Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.1, ed. Kühn, 1825, vol. 10, p. 661-665. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.1

ΓΑΛΗΝΟΥ ΘΕΡΑΠΕΥΤΙΚΗΣ ΜΕΘΟΔΟΥ

ΒΙΒΛΙΟΝ Κ.

1. Ἐπὶ μὲν δὴ τῶν ἐφημέρων πυρετῶν ἁπλῆ
2. τίς ἐστιν ἡ παρὰ φύσιν ἐν τῷ σώματι διάθεσις, ὡς ἂν τῶν
3. πρῶτον ἐργασαμένων αἰτίων αὐτοὺς οὐκ ἔτ’ ὄντων. ἐφ’ ὧν
4. δ’ ἐστὶν ἔτι τὸ ποιοῦν αἴτιον, οὐκ ἐπὶ τούτων οὔθ’ ἡ διάθεσις
5. οὔθ’ ἡ ἴασις ἁπλῆ. χρὴ γὰρ τὸ μὲν ἤδη γεγονὸς τοῦ
6. πυρετοῦ λύειν ἐκ τῆς οἰκείας ἐνδείξεως αὐτοῦ, τὸ δὲ γεννησόμενον
7. ἀποτρέπειν τε καὶ κωλύειν γενέσθαι· κωλυθήσεται
8. δὲ τῆς ποιούσης αἰτίας αὐτὸ τελέως ἐκκοπείσης. ὥστ’ ἐν μὲν
9. τοῖς ἐφημέροις ἡ τῶν πρακτέων ἔνδειξις ἐκ τοῦ πυρετοῦ μάλισθ’
1. ἡμῖν ἔσται, συνεπισκοπουμένοις αὐτῷ φύσιν καὶ ἡλικίαν
2. καὶ ἔθος, ὥραν τε καὶ κατάστασιν καὶ χώραν καὶ δύναμιν.
3. ἐν δὲ τοῖς ἄλλοις ὅσοι τὴν ἀνάπτουσαν αὐτοὺς αἰτίαν ἔχουσιν
4. ἔνδον ὁ πρῶτος σκοπὸς τῆς ἐνδείξεως ἀπὸ τῆς αἰτίας
5. ἐστίν. εἴπερ οὖν ὀρθῶς ἡμῖν ἐδείχθη σῆψις χυμῶν αἰτία τῶν
6. πολυημέρων εἶναι πυρετῶν, ταύτην ἰάσασθαι χρὴ πρώτην,
7. οὐκ ἀμελοῦντας οὐδὲ τοῦ σβεννύναι τὸν ἐξ αὐτῆς ἀνῆφθαι
8. φθάσαντα πυρετόν. εἰ μὲν οὖν εἰς ταὐτὸ συμβαίνοι τά τε
9. τοῦ πυρετοῦ σβεστήρια καὶ τὰ τῆς αἰτίας ἀλεξητήρια, τὸ δηλούμενον
10. ὑπ’ ἀμφοῖν ἓν ὂν ἑτοίμως πρακτέον. εἰ δὲ ἡ τῶν
11. ἤδη γεγονότων πυρετῶν ἴασις αὐξάνει τὴν ἀνάπτουσαν αὐτοὺς
12. αἰτίαν, ἢ τὰ τὴν αἰτίαν ἐκκόπτοντα παροξύνει τοὺς
13. πυρετοὺς, ἐπισκεπτέον ἀκριβῶς ὑπὲρ τῆς τῶν βοηθημάτων
14. ἰδέας. ἐπίσκεψις δ’ ἀκριβὴς ἄν σοι γένηται διελομένῳ τὴν
15. ὅλην σκέψιν εἰς τρεῖς τούτους σκοποὺς, ἆρά γε τὸν πυρετόν
16. ἐστι μόνον ἰατέον ἀμελοῦντα τῆς αἰτίας, ἢ τὴν αἰτίαν ἐκκοπτέον
17. οὐδὲν φροντίζοντα τοῦ πυρετοῦ, ἢ τὸ μὲν πλεῖστον
18. τῶν βοηθημάτων ὡς πρὸς θάτερον αὐτῶν ἐστὶ ποιητέον,
1. οὐκ ἀμελητέον δ’ οὐδὲ τοῦ λοιποῦ. τὸ μὲν οὖν πρῶτον τῶν
2. ῥηθέντων οὐκ ἐπαινέσομεν· εἰ γὰρ οἷς ἂν ἰώμεθα βοηθήμασι
