Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 1.7, ed. Kühn, 1825, vol. 10, p. 49-63. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.7

18. Πόθεν, φήσεις, ἐπὶ τοῦτ’ ἐλθόντες; ἐξ
1. ἀναποδείκτου μὲν ἀξιώματος, ὁμολογουμένου δὲ πᾶσιν, ὅτι
2. πρὸς τὴν νόησιν ἐναργὲς ὑπάρχει. τί δὲ τοῦτ’ ἔστι; τὸ μηδὲν
3. χωρὶς αἰτίας γίνεσθαι· τούτου γὰρ μὴ συγχωρηθέντος, οὐδὲ
4. ζητεῖν δυνάμεθα τὴν αἰτίαν τοῦ βεβλάφθαι τὴν ὄψιν, ἢ ἀπολωλέναι
5. παντελῶς· ἀλλ’ ἐπεὶ τῶν πρὸς νόησιν ἐναργῶν ἐστιν,
6. ὑποθέμενοί τινα τῆς βλάβης ὑπάρχειν αἰτίαν, ἐπὶ τὸ ζητεῖν
7. αὐτὴν ἀφικνούμεθα. ταύτην οὖν τὴν αἰτίαν, εἴτε διάθεσίν
8. τινα σώματος, εἴτε πως διακείμενον σῶμα προσαγορεύειν ἐθέλοις,
9. οὐδὲν μὲν εἴς γε τὰ παρόντα διαφέρει· πάντως δ’ οὖν
10. ἤτοι τὸ νόσημα αὐτὸ φήσεις ὑπάρχειν αὐτὴν, ἢ εἴπερ τὸ νόσημά
11. ἐστιν ἡ βλάβη τῆς ἐνεργείας, ἡ βλάπτουσα διάθεσις αὐτὴν
12. αἰτία τοῦ νοσήματος ὑπάρξει. καὶ γίνεται κᾀνταῦθα
13. πάλιν ὑπὲρ ὀνόματος ἡ ἀμφισβήτησις, ἤτοι τὴν ἐν τοῖς ὀφθαλμοῖς
14. διάθεσιν, ὑφ’ ἧς ἡ ὄψις βλάπτεται, νόσον ἡμῶν ὀνομαζόντων,
15. ἢ αὐτὴν τὴν βλάβην τῆς ἐνεργείας· ἀλλ’ εἴτε
16. τὴν βεβλαμμένην ἐνέργειαν ἐθέλοι τις ὀνομάζειν νόσον,
17. ἀνάγκη δήπου τοῦτον πολὺ πρότερον ὑγείαν ὑποθέσθαι τὴν
18. κατὰ φύσιν ἔχουσαν ἐνέργειαν· εἴτε τὴν διάθεσιν, ὑφ’ ἧς ἡ 
1. ἐνέργεια βλάπτεται, καὶ τοῦτον πολὺ πρότερον ἐπὶ τῆς κατὰ
2. φύσιν εἴτ’ οὖν διαθέσεως εἴτε καὶ κατασκευῆς ἐθέλει καλεῖν,
3. ἐπιφέρειν τὸ τῆς ὑγείας ὄνομα. τὸ δ’ ἐν ταῖς ἐνεργείαις ὑποθέμενον
4. εἶναι τὴν ὑγίειαν, ἐν ταῖς διαθέσεσιν ὑπολαμβάνειν συνίστασθαι
5. τὴν νόσον, ἢ ἔμπαλιν ἐν μὲν τῇ κατασκευῇ τῶν μορίων
6. τὴν ὑγείαν, ἐν δὲ τῇ βλάβῃ τῶν ἐνεργειῶν τὴν νόσον, ἄξιον τῶν
7. τε ἄλλων μεθοδικῶν ἐστι καὶ δὴ καὶ τοῦ τῆς ἐμπληξίας αὐτῶν
