9. Τολμήσας γοῦν ὁ Ὀλυμπικὸς ἀφορίσασθαι
10. τί ποτ’ ἐστὶ πάθος, οὐ πάθους, ἀλλὰ συμπτωμάτων εἴρηκεν
11. ἔννοιαν. ὅλως μὲν οὖν οὐδ’ ὅ τί ποτ’ ἐστὶ τὸ πάθος, οὐδ’
12. ὅπῃ τοῦ νοσήματος διαφέρει, γινώσκουσιν ἀλλὰ τοῦτο μὲν
13. ἐν τοῖς ἑξῆς διοριῶ, πάντα γὰρ ἅμα λέγειν οὐκ ἐγχωρεῖ. συγχωρηθέντος
14. δ’ αὐτοῖς τοῦ ταὐτὸν εἶναι νόσημά τε καὶ πάθος,
15. ἴδωμεν ὅ τί ποτέ φασι. πάθος ἐστὶ τροπὴ τοῦ σώματος ἐκ
16. τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐπίμονος. εἶτα μικρὸν
17. προελθών φησιν· ἰστέον δ’ ὅτι διαφέρει πάθος συμπτώματος·
18. πάθος μὲν γάρ ἐστιν, ὡς ὀλίγον ἔμπροσθεν ἔφην, διάθεσις
1. παρὰ φύσιν τοῦ σώματος ἐπίμονος· σύμπτωμα δὲ ὃ
2. τῷ πάθει συμβαίνει, εἰδικὴν ὥσπέρ τινα καὶ μερικωτέραν ἐν
3. τοῖς παρὰ φύσιν ἔχον τύπωσιν. αὕτη μὲν ἡ θαυμαστὴ ῥῆσις
4. Ὀλυμπικοῦ τοῦ σοφοῦ, τολμήσαντος ἀφορίσασθαι πάθος τε
5. καὶ σύμπτωμα· τοσούτων δ’ ἐστὶν ἁμαρτημάτων μεστὴ ὥστε
6. μοι παρίσταται τὸ τοῦ μωροῦ τοῦ πρὸς κόσκινον εἰπόντος
7. οὐχ εὑρίσκειν ὅ τι βύσειεν ἢ μὴ βύσειεν αὐτοῦ. τί γὰρ δὴ καὶ
8. πρῶτον ἐξ αὐτῶν εἴποι τις, ἢ τί παραλίποι; πάντα μὲν γὰρ
9. ἐξελέγχειν ὅσα κακῶς ἀποφαίνονται μακρὸν ἂν εἴη. ἢ ἐκ
10. τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν τροπὴ πᾶσα νόσος ἐστὶν,
11. εἰ μόνον αὐτῇ προσείη τὸ ἐπίμονον; ἀλλὰ τὴν ἄχροιαν ὑμεῖς
12. αὐτοὶ καὶ τὴν ἀτροφίαν ἐν τοῖς συμπτώμασιν, οὐκ ἐν τοῖς
13. πάθεσιν ἀριθμεῖτε· τί δ’ ἡ κακοχυμία; τί δὲ ἡ ἔνδεια; τί δὲ
14. ἡ καχεξία; τί δὲ τὸ πλῆθος; οὐ παρὰ φύσιν; εἰ τοίνυν αὐτοῖς
15. προσείη τὸ ἐπίμονον, ἐν τοῖς νοσήμασιν ἀριθμηθήσεται.
16. καὶ μὴν οὐδ’ αὐτοὶ βούλεσθε, καὶ καλῶς γε τοῦτο ποιεῖτε·
17. προσεῖναι γὰρ χρὴ τῷ παρὰ φύσιν εἶναι τὴν διάθεσιν ἐνέργειάν
1. τινα πρὸς αὐτῆς βλάπτεσθαι· μέχρι δ’ ἂν ἀβλαβεῖς
2. αἱ πᾶσαι φυλάττωνται, κᾂν μυριάκις ἐξαλλάττηται καὶ τρέπηται
3. καὶ μεταβάλληται τὸ σῶμα, νόσος οὔπω τῶν διαθέσεων
4. ἐκείνων ἐστὶν οὐδεμία. τό γέ τοι τῆς θεραπείας δεόμενον
5. οὐδὲν ἄλλο ἐστὶ πλὴν τῆς βλαπτούσης τὴν ἐνέργειαν διαθέσεως.
