Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 1.8, ed. Kühn, 1825, vol. 10, p. 63-67. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.8

9. Τὸ δὲ τὴν ἄγνοιαν ἐπανορθώσασθαι
10. τῶν μὴ γινωσκόντων ὅσα τὰ σύμπαντά ἐστι πράγματα κατὰ
11. τὸν ἐνεστῶτα λόγον ἀλλήλοις παρακείμενα, νῦν ἡμῖν προὔκειτο.
12. φαίνεται γὰρ ἓν μέν τι γένος εἶναι τῶν σωμάτων αὐτῶν, ἕτερον
13. δὲ τὸ τῶν ἐνεργειῶν· καὶ τὸ μὲν τῶν σωμάτων ἡγεῖσθαί τε καὶ
14. ποιεῖν τὰς ἐνεργείας, ἕπεσθαι δ’ ἐκείνας κατὰ φύσιν μὲν ἔχουσι
15. τοῖς σώμασιν ἀμέμπτως τε καὶ κατὰ φύσιν αὐτὰς διακειμένας,
16. παρὰ φύσιν δ’ ἐχόντων ἢ μὴ γιγνομένας παντάπασιν, ἢ παρεμποδιζομένας
17. γε πάντως. τρίτον δ’ ἐπὶ τούτοις ἐστὶ γένος τὸ τῶν
18. ἐργαζομένων τὰς διαθέσεις αἰτίων· ὃν γὰρ ἡ διάθεσις ἔχει πρὸς
1. τὴν ἐνέργειαν λόγον, τοῦτον ἕτερόν τι χρὴ πάντως ἔχειν πρὸς
2. τὴν διάθεσιν, ἑνὶ μόνῳ διαλλάττον τῷ τὴν μὲν διάθεσιν ἅμα
3. ταῖς ἐνεργείαις ὑπάρχειν καὶ μὴ δύνασθαί ποτε μήτε τὴν κατωρθωμένην
4. ἐνέργειαν εἶναι χωρὶς τῆς τῶν σωμάτων κατὰ
5. φύσιν διαθέσεως μήτε τὴν βεβλαμμένην ἄνευ τοῦ καὶ τὰ σώματα
6. βεβλάφθαι. τὰ δ’ αἴτια τῆς διαθέσεως ταύτης τῆς ἐμποδιζούσης
7. τὴν ἐνέργειαν δύναται μὲν καὶ μηκέτ’ εἶναι, δύναται
8. δὲ καὶ νῦν ἔτι παραμένειν· ἕτερα δ’ οὖν πάντως ἐστὶ τῶν
9. διαθέσεων αὐτῶν σοι, καὶ τοῦτο τρίτον εὕρηται γένος ἕτερον
10. ἐνεργείας τε καὶ τῆς ἐργαζομένης αὐτὴν διαθέσεως. ἐπ’ αὐτῷ
11. δ’ ἄλλο τέταρτον γένος διαθέσεως, ὅσα τοῖς σώμασιν ὑπάρχει
12. κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἔχουσι, μηδὲν μήτ’ ὠφελοῦντα
13. μήτε βλάπτοντα τὰς ἐνεργείας· οἷον εἰ τύχοι τὸ
14. χρῶμα τοῦ σώματος παντὸς ἢ μέλαν ἐκ λευκοῦ γιγνόμενον,
15. ἐν ἡλίῳ διατριψάντων ἐπὶ πλέον, ἢ λευκὸν ἐκ μέλανος, ἐν
16. σκιᾷ διαιτηθέντων, ἢ ἐρυθρὸν λουσαμένων, ἢ ὠχρὸν φοβηθέντων·
17. οὔτε γὰρ ἐνέργεια τοῦτ’ ἔστιν οὔτε διάθεσις σώματος
18. ἐνεργείας αἰτία, καὶ πολὺ δὴ μᾶλλον οὐδ’ ἡ τὰς παρὰ
1. φύσιν ἐργαζομένη διαθέσεις αἰτία, σύμπτωμα δ’ ἐστὶ συμβαῖνον
2. ἐξ ἀνάγκης ἐπὶ ταῖς διαφόροις τῶν σωμάτων ἀλλοιώσεσιν,
3. εἴτ’ οὖν κατὰ φύσιν, εἴτε καὶ παρὰ φύσιν ἔχοιεν. ἐπειδὴ τοίνυν
4. ἤδη τέτταρα γένη διώρισται, κᾀν τῷ ταῦτα γινώσκειν ἢ
5. μὴ τὸ καλῶς ἄρχεσθαι τῆς θεραπευτικῆς μεθόδου δείξομεν
6. ὑπάρχον, ἐξέστω λοιπὸν τῷ βουλομένῳ κατ’ αὐτῶν ἃς ἂν.