8. ἀρχηγοῦ Θεσσαλοῦ. πάντες γοῦν σχεδὸν οἱ ἀπὸ τῆς ἀμεθόδου
9. τε καὶ μανιώδους ταύτης αἱρέσεως τὴν μὲν ὑγείαν εὐστάθειαν
10. τῶν κατὰ φύσιν ἐνεργειῶν εἶναί φασι καὶ ἰσχὺν, τὴν δὲ νόσον
11. οὐκ ἔτι βλάβην ἐνεργείας καὶ ἀσθένειαν, ἀλλ’ οἱ μὲν διάθεσίν
12. τινα σώματος, οἱ δὲ σῶμά πως διακείμενον· ἧς τίς ἂν εὑρεθείη
13. μείζων ἐμπληξία; τοῦτο μέντοι κᾂν ὁ τυχὼν ἐξεύροι, τὸ μὴ
14. δεῖν ἐν ἑτέρῳ μὲν γένει τὴν ὑγείαν, ἐν ἑτέρῳ δὲ τὴν νόσον,
15. ἀλλ’ ἐν ταὐτῷ πάντως ἄμφω τίθεσθαι· τὰ γὰρ ἐναντία κατὰ
16. πλεῖστόν ἐστιν ἀλλήλων διεστηκότα ἐν τῷ αὐτῷ γένει, καθάπερ
17. λευκὸν καὶ μέλαν, ἓν γὰρ ἀμφοῖν γένος τὸ χρῶμα. καὶ
18. τοίνυν εἴπερ ἐναντία ἐστὶν ὑγεία καὶ νόσος, ἐν ᾧπερ ἂν ᾖ τῷ
1. γένει τῶν κατὰ φύσιν ἡ ὑγεία, τούτου τοῦ γένους ἐν τῷ
2. παρὰ φύσιν ἡ νόσος ὑπάρξει· ὥστε εἰ μὲν ἐνέργεια κατὰ φύσιν
3. ἡ ὑγεία, πάντως δή που παρὰ φύσιν ἐνέργειά τις ἡ νόσος
4. ἐστίν· εἰ δ’ ἤτοι διάθεσίς τις ἢ κατασκευὴ κατὰ φύσιν ἡ
5. ὑγεία ἐστὶ, καὶ ἡ νόσος ἐξ ἀνάγκης ἔσται διάθεσίς τις ἢ κατασκευὴ
6. παρὰ φύσιν. ὁ μὲν οὖν Θεσσαλὸς· οὐδ’ ἐπεχείρησεν
7. ὅλως ἀφορίσασθαι νόσον, ἀλλὰ χρὴ μαντεύεσθαι κατὰ τίνος
8. ἐπιφέρει τοὔνομα πράγματος. ὅτι μὲν γὰρ οὐδὲν διαφέρειν
9. ἡγεῖται νόσημα πάθους ἐπεδείξαμέν σοι δι’ αὐτῶν τῶν συγγραμμάτων
10. αὐτοῦ, παράλληλα τιθέντος ἄμφω καὶ μεταλαμβάνοντος
11. ἑκάτερον εἰς θάτερον, ὡς οὐδὲν διαφέρον ἢ οὕτως
12. ἢ ἐκείνως εἰπεῖν· οἱ δ’ ἀπ’ αὐτοῦ πάντες ἄνω καὶ κάτω
13. στρέφονται, λυγιζόμενοί τε καὶ παρακαλυπτόμενοι, καὶ πάντα
14. ποιοῦντες ὡς ἤτοι παντάπασιν ἀσαφῶς εἰπεῖν ἢ μηδ’ ὅλως,
15. ὥσπερ αὐτὸς ὁ Θεσσαλὸς καὶ πρὸ τούτου Θεμίσων ὁ τὴν ῥίζαν
16. αὐτοῖς τῆς ἐμπληξίας ταύτης ὑποθέμενος. εἰ δή σοι τὰ
17. Πρόκλου καὶ Ῥηγίνου καὶ Ἀντιπάτρου λέγοιμι, καὶ πρὸς