6. οὗ μὲν γὰρ δεόμεθα πρώτου καὶ μάλιστα πάντων,
7. ἡ κατὰ φύσιν ἐστὶν ἐνέργεια· δι’ ἐκείνην δὲ καὶ τῆς κατὰ
8. φύσιν εἴτε διαθέσεως εἴτε κατασκευῆς ὀνομάζειν ἐθέλοις. ὁρᾷν
9. γὰρ δεόμεθα καὶ ἀκούειν καὶ διαλέγεσθαι καὶ βαδίζειν, οὐκ
10. ὀφθαλμῶν, οὐδ’ ὤτων, οὐδὲ γλώττης, οὐδὲ σκελῶν· εἰ γοῦν
11. ἦν ὁρᾷν δι’ ἑτέρου μορίου, τίς ἂν ἦν ὀφθαλμῶν ἡ χρεία; καὶ
12. εἴπερ ἦν ἀκούειν δι’ ἄλλου τινὸς ὀργάνου, τί τῶν ὤτων ἐδεήθημεν
13. ἄν; οὕτω δὲ καὶ τῆς γλώττης καὶ τῶν σκελῶν οὐκ ἂν
14. δήπουθεν οὐδὲν ὄφελος ἦν ἡμῖν, εἰ διαλέγεσθαι καὶ βαδίζειν
15. οἷόν τ’ ἦν ἄνευ τούτων. τοῦ μὲν οὖν ὁρᾷν δι’ ἑαυτῶν χρῄζομεν·
16. ὀφθαλμῶν δὲ οὐ δι’ ἑαυτοὺς, ἀλλὰ διὰ τοῦτο. καὶ
17. γλώττης δὲ καὶ ὤτων καὶ σκελῶν, οὐχ ἵνα ἔχωμεν ὄργανα καὶ
18. πολλὰ μόρια, χρῄζομεν, ἀλλὰ διαλέξεως ἕνεκα καὶ ἀκοῆς καὶ
1. βαδίσεως. ὅταν γοῦν νεκρωθῇ τι μόριον ἀποτμηθῆναι δυνάμενον,
2. οἷον δάκτυλος, ἢ ποὺς, ἢ ἄκρα χεὶρ, οὐκ ἀνεχόμεθα
3. βαστάζειν ἀργὸν αὐτὸ, καὶ περιφέρειν οἷον ἄχθος ἀλλότριον,
4. ἐναργῶς δηλοῦντες ἐν τούτῳ ὅτι μὴ τῶν μορίων αὐτῶν,
5. ἀλλὰ τῶν ἐνεργειῶν χρῄζομεν. ὥσπερ οὖν ὅλον τὸ μόριον τῆς
6. ἐνεργείας ἕνεκα ἔχειν δεόμεθα, κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον
7. καὶ τῆς κατὰ φύσιν αὐτοῦ κατασκευῆς διὰ τὴν ἐνέργειαν
8. ὀρεγόμεθα. ὡς γὰρ καὶ πρόσθεν ἐλέγετο, λόγον αἰτίας ἡ
9. κατασκευὴ πρὸς τὴν ἐνέργειαν ἔχει· τὰ δὲ ἐξ ἀνάγκης ἑπόμενα
10. ταῖς κατασκευαῖς ἀφ’ ὧν ἐνεργοῦμεν ὑγιαινόντων μὲν ἡμῶν
11. συμβεβηκότα, νοσούντων δὲ συμπτώματα καλεῖται. καὶ τέτταρα
12. ταῦτ’ ἐστὶ γένη πάντων τῶν περὶ τὸ σῶμα κατὰ φύσιν
13. τε καὶ παρὰ φύσιν ἐχόντων ἡμῶν, ἐνέργειαι, κατασκευαὶ, τὰ
14. προηγούμενα τούτων, τὰ ἑπόμενα· τιθέσθω λοιπὸν ὁ βουλόμενος
15. ὀνόματα καθ’ ἕκαστον αὐτῶν ἰδίᾳ, κᾂν εἰ Δίωνα, κᾂν
16. εἰ Θέωνα βούλοιτο καλεῖν ὁτιοῦν ἐξ αὐτῶν, οὔ μοι διαφέρει,
