμα τε τοῖς ζητουμένοις
12. ἐφίστασθαι καὶ τολμᾷν χρῆσθαι πρὸς τὴν πίστιν αὐτῶν
13. ἀποδείξεσιν, ὅμοιόν τι ποιοῦσιν ἀνθρώπῳ μετρεῖν ἐπιχειροῦντι
14. σφαῖραν, ἢ κύβον, ἢ κῶνον, ἢ κύλινδρον, ἤ τι τοιοῦτον
15. ἕτερον, οὔτε γεωμετρίας οὔτε λογιστικῆς ἐπιστήμονι
16. θεωρίας, ἀλλὰ μηδὲ πῆχυν, ἢ παλαιστὴν, ἢ πόδα παρεσκευασμένῳ,
17. κᾄπειτα ἀγανακτοῦντι πρὸς τοὺς ἀπόδειξιν ζητοῦντας,
1. ἢ καὶ σιωπᾷν ἀξιοῦντας. ὡς γὰρ κᾀκεῖ γελοῖος ὁ φάσκων
2. ὀρθογωνίου τριγώνου, τῆς μὲν ἑτέρας τῶν περὶ τὴν ὀρθὴν
3. γωνίαν πεντάποδος, εἰ οὕτως ἔτυχεν, ὑπαρχούσης, τῆς δ’
4. ἑτέρας δωδεκάποδος, οὐ τριάκοντα ποδῶν γίγνεσθαι τὸ ἐμβαδὸν,
5. ἀλλὰ τετταράκοντα, καὶ τούτων μηδεμίαν ἀπόδειξιν
6. ἔχων εἰπεῖν, οὕτω κᾀνταῦθα γελοῖος ὁ ἀποφηνάμενος
7. μὲν ὁτιοῦν, ἀποδεῖξαι δ’ οὐ δυνάμενος. ὡς οὖν τῆς κατὰ τὸ
8. τρίγωνον ἀποδείξεως, οὐ γὰρ ἀφεκτέον ἡμῖν ἐστι τοῦ παραδείγματος,
9. ἀπεληλακόσιν ἤδη τοῦ λόγου τοὺς ἀπαιδεύτους
10. μεθοδικοὺς, αὐτὸ μὲν τὸ προκείμενον ἐκ δυοῖν τούτων ἐπεραίνετο
11. προτάσεων, μιᾶς μὲν τῆς τὸ περιεχόμενον χωρίον ὑπό τε
12. τῆς πεντάποδος καὶ δωδεκάποδος, ἑξηκοντάπουν γίγνεσθαι,
13. δευτέρας δὲ τῆς ἥμισυ τρίγωνον ἐκείνου τοῦ χωρίου λεγούσης
14. καὶ δεικνυούσης ὑπάρχειν, ἑκατέρα δὲ πάλιν τούτων ἑτέρων
15. τινῶν εἰς ἀπόδειξιν ἐδεῖτο προτάσεων, εἶτ’ ἐκεῖναι πάλιν ἑτέρων,
16. ἄχρι περ ἂν ἐπὶ τὰς πρώτας ἀνέλθωμεν, αἱ δὲ οὐκ ἐξ
17. ἄλλων, οὐδὲ δι’ ἀποδείξεως, ἀλλ’ ἐξ ἑαυτῶν ἔχουσι τὴν πίστιν,
18. οὕτως, οἶμαι, κᾀπὶ τῶν τὴν ἰατρικὴν τέχνην ἀποδεικνυμένων
1. ἁπάντων εἰς πρώτας τινὰς ἀναποδείκτους προτάσεις
2. καὶ ἐξ ἑαυτῶν πιστὰς ἀνάγεσθαι χρῆναι πάντα. καὶ εἴπερ
3. οὕτως ἅπαντες ἐπεχείρησαν εἰπεῖν τι περὶ τῆς θεραπευτικῆς
4. μεθόδου, πάντως ἄν που καὶ συνεφώνησαν ἀλλήλοις, ὥσπερ
5. οἱ ἀριθμητικοί τε καὶ γεωμέτραι καὶ οἱ λογιστικοί· μαθεῖν
6. γοῦν ἔστι παρ’ ἐκείνων εὐθὺς κατ’ ἀρχὰς ὁποῖον μέν τι δηλοῦται
7. πρὸς ἑκάστου τῶν ὀνομάτων οἷς μέλλουσι χρῆσθαι,
8. τίνας δὲ προτάσεις ἀναποδείκτους παραλήψονται πρὸς τὸν