1. τούτοις Εὐδήμου καὶ Μνασέου καὶ Φίλωνος καὶ Διονυσίου,
2. λάθοιμ’ ἂν ἐμαυτὸν ἐκπεσὼν τῆς προκειμένης νῦν πραγματείας,
3. ἐπιστημονικῆς τε οὔσης καὶ τὸ χρήσιμον αὐτὸ πειρωμένης
4. ἐκδιδάσκειν. ἀλλὰ τῆς μὲν ἐκείνων διαφωνίας ἴσως ἄν
5. ποτε καὶ ὕστερον εἴη μνημονεῦσαι, καὶ σὺν αὐτοῖς γε
6. τοῖς νῦν εἰρημένοις τοῦ πάντα σοφώτερον ἐπιταράξαντός τε
7. καὶ συγχέαντος αὐτῶν τὰ πράγματα Μενεμάχου, καὶ τοῦ ληρώδους
8. Ὀλυμπικοῦ, καὶ μετ’ αὐτοῦ Ἀπολλωνίδου καὶ Σωρανοῦ
9. καὶ τοῦ νῦν ἔτι ζῶντος Ἰουλιανοῦ· τούτῳ μέν γε καὶ
10. ἡμεῖς ἐνετύχομεν, ἵνα καὶ παρὰ ζῶντος ἀνθρώπου φωνῆς ἐκμάθωμεν
11. λήρους μακροὺς, εἶχε δ’ οὖν οὐδ’ οὗτος λέγειν ὅ τί
12. ποτ’ ἐστὶ πάθος καὶ νόσημα. καὶ τεκμήριόν γε τούτου μέγιστον·
13. ἐτῶν γὰρ ἤδη πλειόνων ἢ εἴκοσι γεγονότων ἐξ οὗπερ
14. ἡμεῖς ἐπὶ τῆς Ἀλεξανδρείας αὐτῷ τούτῳ συνεγενόμεθα, γεγραφὼς
15. εἰσαγωγὰς ἄλλας ἐπ’ ἄλλαις, ἀεὶ γὰρ αὐτὰς μετατίθησί
16. τε καὶ μεταῤῥυθμίζει τῷ μηδέποτ’ ἀρκεῖσθαι ταῖς γραφείσαις,
17. κατ’ οὐδεμίαν αὐτῶν ἐτόλμησεν εἰπεῖν ὅ τί ποτ’
18. ἐστὶ νόσος, καίτοι γε μηδὲν πρὸς ἔπος ἐν αὐταῖς διεξέρχεται
1. μέχρι τοῦ καὶ τὰ τοιαῦτα ζητεῖν, εἰ ζωγραφία χρήσιμος ἰατροῖς
2. ἐστιν· ἀλλ’ ὅμως τοσαῦτά τε καὶ τοιαῦτα γράφων, καὶ
3. δῆλος ὢν, ὥσπερ καὶ Μενέμαχος, ὅτι σαφῶς ἔγνωκε τῆς μεθοδικῆς
4. αἱρέσεως τὴν ἀτοπίαν, οὐδέπω καὶ τήμερον ἔγραψεν
5. ἐν ταῖς εἰσαγωγαῖς ὅ τί ποτε νόσον ἢ πάθος ὀνομάζει. ἐμοὶ
6. δ’ οὖν ἐρομένῳ ποτ’ αὐτὸν οὕτω μακρῶς τε ἅμα καὶ ἀσαφῶς
7. διῆλθεν, ὡς ὧν μὲν ἔλεγε συνιέναι μηδενὸς, ἀναγκασθῆναι
8. δὲ τό γε τοσοῦτον εἰπεῖν πρὸς αὐτὸν, ὡς διαφέρεσθαί
9. μοι δοκοίη πρὸς Ὀλυμπικὸν, καίτοι πάππον αὐτοῦ
10. τῆς διδασκαλίας ὄντα· μαθητὴς γάρ ἐστιν οὗτος ὁ Ἰουλιανὸς
11. Ἀπολλωνίου τοῦ Κυπρίου, ἐκεῖνος δ’ ἦν Ὀλυμπικοῦ φοιτητής.