17. μόνον ἴστω τοῦτο καὶ φυλαττέτω διαπαντὸς, ὡς τέτταρα τὰ
1. πάντ’ ἐστὶν ἀλλήλοις παρακείμενα πράγματα. ἐπεὶ δὲ κατὰ
2. τοῦτο τοῦ λόγου γέγονα, δοκῶ μοι δικαίαν ἀξίωσιν ἐνεγκεῖν,
3. ἵν’ ὡς ἡμεῖς ἐκείνοις συγχωροῦμεν ἅττα ἄν γ’ ἐθέλωσιν ὀνόματα
4. τίθεσθαι, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνους ἡμῖν συγχωρεῖν
5. Ἑλληνικοῖς τε χρῆσθαι καὶ παλαιοῖς· ἢ δεινὸν ἂν εἴη
6. σολοικίζειν μὲν ἐκείνοις ἐξεῖναι καθάπερ τυράννοις, Ἑλληνίζειν
7. δ’ ἡμῖν οὐκ ἐξεῖναι. καλείτωσαν, εἰ βούλοιντο, τὴν ὑγείαν
8. εὐστάθειαν αὐτῶν ἐνεργειῶν, καίτοι δέδεικται πρὸς ἡμῶν ὡς
9. ἡ διάθεσίς τε καὶ ἡ κατασκευὴ τῶν μορίων, ἀφ’ ἧς κατὰ φύσιν
10. ἐνεργοῦμεν, ὑγεία πρὸς ἁπάντων Ἑλλήνων ὀνομάζεται· καὶ
11. τοῦτο θέμενοι τὴν ὑγείαν, ὅμως τὴν νόσον οὐκ ἐνεργείας
12. βλάβην, ἀλλὰ παρὰ φύσιν ἡγείσθωσαν εἶναι διάθεσιν.
13. ὡς οὖν ἡμεῖς ἐκείνους μήθ’ Ἑλληνιστὶ μήτε διαλεκτικῶς ὀνομάζοντας
14. οὐ κωλύομεν, οὕτω κᾀκεῖνοι συγχωρείτωσαν ἡμῖν
15. Ἑλληνιστί τε ἅμα καὶ διαλεκτικῶς οὐχ ἅπασαν τὴν παρὰ
16. φύσιν διάθεσιν, ἀλλ’ ἥτις ἂν ἐνέργειαν βλάπτῃ νόσημα
17. προσαγορεύειν· ἥτις δ’ ἂν παρὰ φύσιν μὲν ᾖ, μὴ μέντοι
18. βλάπτῃ γ’ ἐνέργειαν, οὐ νόσον, ἀλλὰ σύμπτωμα νοσήματος.
1. αὖθις δ’ ὥσπερ ἐκεῖνοι τὸ ἐπίμονον προστιθέασιν, οὐ δηλοῦντες
2. ἄχρι πόσων ὡρῶν ἡ παρὰ φύσιν αὕτη διάθεσις
3. παραμείνασα νόσος ἐστὶν, οὕτως ἡμῖν συγχωρείτωσαν ἀφαιρεῖν
4. τὸ ἐπίμονον· εἴτε γὰρ τρισὶν ὥραις, εἴτε τέτρασιν, εἴτε
5. καὶ ἡμίσει μόνον ὥρας ὅλῳ τις τῷ σώματι καταληφθείη
6. σφοδρῶς, ὡς μήτ’ αἰσθάνεσθαι μήτε κινεῖσθαι, τοῦτον ἡμεῖς
7. ἀπόπληκτον ὀνομάζομεν· ὥσπερ εἰ καὶ σπασθείη σύμπαντι
8. τῷ σώματι, καὶ τοῦτον ἐπίληπτον, οὔθ’ ὡρῶν ἀριθμὸν
9. οὔθ’ ἡμερῶν ἔτι προσλογιζόμενοι. μόνης γὰρ τῆς τοῦ πράγματος
10. φύσεως, οὐ τῆς τοῦ χρόνου ποσότητος ὑπάρχει δηλωτικὰ
11. τὰ τοιαῦτα τῶν ὀνομάτων, ὥσπερ οἶμαι καὶ λευκὸν