9. λόγον, ἅσπερ δὴ καὶ ἀξιώματα καλοῦσιν, οἷον ὅτι γραμμὴν
10. μὲν ὀνομάζω μῆκος ἀπλατὲς, ἐπιφάνειαν δὲ τὸ μῆκος καὶ
11. πλάτος μόνον ἔχον, καὶ τρίγωνον μὲν τόδε τι, τετράγωνον δὲ
12. τόδε τι, καὶ τῶν ἄλλων ὁμοίως ἕκαστον· εἶθ’ ὅτι καὶ τοῖς
13. τοιούτοις ἀξιώμασι χρήσοιτο, προειπὼν ὡς τὰ τῷ αὐτῷ ἴσα
14. καὶ ἀλλήλοις ἐστὶν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ, τὰ ὅλα
15. ἴσα ἔσται· μετὰ ταῦτ’ ἤδη πειρᾶται δεικνύναι τὰ θεωρήματα,
16. μηδὲν τούτων ἔξωθεν ὧν ἐξ ἀρχῆς ὑπέθετο προλαμβάνων.
17. οἱ πολλοὶ δὲ τῶν ἰατρῶν, ὡς οἶσθα καὶ αὐτὸς, Ἱέρων κράτιστε,
18. πόθεν ἤρξαντο τῆς εὑρέσεως ἣν εὑρηκέναι φασὶν ἐρωτώμενοι
1. τοσοῦτον ἀποδέουσι τοῦ λέγειν ἀναποδείκτους τε
2. καὶ ἅπασιν ὁμολογουμένας ἀρχὰς, ὥστ’ οὐδ’ ἀποκρίνεσθαι
3. σύμφωνον ἑαυτοῖς οὐδὲν ἐξευρίσκουσιν, ἀλλ’ Εὐρίπου
4. δίκην ἄνω τε καὶ κάτω μεταβάλλονται, τἀναντία τιθέμενος
5. ἕκαστος ἑαυτῷ τοῦ λόγου προϊόντος ὧν ἐξ ἀρχῆς ὑπέθετο.
6. φαινομένας γοῦν εἰπὼν εἶναι τὰς κοινότητας ὁ σοφώτατος
7. Θεσσαλὸς, ὀλίγον ὕστερον οὐ μόνον οὐδένα τῶν ἔμπροσθεν
8. ἰατρῶν ἰδεῖν αὐτάς φησιν, ἀλλ’ οὐδὲ τὸν πρῶτον γεννήσαντα
9. Θεμίσωνα· τούτῳ γὰρ οὖν δὴ μόνῳ παραχωρεῖ καθάπερ
10. πατρὶ τέκνα γνήσια τὰς τερατώδεις ἐκείνας κοινότητας. εἶθ’
11. οἱ μετ’ αὐτοὺς ἅπαντες ἀλλήλοις τε καὶ τῷ Θεσσαλῷ διηνέχθησαν,
12. οὔτε τὰς αὐτὰς εἰσηγούμενοι κοινότητας οὔθ’ ὅλως ἀλλήλοις
13. ὁμολογοῦντες οὐδὲ καθ’ ἓν, ὥσπέρ σοι καὶ τοῦτο πολλάκις
14. ἀπέδειξα παρόντων αὐτῶν τῶν μεθοδικῶν· ἴσως δ’
15. ἄν που καὶ γράψαιμι κατὰ πολλὴν σχολὴν ὑπὲρ τῆς διαφωνίας
16. αὐτῶν, ἀλλὰ νῦν γε τοσοῦτον εἰς τὰ προκείμενα προσήκει
17. λαβεῖν, ὡς ἐχρῆν ἀρχηγοὺς αἱρέσεως καθισταμένους αὐτοὺς
18. ἐξηγήσασθαι πρότερον ἐφ’ ὅτου πράγματος ἕκαστον
1. τῶν ὀνομάτων ἐπιφέρουσιν, ὥσπερ οὖν καὶ οἱ ἐμπειρικοὶ
2. ποιοῦσι, φαίνεσθαι μὲν λέγοντες τὰ ταῖς αἰσθήσεσιν ὑποπίπτοντα,
3. γινώσκεσθαι δὲ τὰ μνημονευόμενα, φαίνεσθαι δ’
4. ἄμα καὶ γινώσκεσθαι τὰ καὶ πρότερόν ποτε ταῖς αἰσθήσεσιν
5. ὑποπεσόντα καὶ νῦν ὁμοίως ὑποπίπτοντα. πότερον οὖν οὕτω
6. καὶ αὐτοὶ φαίνεσθαι λέγουσι τὰς κοινότητας ὡς αἰσθήσει
7. γνωριζομένας, ἢ καὶ τὰ διὰ λόγου λαμβανόμενα φαινόμενα
8. καλοῦσιν; οἱ μὲν γὰρ ἀπὸ τῆς ἐμπειρίας οὐ πάνυ τι συγχωροῦσιν
9. οὐδὲν τῶν τῷ λόγῳ μόνῳ δοκούντων ἐγνῶσθαι φαινόμενον
10. ὀνομάζειν· οἱ δ’ αὖ παλαιοὶ φιλόσοφοι διττὸν γένος
11. εἶναί φασι τῶν φαινομένων, ἓν μὲν, ὅπερ καὶ τοῖς ἐμπειρικοῖς
12. ὁμολογεῖται, τῶν αἰσθήσει τινὶ διαγινωσκομένων, οἷον
13. λευκοῦ καὶ μέλανος καὶ σκληροῦ καὶ μαλακοῦ καὶ θερμοῦ
14. καὶ ψυχροῦ καὶ τῶν ὁμοίων, ἕτερον δὲ τῶν ὑποπιπτόντων
15. νοήσει κατὰ πρώτην ἐπιβολὴν ἀναπόδεικτον, ὡς τὰ τῷ αὐτῷ
16. ἴσα καὶ ἀλλήλοις ὑπάρχειν ἴσα, καὶ ἐὰν ἴσοις ἴσα προστεθῇ,
17. καὶ τὰ ὅλα ἴσα γίγνεσθαι, καὶ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ,
18. καὶ τὰ λοιπὰ ἴσα εἶναι. τοῦ τοιούτου γένους εἶναί φασι καὶ
19. τὸ μηδὲν ἀναιτίως γίγνεσθαι· καὶ πάντ’ ἐξ ὄντος τινὸς, ἐκ δὲ
1. τοῦ μηδόλως ὄντος οὐδέν· οὕτω δὲ καὶ τὸ φθείρεσθαι μηδὲν
2. εἰς τὸ τέως οὐκ ὂν, καὶ τὸ περὶ παντὸς ἀναγκαῖον ἢ καταφάσκειν
3. ἢ ἀποφάσκειν, ἕτερά τε τοιαῦτα πολλὰ, περὶ ὧν ἐν
4. ταῖς λογικαῖς πραγματείαις ἐπισκέπτονται, καὶ ἡμῖν δὲ εἰς
5. ὅσον οἷόν τε σαφέστατα διὰ τῶν ὑπὲρ ἀποδείξεως ὑπομνημάτων
6. εἴρηται. περὶ τούτων ἐν ταῖς τοιαύταις ἀρχαῖς, ἃς δὴ
7. καὶ λογικὰς ὀνομάζομεν, ἀμφισβητοῦσιν ἔνιοι τῶν φιλοσόφων
8. ἐρίζοντες· ἀλλ’ ἐκεῖνοι μὲν ἄχρι γοῦν τοσούτου σωφρονοῦσιν,
9. ὡς ἀπιστεῖν ἀποδείξει πάσῃ, γινώσκοντες, οἶμαι, κᾂν μὴ
10. λέγωσιν, ὡς αὐτὸ γοῦν τοῦτο βεβαίως ἐπίστανται, τὸ μηδὲν
11. ἀποδειχθῆναι δύνασθαι, τῶν λογικῶν ἀρχῶν ἀπιστουμένων·
12. ὅσοι δ’ ἄχρι τοσούτου σκαιοὶ καὶ ἀνόητοι τυγχάνουσιν ὄντες,
13. ὡς μηδὲ αὐτῷ τούτῳ παρακολουθεῖν, ἀποδεικνύναι μὲν πειρῶνται,
14. τίνες δέ εἰσι καὶ ποῖαι καὶ πόσαι τῶν ἀποδείξεων
15. ἀρχαὶ μήτε γινώσκειν μήτε ζητεῖν ἐθέλειν μήτ’ ἄλλου διδάσκοντος
16. ἀκούειν ὑπομένειν, ἀλλ’ ἁπλῶς ἀποφαίνεσθαι καὶ
17. φθέγγεσθαι ῥήματα μηδ’ ὅ τι σημαίνει σαφῶς εἰπεῖν δυνάμενοι.
18. εὐλόγως οὖν ἑκατοντάβιβλοι πραγματεῖαι γράφονται
1. τοῖς ἀπ’ αὐτῶν, ἅμα μὲν ζητοῦσι καθ’ ὅτου πράγματος ἕκαστον
2. τῶν ὀνομάτων ὁ Θεσσαλὸς ἐπέφερεν, ἅμα δ’ οὐχ εὑρίσκουσιν
3. οὐδὲν τοιοῦτον ᾧ συμφωνήσει πάντα τὰ κατὰ μέρος
4. ὑπ’ αὐτοῦ λεγόμενα. τίνες γὰρ οὖν αἱ φαινόμεναι κοινότητές
5. εἰσιν, ἢ πῶς φαινόμεναι, λέγειν οὐκ ἔχουσιν, οὐδ’ ἂν πολλαπλασίους
6. ἄλλας γράψωσι βίβλους. ἤτοι γὰρ αἰσθήσει πάντως
7. ὑποπίπτειν χρὴ τὸ φαινόμενον, ἢ νοήσει κατὰ μίαν ἐπιβολὴν
8. ἀθρόως, ἑκάτερα χωρὶς ἀποδείξεως· εἴ τι δ’ ἐκπέπτωκεν ἐκ
9. τοῦ κατὰ μίαν προσβολὴν εἰς γνῶσιν ἥκειν, εὐθὺς μὲν τοῦτο
10. καὶ διαπεφώνηται πάντως· καὶ ἀποδείξεως δεῖται καὶ τέχνην
11. οὐδεμίαν ἀπὸ τοιούτου πράγματος ἄρχεσθαι προσήκει. ταῦτ’
12. οὖν εἰ μὲν ἐγυμνάσαντο κατὰ τὰς λογικὸς μεθόδους, αὐτοί
13. τ’ ἂν ᾔδεσαν ἡμῶν τε οὐκ ἂν μάτην κατέτριβον τὸν χρόνον·
14. ἐπεὶ δ’ ἀγύμναστοι καὶ ἀμαθεῖς ὄντες, ἐξ ἀπονοίας ἐτόλμησαν
15. ἀποδείξει χρήσασθαι, πρὶν ὅ τί ποτέ ἐστιν ἀπόδειξις μαθεῖν,
16. ἀναγκαῖον ἤδη τοὺς τοιούτους ἅπαντας σφάλλεσθαι καὶ
17. ληρεῖν μακρὰ, καὶ μηδὲ τοῖς ὀρθῶς ἀποδεικνύουσιν ἀκολουθεῖν,
18. ἀλλ’ ἀναλίσκειν μάτην τὸν χρόνον. μὴ τοίνυν αὐτοῖς
1. μηδ’ ὡς ζώοις λογικοῖς ἔτι διαλεγώμεθα, μηδ’ ἀντιλέγωμεν.
2. μακρὰ, πρὶν ἂν ἐθελήσωσι μαθεῖν οἷόν τι πρᾶγμά ἐστιν.
3. ἀπόδειξις, ὅπως τε δεῖ τὸν μέλλοντα καλῶς αὐτῇ χρήσασθαι
4. γεγυμνάσθαι.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 1.4, ed. Kühn, 1825, vol. 10, p. 30-39. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