12. ὁ τοίνυν Ὀλυμπικὸς, ὡς ἔφην, ὁρίσασθαι τολμήσας
13. ὑγείαν τε καὶ πάθος, τὴν μὲν ὑγείαν διάθεσιν ἔφησε κατὰ
14. ἐκτότητα νόσου· τὸ δ’ αὖ πάθος τροπὴν τοῦ κατὰ φύσιν
15. εἰς τὸ παρὰ φύσιν, ἐπίμονον. ἔστι μὲν δὴ καὶ τούτων ἑκάτερον
16. ἀλογίας παμπόλλης ἀνάπλεων, ἣν καὶ τότε διῆλθον τῷ
17. Ἰουλιανῷ καὶ νῦν ἐπὶ κεφαλαίων ἐρῶ. τὸ γοῦν συγχέον,
18. ἔφην, ἐστὶν ἐκεῖνο, τὸ μὴ μόνον ἁπλῶς οὕτως εἰπεῖν τὸν
1. Ὀλυμπικὸν ὑγείαν εἶναι διάθεσιν κατὰ ἐκτότητα νόσου, ἀλλὰ
2. προσθεῖναι τῷ λόγῳ ἣν διάθεσιν ὁριζόμεθα εὐστάθειαν τῶν
3. κατὰ φύσιν ἐνεργημάτων καὶ ἰσχύν· οὐ γὰρ ἔχω συμβαλεῖν
4. εἴτε ἐν τῇ τῶν ἐνεργειῶν εὐσταθείᾳ μόνῃ τὴν ὑγείαν, εἴτε ἐν
5. τῇ τοῦ σώματος διαθέσει, εἴτ’ ἐν ἀμφοῖν ὑποτίθεται· τάχα
6. δ’ ὥσπερ εἴωθε χρῆσθαι τοῖς τῶν Ἑλλήνων ὀνόμασιν ἀλλοκότως
7. τε καὶ τεταραγμένως ἅμα τοῖς ἄλλοις ἅπασι μεθοδικοῖς,
8. οὕτω καὶ νῦν οὐκ ἐπὶ τὸ σῶμα τὴν διάθεσιν, ἀλλ’ ἐπὶ τὰς
9. ἐνεργείας ἀναφέρει, ὥστε ἡμᾶς ἀκοῦσαι τοῦ λόγου κατὰ τοῦτον
10. τὸν τρόπον· ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν κατὰ ἐκτότητα
11. νόσου. δίκαιον δ’ ἦν, οἶμαι, προσθεῖναι τῷ λόγῳ δυοῖν
12. θάτερον αὐτὸν, ἢ ἐνεργειῶν, ἢ σώματος, ἵν’ ἤτοι γένηται
13. τοιοῦτος ὁ λόγος, ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν κατὰ ἐκτότητα
14. νόσου· ἢ νὴ Δία τοιοῦτος, ὑγεία ἐστὶ διάθεσις σώματος
15. κατὰ ἐκτότητα νόσου· καὶ μέν γε καὶ εἰ ἄμφω συνθεῖναι
16. προῄρητο, καὶ οὕτως ἐνεχώρει σαφῶς τε ἅμα καὶ διὰ βραχέων
17. εἰπεῖν, ὑγεία ἐστὶ διάθεσις ἐνεργειῶν τε καὶ σώματος κατὰ
18. ἐκτότητα νόσου. τί δ’, ὅταν ἐπιφέρων εἴπῃ, ἣν διάθεσιν· 
1. ὁριζόμεθα εὐστάθειαν τῶν κατὰ φύσιν ἐνεργημάτων καὶ ἰσχύν;
2. πότερον μέρος ὑποληπτέον εἶναι τοῦτο τοῦ προειρημένου καὶ
3. χρὴ συνάπτειν ἡμᾶς ὅλον τὸν λόγον ὡδί πως· ὑγεία ἐστὶ διάθεσις
4. σώματος κατὰ ἐκτότητα νόσου καὶ εὐστάθεια τῶν κατὰ
5. φύσιν ἐνεργημάτων καὶ ἰσχύς· ἢ τέλειός ἐστιν ὁ λόγος οὗτος
6. αὐτὸς καθ’ ἑαυτὸν, ὅ τί ποτ’ ἐστὶν ὑγεία διδάσκων,
7. ὥσπέρ γε καὶ ἤρεσεν ἐνίοις τῶν μεθοδικῶν, εὐστάθειαν ἀποφηναμένοις
8. εἶναι τῶν κατὰ φύσιν ἐνεργειῶν τὴν ὑγείαν; ἀλλ’
9. εἴπερ οὗτος τέλειος, ὁ προειρημένος οὐκ οἶδ’ ὅ τι διδάσκει,
10. διάθεσιν εἶναι λέγων τὴν ὑγείαν. ἐκεῖνο μὲν γὰρ ὃ ἔφη, τὸ
11. κατὰ ἐκτότητα νόσου, τοιοῦτόν ἐστιν οἷον καὶ παῖδα γελάσαι.
