16. Λεγέσθω δὴ πάλιν ἡμῖν ἀναλαβοῦσιν. ὄψις
17. μὲν ὀφθαλμῶν ἐνέργεια, διάλεξις δὲ γλώττης, βάδισις δὲ σκελῶν·
18. ἡ δὲ ἐνέργεια πάλιν αὕτη κίνησις δραστική· τούτων δ’
1. αὐτῶν ἡ μὲν κίνησις ἐξάλλαξις τοῦ προϋπάρχοντος, ἡ δραστικὴ
2. δὲ ἡ ἐξ ἑαυτοῦ, ὥσπέρ γε καὶ παθητικὴ κίνησις ἡ ἀπό
3. τινος τῶν ἔξω· οἷον ἡ μὲν πτῆσις ἐνέργεια τοῦ πτηνοῦ καὶ
4. ἡ βάδισις τοῦ βαδιστικοῦ· τὸ δ’ ὑφ’ ἑτέρου· φερόμενον, ὡς
5. ἀμείβειν τόπους, οὐκ ἐνεργεῖν, ἀλλὰ πάσχειν ἐστίν. ἐνήργησε
6. μὲν γὰρ ὁ βαδίσας ἐκ Πειραιέως ἐπὶ Σούνιον, ἐκινήθη γὰρ
7. δραστικῶς, τουτέστιν ἐξ ἑαυτοῦ τε καὶ κατὰ τὴν οἰκείαν φύσιν·
8. ἔπαθε δὲ ὁ πλεύσας ἐπὶ τὸ Σούνιον ἐκ τοῦ Πειραιέως,
9. ἠνέχθη γὰρ ὑπὸ τῆς νεώς. ἐπεὶ δ’ ἐξάλλαξιν εἶπον εἶναι τοῦ
10. προϋπάρχοντος τὴν κίνησιν, ἐξαλλάττεται δὲ διχῶς τὸ προϋπάρχον,
11. ἢ κατὰ ποιότητα, ἢ κατὰ τόπον, ἡ μὲν οὖν κατὰ
12. τόπον ἐξαλλαγὴ αὐτοῦ φορὰ, ὀνομάζεται, ἡ δὲ κατὰ ποιότητα
13. μεταβολὴ, ἀλλοίωσις· ὥστε εἶναι φορὰν μὲν ἐξάλλαξιν,
14. ἢ ὑπάλλαξιν, ἢ ἀλλαγὴν, ἢ μεταβολὴν τοῦ προϋπάρχοντος
15. τόπου, ἐξεπίτηδες γὰρ ἐχρησάμην πολλοῖς ὀνόμασιν, αὐτὸ
16. τοῦτ’ ἐνδείκνυσθαι βουλόμενος, ὡς ἔνεστι παμπόλλους ὁρισμοὺς
17. ποιεῖν ἑνὸς πράγματος, ἐν ταῖς φωναῖς μόνον, οὐκ ἐν
18. τοῖς νοήμασι διαφέροντας, ἀλλοίωσιν δὲ ἢ μεταβολὴν κατὰ
1. τὸ ποιὸν, ἢ ἀλλαγὴν τῆς προϋπαρχούσης ποιότητος, ἢ ὑπαλλαγὴν
2. κατὰ τὸ ποιὸν, ἢ ὑπάλλαξιν ποιότητος, ἢ ὅπως
3. ἂν ἄλλως ἐλπίσῃς μάλιστα συνήσειν τοῦ λεγομένου τὸν ἀκούοντα·
4. τὸ γὰρ πολυειδὲς τῆς ἑρμηνείας εἰς τοῦτο ἔστω σοι
5. χρήσιμον. ἡ μὲν οὖν ὄψις, αὖθις γὰρ ἐπὶ τὸν ὀφθαλμὸν ἰτέον,
6. ἐνέργεια τοῦ μέρους ἐστίν· ὁ δ’ ὀφθαλμὸς αὐτὸς τὸ τοῦ
7. ζώου μόριον, οὐδὲν γὰρ, ὡς εἴρηται, διαφέρει μόριον εἰπεῖν,
8. ἢ μέρος. ὄργανον δὲ ὀνομάζω μέρος ζώου τελείας ἐνεργείας
9. ἀπεργαστικὸν, οἷον ὀφθαλμὸν ὄψεως καὶ γλῶτταν διαλέκτου
10. καὶ σκέλη βαδίσεως· οὕτω δὲ καὶ ἀρτηρία καὶ φλὲψ καὶ νεῦρον,
11. ὄργανά τε καὶ μόρια ζώων ἐστί. κατὰ ταύτην γοῦν τὴν
12. χρῆσιν τῶν ὀνομάτων οὐ πρὸς ἡμῶν μόνον, ἀλλὰ καὶ πρὸς
13. τῶν παλαιῶν Ἑλλήνων ὁρισθεῖσαν, ὁ μὲν οὖν ὀφθαλμὸς ὀνομασθήσεται
14. καὶ μόριον ζώου καὶ μέρος καὶ ὄργανον· ὁ δὲ κερατοειδὴς
15. χιτὼν μόριον μὲν καὶ μέρος, ὄργανον δ’ οὔ·
16. κατὰ ταὐτὰ δὲ καὶ ὁ ῥαγοειδὴς καὶ ὁ ἀραχνοειδὴς καὶ ὁ ἀμφιβληστροειδής·
17. ἕκαστος γὰρ τούτων πρῶτον μὲν καὶ μάλιστα