12. καὶ μέλαν καὶ θερμὸν καὶ ψυχρόν· ἢ θαυμαστὸν ἂν εἴη τὸ
13. ὕδωρ τὸ θερμὸν οὐκ εἶναι θερμὸν, ἂν μὴ δι’ ὅλης ἡμέρας
14. ὑπάρχοι τοιοῦτον, ἢ τὸν ἓξ ὥραις πυρέξαντα μὴ πεπυρεχέναι,
15. χρῆναι γὰρ καὶ τοῦτον, εἴπερ ἐπύρεξεν, ἐπίμονον
16. ἔχειν τὸ πάθος· καίτοι τίς ὁ χρόνος οὗτός ἐστιν ὁ κρίνων
17. τὸ ἐπίμονον καὶ τὸ μὴ τοιοῦτον οὐδεὶς αὐτῶν
18. ὥρισεν, ἆρά γε ἡμερῶν τις ἀριθμὸς, ἢ μηνῶν, ἢ ὡρῶν,
1. ἢ διὰ τί λέγουσιν ἐπίμονον, ἐνὸν εἰπεῖν πολυχρόνιον, ἢ
2. τοῦτο μὲν καὶ μετατιθέντες ἔνιοι ἐξ αὐτῶν δύσλυτον ὀνομάζουσιν.
3. ἀλλὰ τοῦτό γε τὸ δύσλυτον οὐ νοσήματος ἁπλῶς,
4. ἀλλὰ χρονίου νοσήματός ἐστιν ἴδιον, ὥσπέρ γε, οἶμαι, καὶ τὸ
5. ῥᾳδίως λυόμενον ὀξέος. τὸ δ’ οἴεσθαι διαφέρειν ἢ δύσλυτον,
6. ἢ ἐπίμονον, ἢ χρόνιον εἰπεῖν, ἆρ’ οὐκ ἐσχάτης ἀμαθίας
7. ἐστίν; ἔτι δὲ θαυμαστότερον, ὅταν οὗτοι μὲν ὥσπερ
8. ἐξ ὕπνου βαθέος ἐγερθέντες ἐπιχειρῶσι διορίζεσθαι πάθος
9. συμπτώματος, ὁ δὲ τῆς ἐμπληξίας αὐτῶν ἡγεμὼν ἐν τῷ δευτέρῳ
10. περὶ μεθόδου γράφει· τὰ γὰρ αὐτὰ προηγησάμενα μὲν
11. πάθη λέγεται, ἐπιγενόμενα δὲ συμπτώματα· καίτοι τοῦτό γε
12. πολὺ θαυμαστότερον ὧν ἐκεῖνοι λέγουσι, τὴν ἥπατος
13. φλεγμονὴν; εἰ μὲν εὐθὺς εἰσβάλοι κατὰ τὴν πρώτην ἡμέραν,
14. πάθος εἶναι συγχωρεῖν, εἰ δ’ ἐφ’ ἑτέρῳ τινὶ γένοιτο, κατὰ
15. τὴν δευτέραν ἢ τρίτην εἰς τὰ συμπτώματα μετατιθέναι.
16. καίτοι τί λέγω δευτέραν ἡμέραν; ἄμεινον γὰρ εἰπεῖν ὥραν
17. δευτέραν ἀπὸ τῆς εἰσβολῆς τοῦ νοσήματος. οὐ γὰρ δή που
18. κατὰ μὲν τὴν δευτέραν ἡμέραν ἡ τοῦ ἥπατος φλεγμονὴ
1. σύμπτωμα γενήσεται, κατὰ δὲ τὴν δευτέραν ὥραν ἀπὸ τῆς
2. ἀρχῆς ἄλλο τι καὶ οὐ σύμπτωμα· τὸ γὰρ ἐπιγίγνεσθαί τινι
3. προηγουμένῳ πάντως που καὶ τοῦθ’ ἕξει. ἀλλὰ τὸ οὕτω,
4. φασὶ, ταχέως ἐπιγιγνόμενον οὐδὲν διαφέρει τοῦ συνεισβάλλοντος.
5. πάλιν οὖν αὐτὸν ἐχρῆν εἰρηκέναι σαφῶς ὁπόσαις
6. ὥραις ὁρίζεται καὶ διακρίνει τοῦ συνεισβάλλοντος τὸ ἐπιγιγνόμενον.