12. εἰ γὰρ δὴ συγχωρήσομεν οὕτως ὁρίζεσθαι, δηλονότι καὶ
13. ἡ νόσος ἔσται διάθεσις σώματος κατὰ ἐκτότητα ὑγείας, ἵνα
14. ἕκαστος τῶν ὅρων ἡμῖν οὐ τοῦ τί ποτ’ ἐστὶ τὸ ὑποκείμενον,
15. ἀλλὰ τοῦ τί ποτ’ οὐκ ἔστι, γένηται διδάσκαλος. ἐάσθω δ’
16. ἔφην, εἰ βούλει καὶ ταῦτα, καὶ γὰρ πάρεργά, πώς ἐστιν· ἀλλ’
17. ἐκεῖνό γε παρελθεῖν τε καὶ παριδεῖν οὐκ ἐγχωρεῖ, τὸ κατὰ μὲν
18. τὴν τῆς ὑγείας διδασκαλίαν ἅπαντα προσέρχεσθαι ταῖς ἐνεργείαις
1. ἤτοι μόναις ἢ μετὰ τοῦ συγχέαι καὶ περιπλέξαι καὶ
2. ἀναμῖξαί πως ἀσαφῶς τὸ τῆς διαθέσεως ὄνομα, καθάπερ ὁ
3. Ὀλυμπικός· ἐν δὲ τῷ τοῦ πάθους, οὐκέτι μεμνῆσθαι τῶν
4. ἐνεργειῶν· ἀπέχρησε γὰρ εἰπεῖν αὐτῷ, πάθος ἐστὶ τροπὴ τοῦ
5. σώματος ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐπίμονος.
6. ἐχρῆν δ’, ἔφην, ἐν ταῖς ἐνεργείαις, ἢ ἐν ταῖς διαθέσεσιν, ἄμφω
7. τάττειν αὐτόν. ὃ δέ μοι πρὸς ταῦτ’ ἀπεκρίνατο, καὶ
8. ἤδη μέν σοι πολλάκις εἶπον, Ἱέρων κράτιστε, καὶ νῦν τ’ ἀναμνῆσαι
9. προσήκει, τὸ μηδὲν εἶναι θαυμαστὸν, ἐν μὲν τῇ τῶν
10. ἐνεργειῶν εὐσταθείᾳ σὺν ἰσχύι τετάχθαι τὴν ὑγείαν, ἐν δὲ τῇ
11. παρὰ φύσιν τοῦ σώματος διαθέσει τὴν νόσον· οὐ γάρ ἐστιν
12. ἐναντία, καθάπερ σὺ νομίζεις, ἔφησεν, ἔστι γάρ τι μέσον αὐτῶν,
13. ὃ μήθ’ ὑγεία μήτε νόσος ἐστίν. ἀκούσας· οὖν ἐγὼ τὸν
14. λόγον τοῦτον ἐχωρίσθην ἐκπεπληγμένος τε καὶ λυπούμενος
15. ἅμα, χρὴ γὰρ ὁμολογεῖν τὸ συμβάν· ἔμπροσθεν μὲν γὰρ οὐδενὶ
16. τῶν ἐν τοιαύτῃ δόξῃ τελέως ἐνετετυχήκειν ἐμπλήκτῳ,
17. τότε δ’ ἐντυχὼν πρῶτον εἰκότως ἐξεπλάγην, οὐχ ὅτι μόνος
18. ἐκεῖνος οὕτως ἦν ἀναίσθητος, ἀλλ’ ὅτι πολλῷ σκαιοτέρους.