3. τὸ γενώμενον ἀεὶ τοῦ πυρετοῦ, ταῦθ’ ἡμῖν αὐξήσει τὴν
4. ποιοῦσαν αὐτὸν αἰτίαν, οὔτ’ ἀναιρήσομέν ποτε τὴν γένεσιν
5. αὐτοῦ οὔτε τὸ μέγεθος καθαιρήσομεν· ἥ τε γὰρ γένεσις ἀκολουθήσει
6. τῇ ποιούσης αἰτίας ἰδέᾳ τό τε μέγεθος ἐκείνῃ
7. συναυξηθήσεται. τὸ δὲ δεύτερον τῶν ῥηθέντων εἰ διορισώμεθα,
8. γένοιτ’ ἂν ἡμῖν χρηστόν. εἰ μὲν γὰρ ἀφόρητον εἴη τῷ
9. κάμνοντι τὸ τοῦ πυρετοῦ μέγεθος, οὐ χρὴ δι’ ὧν τὴν αἰτίαν
10. ἐκκόπτομεν αὐξάνειν τὸν πυρετόν. ἅμα γὰρ, ὡς ἔοικεν, ἀναιρήσομεν
11. ἀμφοτέρους, τόν τε πυρετὸν καὶ τὸν ἄνθρωπον. εἰ
12. δ’ οὕτως εἴη μέτριος ὁ πυρετὸς ὥστε μὴ προκαταλῦσαι τὴν
13. δύναμιν τοῦ νοσοῦντος ἐν ᾧ χρόνῳ πρὸς τὴν αἰτίαν ἐνιστάμεθα
14. μόνην, οὐκ ἀπόβλητος ὁ τοιοῦτος ἂν εἴη τρόπος. οὐκ
15. ἀπόβλητος δὲ οὐδὲ ὁ τρίτος, ἀνθίστασθαι μὲν κελεύων τῷ
16. μείζονα τὴν ἀξίαν ἔχοντι, μὴ μέντοι μηδὲ θατέρου παντάπασιν
17. ἀμελεῖν. ὡς τὰ πολλὰ μὲν οὖν ἡ αἰτία μείζονα τὴν
18. ἰσχὺν ἔχει. γένοιτο δ’ ἄν ποτε τηλικοῦτον τοῦ πυρετοῦ τὸ
1. μέγεθος ὡς ὑπόγυιον ἐπιφέρειν τὸν ὄλεθρον, εἰ μή τις αὐτὸ
2. κωλύσειεν· ἥνικα γε χρὴ τοῦτ’ ἐκκόψαντας πρότερον, ἐπὶ τὴν
3. τῆς αἰτίας ἀναίρεσιν ἰέναι. ταυτὶ μὲν οὖν, ὦ Εὐγενιανὲ, διωρίσθω
4. σοι κατ’ ἀρχὰς εὐθέως ὑπὲρ τῶν ἐναντίων ἐνδείξεων.
5. ἐπεὶ δ’ ἐν τῷ ταύτας ἐξετάζειν οὐ σμικρὰν μοῖραν εἰς τὸ
6. σωθῆναι τὸν ἄνθρωπον ἡ δύναμις ἔχειν ἐφάνη, γίγνοιτ’ ἄν
7. σοι καὶ ἥδε σκοπὸς οὐ σμικρὸς εἰς τὴν τῶν πρακτέων εὕρεσιν.
8. ὥστε εἶναι τοὺς πρώτους τρεῖς σκοποὺς ἐνδεικτικοὺς τῶν
9. ποιητέων ἐν τοῖς ὑποκειμένοις τῇ σκέψει πυρετοῖς· ἕνα μὲν
10. οὖν αὐτὸν τὸν πυρετὸν, ἕτερον δὲ τὴν γεννῶσαν αὐτὸν
11. αἰτίαν, καὶ τρίτον τὴν δύναμιν. ἀλλὰ τοὺς μὲν δύο πρώτους
12. σκοποὺς ἀναιρεῖν προσήκει, φυλάττειν δὲ τὸν τρίτον. ἔσται
13. δή σοι κᾀνθάδε πάλιν ἡ αὐτὴ σκέψις ἣν μικρὸν ἔμπροσθεν
14. ἐσκέψω, παραβάλλοντι τῇ δυνάμει τόν τε πυρετὸν ἐν μέρει
15. καὶ τὴν αἰτίαν, εἶτα εἰ μὲν τῶν αὐτῶν ἄμφω δέοιντο βοηθημάτων,
16. ἑτοίμως λαμβάνοντι, μαχομένων δὲ τῶν ἐνδείξεων,
17. ