Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 1.5, ed. Kühn, 1825, vol. 10, p. 39-45. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.5

5. Καί σοι τὸν ἑξῆς λόγον ἤδη ἅπαντα
6. ποιήσομαι, χρώμενός ταῖς μεθόδοις ἃς ἐν τοῖς περὶ τῆς ἀποδείξεως
7. ὑπομνήμασι κατεστησάμην. ὅτι τε γὰρ ἀρχαὶ πάσης
8. ἀποδείξεώς εἰσι τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα
9. καὶ ὡς ἐπὶ πάντων τῶν ζητουμένων εἰς λόγον χρὴ
10. μεταλαμβάνεσθαι τοὔνομα, δι’ ἐκείνων ἀποδέδεικται· νυνὶ δ’
11. ὅπως μὲν ἢ εὑρίσκειν, ἢ ἀποδεικνύναι προσήκει, λέγειν οὐ
12. πρόκειται, τοῖς δ’ ἤδη μεμαθηκόσι τε καὶ ἠσκηκόσιν ἅμα μὲν
13. ἀποδοῦναι τινὰ καρπὸν τῶν πόνων εὐκαιρότατον, ἐξευρόντας
14. οὐ σμικρὸν πρᾶγμα τὸ νῦν ἡμῖν προκείμενον· ἅμα δ’ εἴ
15. τινες ἐπιθυμηταὶ τῆς μεγίστης τέχνης εἰσὶν, ἣ περὶ τὴν ψυχὴν
16. τοῦ ἀνθρώπου καταγίνεται, προγυμνάσαι καὶ τούτους εὔλογον
17. ἐν τοῖς σμικροτέροις· τούτου γὰρ χρὴ μάλιστα κατὰ πάσας
18. τὰς μεθόδους ἀντέχεσθαι, τοῦ γυμνάζεσθαι κατ’ αὐτὰς
1. ἐπὶ πολλῶν πολλάκις προβλημάτων μικροτέρων, πρὶν ἐπιχειρεῖν
2. τοῖς μείζοσιν. ἥδ’ οὖν ἡμῖν ἀρχὴ τῆς ἀληθοῦς ἔστω διδασκαλίας,
3. ἣν ἂν εὐθὺς ἀπ’ ἀρχῆς ἐποιησάμεθα, ζητοῦντές
4. τε τὴν τέχνην αὐτοὶ καὶ ποδηγοῦντες ἑτέρους μηδέπω διεστραμμένους
5. οὕτως ὥστ’ ἐπεὶ πρόκειται θεραπείας εὑρεῖν ἁπάντων
6. τῶν νοσημάτων, ἀναγκαῖον ἐπίστασθαι πρότερον ὁπόσα
7. τὰ σύμπαντά ἐστιν· ἀλλ’ ἐπεὶ μήτε διαφορὰς μήτε εἴδη δυνατὸν
8. ἐξευρεῖν γένους μηδενὸς ἄνευ τοῦ βεβαίως αὐτὸ τὸ
9. τεμνόμενον ἐπίστασθαι, χρὴ δήπου καὶ νῦν ὅ τί ποτέ ἐστι
10. νόσημα τῷ λόγῳ διελθεῖν, ἵν’ οὕτως ἐπιχειρήσωμεν ὀρθῶς
11. αὐτοῦ τῇ διαιρέσει. πῶς οὖν ἐξεύρωμεν αὐτὸ ὀρθῶς μεθόδῳ;
12. πῶς δ’ ἄλλως ἢ ὡς ἐν τοῖς περὶ ἀποδείξεως ἐλέγετο; τῆς ἐννοίας
13. πρότερον ὁμολογηθείσης, ἧς χωρὶς οὐχ οἷόν τέ ἐστιν
14. εὑρεθῆναι τὴν οὐσίαν τοῦ προκειμένου πράγματος· αὐτὴν δὲ
15. τὴν ἔννοιαν ὁμολογουμένην ἅπασιν ἐλέγομεν χρῆναί λαμβάνειν,
16. ἢ οὐδ’ ἂν ἀρχὴν δεόντως ὀνομάζεσθαι. τίς οὖν ὑπὸ
17. πάντων ἐστὶν ἀνθρώπων ὁμολογουμένη περὶ τοῦ νοσεῖν ἔννοια;
18. καὶ κατὰ τίνος μάλιστα φέρουσιν ὑποκειμένου πράγματος 
1. τουτὶ τὸ ῥῆμα τὸ νοσεῖν; ἆρ’ οὐκ ἐπειδὰν μὲν ἀνεμπόδιστοι
2. ταῖς ἐνεργείαις ἁπάντων ὦσι τῶν τοῦ σώματος
3. μορίων, ὑγιαίνειν τε σφᾶς αὐτοὺς τηνικαῦτά φασι καὶ οὐδὲν
4. οἴονται δεῖσθαι τῶν ἰατρῶν, ἐπειδὰν δὲ τῶν κατὰ φύσιν ἔργων
5. τοῦ σώματος ὁτιοῦν αἰσθάνωνταί σφισιν ἢ κακῶς ἢ μηδόλως
6. ἔτι γινόμενον, ἡγοῦνταί γε νοσεῖν ἐν ἐκείνῳ τῷ μέρει
7. τοῦ σώματος, οὗ τὴν ἐνέργειαν ὁρῶσι βεβλαμμένην, ἰατρῷ
8. τε συμβούλῳ χρῶνται περὶ τῆς ἰάσεως; ἐγὼ μὲν οὕτως ὁρῶ
9. πάντας ἀνθρώπους τῷ τε τῆς ὑγείας καὶ τῷ τῆς νόσου χρωμένους
10. ὀνόματι, καὶ τὴν ἔννοιαν ἣν εἶπον ἅπαντας διασώζοντας
11. ἐπί τε τούτων αὐτῶν καὶ ἔτι πρὸς τούτοις οὐδὲν
12. ἧττον ἐπὶ τῶν παρακειμένων αὐτοῖς ὀνομάτων τε καὶ ῥημάτων
13. ἁπάντων. καὶ γὰρ ὑγιαίνειν ἐκεῖνον ὑπειλήφασιν ᾧ μηδεμία
14. βέβλαπται μηδενὸς ἐνέργεια μορίου, καὶ νοσεῖν ᾧ βέβλαπται·
15. καὶ ὑγιαίνων οὗτος ὀνομάζεται παρ’ αὐτοῖς ᾧ
16. πάντα τοῦ σώματος τὰ μόρια κατὰ φύσιν ἐνεργεῖ, καὶ νοσῶν
17. ᾧ βέβλαπταί τι· καὶ οὐδεὶς ὅλως Ἑλλήνων οὔτ’ ὠνόμασεν
18. ἄλλως οὔτ’ ἐπ’ ἄλλό τι πρᾶγμα φέρει τῶν εἰρημένων ὀνομάτων
1. ἕκαστον, ὡς ἐπὶ πλεῖστον ἐδείξαμεν ἐν τῇ τῶν ἰατρικῶν
2. ὀνομάτων ἐξηγήσει, καὶ αὐτοῦ γε τούτου μέμνησό μοι
3. διὰ παντὸς τοῦ λόγου μάλιστα, διότι τὰς μὲν τῶν ὀνομάτων
4. ἐξηγήσεις ἐκ τῆς τῶν Ἑλλήνων συνηθείας ποιησόμεθα, καθότι
5. κᾀν τοῖς περὶ τῆς ἀποδείξεως ὑπομνήμασιν ἐλέγετο· τὰς δὲ
6. τῆς οὐσίας αὐτῆς τοῦ πράγματος εὑρέσεις τε καὶ ζητήσεις καὶ
7. ἀποδείξεις οὐκέτ’ ἐκ τῶν τοῖς πολλοῖς δοκούντων, ἀλλ’ ἐκ
8. τῶν ἐπιστημονικῶν λημμάτων, ὑπὲρ ὧν τοῦ τρόπου τῆς εὑρέσεως
9. ἐν ἐκείνοις εἴρηται. λαβόντες οὖν ἀρχὴν ὁμολογουμένην
10. ἅπασιν, ὡς ἐν τῇ θεραπευτικῇ μεθόδῳ τοῦτ’ εἴη τὸ προκείμενον,
11. ὑγείαν ἐκπορίζεσθαι τοῖς νενοσηκόσι σώμασι, τουτέστι
12. τὰς κατὰ φύσιν ἐνεργείας τῶν μορίων, εἴπερ βεβλαμμέναι τύχοιεν,
13. ἐπανορθοῦσθαι· τὸ μετὰ τοῦτ’ ἤδη ζητήσομεν ὁπόσα
14. τὰ σύμπαντά ἐστι κατὰ τὸν τόπον ἀλλήλοις παρακείμενα
15. πράγματα, μή που τύχωμέν τινα τοῦ λόγου προϊόντος ἢ
16. νοσήματα νομίσαντες, ὅταν ᾖ παραπλήσια τούτοις, ἢ ὑγείαν,
17. ὅταν καὶ τῇ ταύτης φύσει πλησιάζη. προκεχειρίσθω δέ τινα
18. μόρια σαφηνείας ἕνεκεν, ἐφ’ ὧν ὁ λόγος ἡμῖν περανθήσεται·
1. πρῶτον μὲν ἁπάντων ὀφθαλμός· ὁμολογεῖται γὰρ οὖν ἐπὶ
2. τούτου πᾶσιν ἀνθρώποις, οὐκ ἰατροῖς μόνον, ἀλλὰ καὶ τοῖς
3. τυχοῦσιν, ὡς ἔστιν ἔργον αὐτῷ τὸ βλέπειν. εἴτε δ’ ἔργον
4. εἴποιμι κατὰ τὸν λόγον, εἴτ’ ἐνέργειαν, οὐδὲν ἔν γε τῷ νῦν
5. διαφέρει· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ’ εἰ τὸ βλέπειν εἴποι
6. τις ἔργον εἶναι τῶν ὀφθαλμῶν, οὐδ’ εἰ τὴν βλέψιν, οὐδ’ εἰ
7. τὴν ὄψιν ἢ τὴν ὅρασιν, ἢ ὅπως ἂν ἄλλως ὀνομάσῃ, διαφέρει
8. καὶ γὰρ εἰ σολοικίζων ὀνομάσοι, πρός γε τὴν αὐτὴν τοῦ
9. πράγματος ἐπιστήμην οὐδὲν τοῦτο βλάπτει, μόνον εἰ καθ’
10. ὅτου πράγματος φέρει τοὔνομα, διηγήσοιτο σαφῶς, ἐν τούτῳ
11. γάρ ἐστι τὸ κῦρος τῆς διδασκαλίας. ὀνομαζέσθω τοίνυν ὀφθαλμὸς
12. μὲν τὸ μόριον τοῦ σώματος, οὐδὲν οὐδ’ ἐνταῦθα
13. διαφέρον εἴτε μέρος εἴτε μόριον εἴποι τις· ὅ τι γὰρ ἂν ᾖ
14. τοῦ παντὸς συμπληρωτικὸν, ἐκεῖνο μόριόν τε καὶ μέρος ὀνομάζεται,
15. τοῦ ὅλου δηλονότι σώματος, οὗ συμπληρωτικὸν
16. ὑπάρχει. ἐν γὰρ τῷ πρὸς τὶ τὸ μέρος· ὅλου γὰρ καὶ παντός
17. ἐστι τὸ μέρος, ὥσπερ, οἶμαι, καὶ τὸ πᾶν καὶ τὸ ὅλον πρὸς
18. τὴν τῶν οἰκείων μερῶν τε καὶ μορίων ἀναφορὰν ὀνομάζεται,
1. καὶ ἔστιν ὥσπερ τὸ δεξιὸν πρὸς τὸ ἀριστερὸν καὶ τὸ ἀριστερὸν
2. πρὸς τὸ δεξιὸν, οὕτω καὶ τὸ πᾶν πρὸς τὸ μέρος καὶ τὸ
3. μέρος πρὸς τὸ πᾶν. εἴ τις οὖν ταύτην φυλάττων τὴν ἔννοιαν
4. αἱρεῖται μέρος λέγειν, οὐ μόριον, ἢ εἴ τις ἔμπαλιν οὐ μόριον,
5. ἀλλὰ μέρος, ἐμοὶ μὲν οὐδὲν εἰς τὴν εὕρεσιν τῶν πραγμάτων
6. ἐμποδίζει, δείκνυσι δ’ αὑτὸν ὀψιμαθῆ τῆς τῶν Ἑλλήνων
7. φωνῆς· ὥσπέρ γε καὶ εἴ τις ὅλον καὶ τὸ πᾶν διορίζει, καὶ
8. οὗτος ἀγνοεῖ τὴν τῶν Ἑλλήνων διάλεκτον. εἴρηται δ’, ὡς οἶσθα,
9. περὶ τῆς τῶν ὀνομάτων χρήσεως ἐπὶ πλέον ἑτέρωθι,
10. καὶ νῦν ὅσον ἀναγκαῖον εἰς τὸ προκείμενον δίειμι, τοῦτ’ ἐνδεικνύμενος
11. μόνον, ὡς οὐ χρὴ περιέλκεσθαι τοῖς ὀνόμασιν,
12. οὐδὲ τοὺς ἐν τούτοις διαφερομένους ἤδη κᾀν τοῖς πράγμασιν
13. αὐτοῖς ἡγεῖσθαι διαφέρεσθαι. καὶ τούτου δ’ αὐτοῦ πάντας
14. ὡς ἔπος εἰπεῖν ὁρᾷς ἀγυμνάστους, οὐ τοὺς ἰατροὺς μόνον
15. τοὺς νῦν ὄντας, ἀλλὰ καὶ τῶν φιλοσόφων τοὺς πλείστους·
16. ὀλίγοι γὰρ αὐτῶν ἴσασι διακρίνειν τὰς ἐν τοῖς ὀνόμασι διαφωνίας
17. τῶν ἐν τοῖς πράγμασιν· ἀλλ’ ἐδείχθη καὶ ἡ τούτου
18. μέθοδος ἐν τῇ λογικῇ θεωρίᾳ, καὶ νῦν ἥκει καιρὸς αὐτῆς,
1. εἴπερ ποτε καὶ ἄλλοτε. τίς δ’ ἦν ἡ μέθοδος; ἢ ἀπὸ τῆς τῶν
2. πραγμάτων ἄρξασθαι διαφορᾶς, οὐκ ἀπὸ τῆς τῶν ὀνομάτων,
3. καὶ δεῖξαι λόγου χάριν ἀλλήλοις παρακείμενα τέτταρα
4. πράγματα, κᾄπειθ’ ἑξῆς ἀποδείξει βεβαιώσασθαι τὸ
5. μήτε πλείω τούτων εἶναι μήτ’ ἐλάττω τὰ κατὰ τὸ προκείμενον
6. σκέμμα περιεχόμενα· μετὰ τοῦτο δ’ ἤδη καὶ καθ’ ἕκαστον
7. τῶν πραγμάτων ἴδιον ὄνομα θέμενον, οὕτω περαίνειν ἅπαντα
8. τὸν ἑξῆς λόγον, οὐκέτ’ οὐδαμόσε μετατιθέντα καὶ μεταφέροντα
9. τῶν ὀνομάτων οὐδὲν, ἀλλ’ ἀκριβῶς διαφυλάττοντα
10. καθ’ οὗπερ ἂν αὐτὸς ἐξ ἀρχῆς ἐπιτίθηται πράγματος. καὶ
11. γὰρ σαφὴς οὕτως ἡ διδασκαλία γίνεται καὶ τῶν παρὰ τὰς
12. ὁμωνυμίας σοφισμάτων ἐκτὸς, καὶ ῥᾳδίως ἐξελέγχεται τὰ μάτην
13. προσκείμενα καὶ διὰ ταχέων εὑρίσκεται τὰ λείποντα, καὶ
14. τά τε διαφωνούμενα καὶ τὰ συμφωνούμενα μάλιστα ἐν ταῖς
15. τοιαύταις ἑρμηνείαις ἀκριβῶς γνωρίζεται.

Cliquer un n° de page pour en afficher l’image