1. ἑαυτοῦ τοσούτους εἶχε μαθητὰς, οἳ κατὰ τὴν αὐτὴν ἀρχὴν
2. τῆς διδασκαλίας ὁρῶντες οὕτως ἐσφαλμένους τοὺς μεθοδικοὺς,
3. οὐκ ἀφίστανται τῆς αἱρέσεως, ἢ εἴπερ οὐδ’ ὅλως ὁρῶσι, τελέως
4. εἰσὶν ἀπόπληκτοι. τί γὰρ δὴ καὶ πρὸς ἔπος οὐκ εἶναι
5. τὴν νόσον ἐναντίον ὑγείᾳ, διότι μέσον αὐτῶν ἐστί τι; δῆλον
6. γὰρ ὡς οὐδὲ τὸ λευκὸν ἐναντίον ἔσται τῷ μέλανι, διότι μέσον
7. αὐτῶν ἐστι τὸ ξανθόν τε καὶ τὸ φαιὸν, ἐρυθρόν τε καὶ ὠχρὸν
8. ἕκαστόν τε τῶν ἄλλων χρωμάτων· οὐδὲ τὸ θερμὸν τῷ ψυχρῷ,
9. καὶ γὰρ καὶ τούτων ἐστὶ μέσα χλιαρόν τε καὶ εὔκρατον. οἱ
10. μὲν δὴ σοφώτατοι μεθοδικοὶ κατὰ τὴν ἀρχὴν εὐθέως πεπτωκότες
11. οὐ σμικρὸν οὐδὲ τὸ τυχὸν πτῶμα τί ἂν ἔτι τῶν ἐφεξῆς
12. ἀληθῶν καταμάθοιεν; οὐδὲ ἓν δήπου, δειχθήσεται γὰρ
13. ἅπαντα τὰ κατὰ τὴν ἰατρικὴν τέχνην ἐκ τούτων ἠρτημένα καὶ
14. δεόντως, εἴ γ’ ἐν ταῖς μεθόδῳ τινὶ συνισταμέναις τέχναις ἀρχὴ
15. τῆς συστάσεως ἡ τοῦ τέλους ἐστὶν ἔννοια. πεπλημμέληται μὲν
16. οὖν καὶ ἄλλοις πολλοῖς εἰς τὴν τοῦ τέλους ἔννοιαν οὐκ ὀλίγα,
17. τῶν μὲν τὸ ὑγιάζειν ὡς τὸ πολὺ τέλος εἶναι λεγόντων τῆς
18. ἰατρικῆς, τῶν δὲ τὰ σύμφορα πράττειν ὡς πρὸς τὴν ὑγείαν,
1. τῶν δ’ ἐκκόπτειν τὰς νοσώδεις αἰτίας, τῶν δὲ τὰ παρ’ ἑαυτῶν
2. ἅπαντα ποιεῖσθαι, τῶν δ’ ὡς ἂν ἑκάστῳ παραστῇ καὶ
3. δεήσῃ, καὶ περὶ τούτων ἰδίᾳ διορίσασθαι· ἀλλ’ οὐδεὶς οὕτως
4. ἔμπληκτος ὡς ἐν ἄλλῳ μὲν γένει τὴν ὑγείαν, ἐν ἄλλῳ δὲ
5. ὑποθέσθαι τὴν νόσον, ἀλλ’ ἤτοι ταῖς κατὰ φύσιν ἐνεργείαις
6. προσέχων ἢ ταῖς κατασκευαῖς τῶν μορίων, ἃς ἔνιοι διαθέσεις
7. ὀνομάζουσιν· εἴτε δ’ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις
8. ἐστὶ τὸ ὑγιαίνειν, ἐν ταῖς παρὰ φύσιν ἔσται τὸ νοσεῖν·
9. εἴτε ἐν ταῖς κατασκευαῖς ταῖς κατὰ φύσιν, ἐν ταῖς παρὰ
10. φύσιν ἔσται κατασκευαῖς ἦ νόσος· εἴτ’ ἐν ταῖς διαθέσεσιν,
11. ἐν ταύταις καὶ τὸ νοσεῖν. οὐδὲ γὰρ οὐδὲ βαθείας τινὸς
12. εἰς τοῦτο θεωρίας ἐστὶ χρεία, μόνον δ’ ἀπόχρη τὸ μὴ
13. διεστράφθαι. τίς γὰρ οὐκ οἶδεν ὡς εἰ τὸ βλέπειν ὑγιαίνειν
14. ἐστὶν, ὅτι τὸ νοσεῖν ἔσται τὸ ἀμβλυώττειν, ἢ ὅλως τὸ μὴ
15. βλέπειν; τίς δ’ οὐ συνίησιν ὡς εἰ τὸ ἀκούειν ὑγιαίνειν ἐστὶν,
16. ὅτι νοσεῖν ἔσται τό τε μόγις ἀκούειν καὶ τὸ μηδ’ ὅλως
17. ἀκούειν; οὕτω δὲ καὶ εἰ τὸ πέττειν ὑγιαίνειν ἐστὶ, τὸ ἀπεπτεῖν
18. τε καὶ δυσπεπτεῖν ἔσται νοσεῖν; καὶ εἰ τὸ κινεῖσθαι
1. καθ’ ὁρμὴν ἔστιν ὑγεία, νόσος ἂν εἴη δήπου σπασμὸς καὶ
2. παλμὸς καὶ παράλυσις καὶ τρόμος καὶ συλλήβδην εἰπεῖν ἅπαν
3. ὅ τί περ ἂν ἤτοι τελέως ἀναιρεῖ τὴν καθ’ ὁρμὴν κίνησιν ἢ
4. ἐμποδίζει γέ πως αὐτήν. ὡσαύτως δὲ εἰ τὸ κατὰ φύσιν αἰσθάνεσθαι
5. τῆς ὑγείας ἐστὶν, ἡ ἀναισθησία καὶ δυσαισθησία
6. καὶ νάρκη καὶ ὀδύνη νόσοι γενήσονται· καὶ εἰ τὸ τεταγμένως
7. ἀναπνεῖν ὑγεία, ἄπνοια καὶ δύσπνοια νόσος. ἀλλ’ εἴπερ ταῦτα
8. νόσοι, πρόδηλον ὡς αἱ διαθέσεις τῶν μορίων ὑφ’ ὧν ἀποτελοῦνται,
9. νόσων εἰσὶν αἰτίαι, καὶ οὐ χρὴ λέγειν οὔτε φλεγμονὴν
10. οὔτε. σκίῤῥον οὔτ’ ἐρυσίπελας οὔτε ἀπόστασιν οὔθ’
11. ἕλκος οὔτε οἴδημα νοσήματα· καὶ εἴπερ ταῦτα νοσήματα,
12. πρόδηλον ὡς οὐδὲν ἐκείνων νόσημα. δύο γάρ ἐστι γένη
13. πραγμάτων οὐδὲν ὁμοίων, ἀλλὰ πάντῃ τε διαλλαττόντων
14. καὶ ὅλῃ τῇ φύσει διαφερόντων· ὀνομάζουσι δὲ τὸ μὲν ἕτερον
15. τῶν γενῶν σῶμα, τὸ δ’ ἕτερον ἐνέργειαν. ὀφθαλμὸς μὲν
16. οὖν καὶ γλῶττα καὶ οὖς καὶ σκέλος ἕκαστόν τε τῶν τοιούτων
17. σῶμά πως ἔχον ἐστίν· ὄψις δὲ καὶ ἀκοὴ καὶ διάλεξις
18. καὶ βάδισις ἐνέργειαι τῶν εἰρημένων σωμάτων. εἴπερ οὖν ἐν 
1. τῷ πὼς ἔχειν τὰ σώματα τὸ νοσεῖν, ἐν τῷ πὼς ἔχειν
2. τὰς ἐνεργείας τὸ νοσεῖν οὐκ ἔσται· εἰ δέ γ’ ἐν τούτῳ τὸ νοσεῖν
3. εἴη, πρόδηλον αὖ πάλιν ὡς οὐκ ἔστιν ἐν τῇ τῶν σωμάτων
4. διαθέσει. τὸ μέντοι τὴν μὲν διάθεσιν αἰτίαν εἶναι, τὴν
5. δὲ ἐνέργειαν τὸ γιγνόμενον ὑπὸ τῆς τοῦ σώματος διαθέσεως,
6. ὁμολογεῖσθαι χρὴ καὶ φυλάττεσθαι παντὸς μᾶλλον, ὥστε καὶ
7. ὅστις ἀγνοεῖ τοῦτο, περί τι τῶν ἀναγκαίων ἔσφαλται πραγμάτων·
8. ὁ δ’ ἤτοι τὴν βλάβην τῆς ἐνεργείας ἢ τὴν διάθεσιν
9. τοῦ σώματος ὀνομάζων νόσημα, κᾂν εἰ μὴ δεόντως ὀνομάζοι,
10. δύναται γοῦν ὀρθὴν ἔχειν τὴν δόξαν ὑπὲρ αὐτῶν τῶν πραγμάτων·
11. ἔστι δ’ οὐκ ἐκ τῶν ὀνομάτων τὸ καλῶς ἰάσασθαι τὰς
12. νόσους, ἀλλ’ ἐκ τῆς τῶν πραγμάτων ὀρθῆς ὑπολήψεως. εὐθὺς