7. ἐθέλῃ τίθεσθαι προσηγορίας· οἷον, εἰ βούλοιτο, τὴν μὲν
8. παρὰ φύσιν τῶν σωμάτων διάθεσιν, ὅταν ἐνέργειάν τινα
9. βλάπτῃ, νόσημα προσαγορευέτω, αὐτὴν δὲ τὴν βλάβην τῆς
10. ἐνεργείας ἐξαίρετόν τι σύμπτωμα. νοσήματος ὅσα δ’ ἄλλως
11. συμβέβηκεν, ὥσπερ τὰ χρώματα, καὶ ταῦτ’, εἰ βούλοιτο,
12. καλείτω συμπτώματα, διοριζέτω μέντοι τῆς βλάβης τῶν ἐνεργειῶν
13. αὐτὰ, καὶ εἴπερ ἐκεῖνα ἐξαίρετα συμπτώματα νοσημάτων
14. ὀνομάζει, ταῦτ’ οἰκεῖά τε καὶ ἴδια καλείτω, καί τινα πρὸς
15. τούτοις, εἰ βούλοιτο, μήτ’ οἰκεῖα μήτ’ ἴδια, συμπίπτοντα δὲ
16. κατά τινα τύχην· τέταρτον δ’ ἐπὶ τοῖσδε γένος τιθέσθω τὸ
17. τῶν νοσωδῶν αἰτίων, καὶ τούτων τὰ μὲν ἐν αὐτῷ τοῦ ζώου 
1. τῷ σώματι συνιστάμενα προηγούμενα καλείτω, τὰ δ’ ἔξωθεν
2. προσπίπτοντα προκατάρχοντα. θέμενος δ’ οὕτως ἢ ἄλλως
3. ὅπως ἂν ἐθέλῃ σαφῶς καὶ χρησίμως τοῖς ἀκούουσι,
4. μηκέτι μετατιθέσθω, μηδ’ ἐξαλλαττέτω τὴν χρῆσιν, ἀλλ’ ἀεὶ
5. φυλαττέτω παρ’ ὅλον τὸν λόγον, ἵνα καὶ μανθάνωμεν ἃ λέγει
6. ῥᾳδίως, καὶ τὰς ἀντιλογίας καὶ τοὺς ἐλέγχους πρός τι
7. σαφὲς. καὶ διωρισμένον ποιώμεθα. πῶς καὶ τίνα τρόπον;
8. ἐνδείξασθαι γὰρ ἔτι τοῦτ’ αὐτὸ χρὴ διὰ τοὺς ἀναισθήτους
9. μεθοδικούς. ἔστω τινὰ λέγειν ὡς ἡ μὲν φλεγμονὴ διάθεσίς
10. ἐστι παρὰ φύσιν, τὸ δ’ ἔργον τοῦ φλεγμαίνοντος μέρους τὸ
11. βεβλαμμένον, οἰκεῖον ἐξαίρετον τοῦ πάθους σύμπτωμα, ποδῶν
12. μὲν βάδισις, ὀφθαλμῶν δὲ ὄψις, ὤτων δ’ ἀκοή· τὸ δ’
13. ἔρευθος, εἰ τύχοι, καὶ ἡ τάσις, ἥ τ’ ἀντιτυπία καὶ ὁ παρὰ
14. φύσιν ὄγκος· ὁ ταῖς φλεγμοναῖς ἑπόμενος, ἕτερόν τι γένος
15. εἴτε συμπτωμάτων, εἴτε συμβεβηκότων, εἴθ’ ὅπως ἂν ἄλλως
16. ἐθέλῃ τις ὀνομάζειν, ἀλλ’ οὖν ὅτι γε μὴ ταὐτὸ γένος ἐστὶ
17. τῇ βλάβῃ τῶν ἐνεργειῶν, ἴστω τε καὶ διοριζέσθω σαφῶς·
18. ἡ πληθώρα δ’, εἰ τύχοι, τῆς φλεγμονῆς αἰτία προηγουμένη,
1. καὶ ταύτης προκατάρχουσα τὸ πλῆθος τῶν ἐδεσμάτων. ὡς
2. οὖν ἐγὼ καὶ παραδείγματα πεποίημαι σαφῆ τοῦ λόγου καὶ
3. τέτταρα γένη διώρισμαι καὶ τὰς αἰτίας καὶ ἐννοίας αὐτῶν
4. εἴρηκα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον ἐχρῆν ποιῆσαι τὸν
5. Θεσσαλὸν ἐπὶ τοσούτοις τε καὶ τηλικούτοις ἀνδράσι καθ’
6. ὧν ἑαυτὸν ἀνεκήρυττε, μέλλοντα νεωτέραν αἵρεσιν συνίστασθαι·
7. νυνὶ δ’ οὔτε αὐτὸς οὐδὲν εἶπε σαφὲς οὔτε τις τῶν
8. ἀπ’ αὐτοῦ.

Cliquer un n° de page pour en afficher l’image