18. μόριόν ἐστιν ὀφθαλμοῦ, διότι δ’ οὗτος προσώπου,
1. διὰ τοῦτο κᾀκεῖνοι κατὰ δεύτερον ἤδη λόγον· οὕτω δὲ
2. καὶ τοῦ σώματος ὅλου, διότι καὶ τὸ πρόσωπον ὅλου τοῦ
3. σώματός ἐστι μόριον. ὁμοιομερὲς δέ ἐστι μόριον, ὡς καὶ
4. τοὔνομα αὐτὸ σαφῶς ἐνδείκνυται, τὸ διαιρούμενον εἰς ὅμοια
5. πάντῃ μόρια, καθάπερ ἐν ὀφθαλμῶ τό θ’ ὑαλοειδὲς καὶ τὸ
6. κρυσταλλοειδὲς καὶ τῶν χιτώνων ἡ ἴδιος οὐσία. δείκνυται δὲ
7. καὶ ταῦτα ἐπὶ πλέον ἐν τοῖς τῶν ἀνατομικῶν ἐγχειρήσεων
8. ὑπομνήμασιν, ἐνταῦθα δὲ ἀρκεῖ μόνον εἰπεῖν ὧν εἰς τὰ παρόντα
9. δεόμεθα μνημονεῦσαι· δεόμεθα δὲ καθ’ ἕκαστον μόριον
10. ἐπιδεῖξαι πλείω πράγματα, διαφέροντα μὲν ἀλλήλων, οὐχ
11. ὁρώμενα δὲ ἐνίοις τῶν ἰατρῶν· ἔφαμεν δὲ τοῦτο χρήσιμον
12. ὑπάρχειν εἴς τε τὸ χρῆσθαι τοῖς ὀνόμασιν ὀρθῶς, οὗπερ ἕνεκα
13. καὶ νῦν αὐτὸ μετεχειρισάμεθα, καὶ μέντοι καὶ πρὸς αὐτὴν τὴν
14. προκειμένην μέθοδον ἀναγκαιότατον ἐπιδειχθήσεται. τὸ μὲν
15. γὰρ ὄργανον ὀφθαλμὸς, ἐνέργεια δ’ ἡ ὄψις· ἓν δ’ αὐτοῦ τῶν
16. μορίων ὁμοιομερές τε καὶ πρῶτον ὄργανον ὄψεως, τὸ κρυσταλλοειδὲς
17. ὑγρὸν, ὡς ἐν τοῖς περὶ αὐτῶν λόγοις ἀποδέδεικται·
18. τοῦτο γάρ ἐστι τὸ δεόμενον ἀλλοιωθῆναι πρός τινος τῶν
1. ἔξωθεν χρωμάτων, ἵν’ ἴδῃ τὸ ζῶον. ἀλλοιοῦσθαι δ’ οὐκ
2. ἠδύνατο, μὴ καθαρὸν ἀκριβῶς καὶ διαφανὲς γινόμενον· οὕτω
3. δ’ εἶναι καὶ καθαρὸν καὶ διαφανὲς οὐκ ἠδύνατο χωρὶς τῆς
4. νῦν ὑπαρχούσης αὐτῆς κράσεως· ἐδείχθη γὰρ ἕκαστον τῶν
5. ὄντων τοιοῦτον ὂν οἷόν πέρ ἐστι διὰ τὴν τοῦ θερμοῦ καὶ
6. ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ κρᾶσιν· ὥστ’ εἴ τι τούτων ἐξαλλαχθείη
7. μεγάλως, ἢ οὐκ ὄψεται τὸ ζῶον, ἢ κακῶς ὄψεται.
8. ἀλλὰ τοῦτο μὲν οὔπω γινώσκομεν, ἀρχόμενοι ζητεῖν τὴν τέχνην,
9. οὐδὲ χρὴ τῶν ἔπειτά τι μελλόντων ζητεῖσθαι προλαμβάνειν
10. ὡς ἐπισταμένους, οὐδ’ ἐγὼ τούτου χάριν ἐμνημόνευσα
11. τῶν ὑπὲρ τοῦ κρυσταλλοειδοῦς μοι δεδειγμένων ἐν ἑτέροις,
12. ἀλλ’ ἕνεκα τῆς τῶν νῦν μελλόντων ῥηθήσεσθαι σαφηνείας.
13. ὁρῶντες γὰρ ὀφθαλμὸν ἀκριβῶς ἐνεργοῦντα, καὶ αὖθις μὴ
14. βλέποντα, καὶ τὸ μὲν ὑγείαν αὐτοῦ, τὸ δὲ νόσον ἢ πάθος
15. ἢ ὅ τι βούλει καλοῦντες, οὐδὲν γὰρ τοῦτο διαφέρει πρός
16. γε τὰ παρόντα, ζητοῦμεν ἑξῆς τίς ποτ’ ἐστὶν ἡ τῆς βλάβης
17. αἰτία.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 1.6, ed. Kühn, 1825, vol. 10, p. 45-49. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