13. δὲ καὶ τοῦτ’ αὐτὸ πολλοὺς τῶν ἰατρῶν ἔστιν εὑρεῖν ἀγνοοῦντας,
14. καὶ νομίζοντας ἐν πράγμασί τι διαφέρεσθαι τοὺς τὰς
15. διαθέσεις τῶν σωμάτων ἡγουμένους εἶναι νοσήματα πρὸς τοὺς
16. ἐν ταῖς βλάβαις τῶν ἐνεργειῶν ὑπολαμβάνοντας αὐτὰ συνίστασθαι·
17. καὶ τούτων πάντων τῶν ἁμαρτημάτων, ὅπερ εἴρηταί
18. τε πολλάκις ἤδη καὶ αὖθις εἰρήσεται, ἓν αἴτιον ὑπάρχει τὸ
1. μὴ γεγυμνάσθαι κατὰ τὴν λογικὴν μέθοδον τοὺς ἐπιχειροῦντας
2. ὁτιοῦν ἐξευρίσκειν λογικῶς, ἀλλ’ ἅμα μὲν ἀποχωρεῖν τῆς
3. ἐμπειρίας, ὡς γεγυμνασμένους τὸν λογισμὸν, ἅμα δ’ ἀγυμνάστους
4. ὄντας ἐν αὐτῷ σφάλλεσθαι μέγιστα. μυριάκις γοῦν
5. ὑπὲρ ὀνομάτων αὐτοὺς εὑρίσκω διαφερομένους ὡς ὑπὲρ
6. πραγμάτων· αὖθις δ’ ἂν, εἰ τύχοι, πρᾶγμά τι μέγιστον
7. ἀγνοοῦντες, ὄνομα νομίζουσιν ἀγνοεῖν, ὥσπέρ γε κᾀπὶ τοῦ
8. προκειμένου νῦν ἡμῖν οὐκ ἴσασι διακρίνειν, ὡς ἡ μὲν κατασκευὴ
9. τῶν σωμάτων αἰτίας ἔχει λόγον, ἡ δ’ ἐνέργεια τὸ πρὸς
10. ἐκείνης ἐστὶν ἀποτελούμενον, οὐδ’ ὡς τὸ θεραπευόμενον ἡ
11. τοῦ σώματός ἐστι διάθεσις· ἕπεται γὰρ ἐξ ἀνάγκης ταύτῃ
12. κατὰ φύσιν μὲν ἐχούσῃ κατὰ φύσιν ἐνεργεῖν, ἐξισταμένῃ δὲ
13. τοῦ κατὰ φύσιν εὐθὺς καὶ τὴν ἐνέργειαν εἰς τὸ παρὰ φύσιν
14. ἐκτρέπειν. ἐν τούτῳ δὲ τὸ πᾶν ἐστι, καὶ τοῦτο ἀρχὴ καὶ
15. οἷον στοιχεῖόν τι πρῶτον ἁπάσης τῆς θεραπευτικῆς ὑπάρχει
16. μεθόδου· τὸ δὲ εἴτ’ αὐτὸ τοῦτο χρὴ προσαγορεύειν νόσον,
17. εἴτε τὴν βλάβην τῆς ἐνεργείας, ὑπὲρ ὀνόματός ἐστιν ἀμφισβητούντων.
18. εἰρήσεται μὲν οὖν τί μοι καὶ περὶ τῆς τῶν ὀνομάτων
19. χρήσεως, ὥσπερ εἴρηται καὶ πρόσθεν ἤδη δι’ ἑτέρων.
1. ἀλλὰ νῦν οὔπω διαστέλλομαι περὶ αὐτῶν, ἵν’ ἔργῳ τοῦτ’
2. αὐτὸ μᾶλλον βεβαιώσωμαι, καὶ δείξω τίς ἀρχὴ καὶ ῥίζα τῆς
3. θεραπευτικῆς ἐστι μεθόδου, περὶ ἣν εὐθὺς ἄλλοι τε πολλοὶ
4. τῶν λογικούς τε καὶ δογματικοὺς ἑαυτοὺς ὀνομασάντων καὶ
5. οἱ βέλτιστοι σφάλλονται μεθοδικοί. τοῦτο μὲν οὖν καὶ ἤδη
6. πως φαίνεται τοῖς συνετοῖς, ὡς οὐδὲν ἄλλο ἐστὶ τὸ θεραπευόμενον
7. ὑπὸ τῶν ἰατρῶν πλὴν ἡ τῶν σωμάτων διάθεσις,
8. ὡς ἐν τῷ μετὰ ταῦτα λόγῳ δειχθήσεται.

Cliquer un n° de page pour en afficher l’image