7. ὁ Θεσσαλὸς μὲν δὴ τοιοῦτος. οἱ δὲ περὶ τὸν
8. Ὀλυμπικὸν, ὡς ἂν εἰς ἄκρον ἥκοντες σοφίας, οὐχ οὕτω διορίζουσι
9. πάθος συμπτώματος, ἀλλὰ τὸ μὲν πάθος ὡς προείρηται,
10. τὸ σύμπτωμα δὲ τὸ τῷ πάθει συμβαῖνον ὑπάρχειν
11. φασὶ, θαυμαστῶς πάνυ καὶ σαφῶς ἐξηγησάμενοι τὴν οὐσίαν
12. αὐτοῦ. τί γὰρ δὴ καὶ ὂν τὸ σύμπτωμα, ὃ τῷ πάθει συμβέβηκεν,
13. ἐχρῆν, οἶμαι, προσθεῖναί τε καὶ διορίσασθαι, ἆρά γε
14. διάθεσίς τίς ἐστι σώματος, ἢ βλάβη τινὸς ἐνεργείας, ἢ συναμφότερον.
15. ἐκεῖνοι μὲν οὖν οὐ λέγουσιν, ἡμᾶς δὲ δηλονότι μαντεύσασθαι
16. χρή. τὸ δὲ καὶ προσθεῖναι τῷ λόγῳ τοῦτ’ αὐτὸν,
17. εἰδικὴν, ὥσπερ καὶ μερικωτέραν ἔχον ἐν τοῖς παρὰ φύσιν ἐντύπωσιν,
18. ὑπερβολὴν οὐκ ἀπολέλοιπε σαφηνείας, ἅμα τῷ
1. καὶ τοῖς ὀνόμασιν Ἑλληνιστὶ καὶ παγκάλως ἑρμηνεύεσθαι,
2. εἰδικώτερόν τινα τύπον ἐν τοῖς παρὰ φύσιν ἔχειν τὸ σύμπτωμα.
3. τί ποτ’ οὖν ἐστι τὸ γενικώτερον ἔχον τὸν τύπον; οὐ
4. γὰρ εἴρηκας εἰ χωρὶς τῆς πρὸς ἐκεῖνο παραβολῆς ἐγχωρεῖ τὸ
5. εἰδικώτερον ἐξευρεῖν. εἰ δ’ ὅλως πρὸς οὐδὲν παραβάλλοντες
6. εἰδικώτερον ὀνομάζουσιν, ἀκριβῶς τε πάνυ καὶ σαφῶς
7. ἑρμηνεύουσι, καίτοι διὰ συντόμων τε ἅμα καὶ σαφῶν οἷόν τ’
8. ἦν εἰπεῖν ὡς τὰ παρὰ φύσιν ἅπαντα τὰ κατὰ τὸ σῶμα τῶν
9. ζώων ἤτοι νοσήματ’ ἐστὶν, ἢ αἴτια, ἢ συμπτώματα· κοινοῦ
10. δ’ αὐτοῖς ὄντος τοῦ παρὰ φύσιν, ἡ νόσος μὲν ἐνέργειαν
11. βλάπτει, τὸ δ’ αἴτιον ταύτης προηγεῖται, τὸ σύμπτωμα δ’
12. ἕπεται ταύτῃ, διττὸν ὂν τὴν φύσιν, ἐνεργείας μὲν βλάβη τὸ
13. ἕτερον, διάθεσις δέ τις ἀκολουθοῦσα τῷ νοσήματι τὸ λοιπόν.
14. ἀλλὰ γὰρ, ὥσπερ ἔφην, εἰ πάντα τις ἐπέρχοιτο τὰ σφάλματ’
15. αὐτῶν, οὐκ ἂν ἐπιθείη τέλος τῷ λόγῳ, καὶ γινώσκεις τοῦτο
16. ἀκριβῶς καὶ σὺ, φίλτατε Ἱέρων, ὅτι μηδὲ τὸ χιλιοστὸν αὐτῶν
17. μέρος ἐξελέγχειν ἐπεχείρησα. τοσοῦτον οὖν ἔτι προσθεὶς
18. ἐνταυθοῖ που καταπαύσω τὸ πρῶτον γράμμα, διότι κατὰ τὴν
1. ἀρχὴν τῆς μεθόδου σφάλλονται πολλοὶ τῶν ἰατρῶν, οἱ μὲν
2. ἀπὸ Θεσσαλοῦ καὶ Θεμίσωνος, οἵπερ δὴ καὶ μεθοδικοὺς ἑαυτοὺς
3. ὀνομάζουσιν, ἔσχατά τε καὶ μέγιστα σφάλματα, σὺν
4. αὐτοῖς δ’ οὐκ ὀλίγοι τῶν ἀναλογιστικῶν τε καὶ δογματικῶν
5. καὶ λογικῶν ὀνομαζομένων. εἰ μὴ γὰρ ἐξεύροι τις ἁπάσας
6. τὰς διαθέσεις ὑφ’ ὧν ἐνέργεια βλάπτεται, τὸ πλῆθος αὐτῶν
7. τῶν νοσημάτων ὁπόσον τ’ ἐστὶ καὶ ὁποῖον ἀδύνατον ἀκριβῶς
8. ὁρισθῆναι· τοῦτο δ’ οὐδ’ ἐπιχειρήσαντες ἔνιοι ποιῆσαι
9. τυράννων δίκην ἀποφαίνονται τὰ δόξαντά σφισι χωρὶς ἀποδείξεως.
10. ἔνιοι δ’ οὐ μόνον οὐκ ἀπέδειξαν, ἀλλ’ οὐδὲ παρὰ
11. τῶν ἀποδεικνύντων μανθάνουσι· καὶ τό γε πλεῖστον γένος,
12. ὡς οἶσθα, τῶν νῦν ἐπιπολαζόντων ἰατρῶν, ἔστι τοιοῦτον·
13. καὶ θαυμαστὸν ἴσως οὐδέν· ὅπου γὰρ καὶ τῶν φιλοσόφων
14. οἱ πολλοὶ χωρὶς ἀποδείξεως ἀξιοῦσι πιστεύεσθαι, τί
15. χρὴ θαυμάζειν τινὰ τῶν ἰατρῶν; οὐδὲ γὰρ σχολή γε αὐτοῖς
16. ἔστιν ἀλήθειαν ζητεῖν, ἕωθεν μὲν ἐν ἀσπασμοῖς διατρίβουσιν,
17. οὓς αὐτοὶ καλοῦσιν ἀσπασμοὺς, εἰς ἑσπέραν δ’ ἐμπιπλαμένοις
18. τε καὶ μεθυσκομένοις. ἀλλὰ κατὰ τὸν παλαιὸν
1. αὐλητὴν, ὦ Ἱέρων, ἁμιλλαίμην ἂν καὶ ταῖς Μούσαις· αἰσχρὸν
2. γὰρ αὐλητὴν μὲν οὕτως εὑρεθῆναι φιλόκαλον, οὐ μέγα τὸ
3. πρᾶγμα κατορθοῦντα, μέθοδον δὲ θεραπευτικὴν ἐκ παλαιοῦ
4. μὲν ζητουμένην, ἀκριβῶς δ’ οὔπω γεγραμμένην, ἐξευρεῖν τε
5. καὶ τελειῶσαι δυναμένους ἡμᾶς ὀκνεῖν καὶ μέλλειν καὶ ἀναβάλλεσθαι
6. διὰ τὴν ἐπιπολάζουσαν ἐν τῷ νῦν χρόνῳ ῥᾳθυμίαν.
7. ὥστ’ ἔμπαλιν ἤδη μοι δοκῶ διακεῖσθαι νῦν ἢ πρόσθεν·
8. οὐδὲ γὰρ ὑμῖν χάριν οἰκείαν δίδωμι, προτρεψαμένοις με τὴν
9. θεραπευτικὴν μέθοδον ἅπασαν ἐφεξῆς διελθεῖν. ὁ μὲν δὴ
10. πρῶτός μοι λόγος ἐνταυθοῖ τελευτάτω, τοῦ δ’ ἑξῆς παντὸς
11. ὁ δεύτερος ἀρχέσθω τοῦτον τὸν τρόπον.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 1.9, ed. Kühn, 1825, vol. 10, p. 67-77. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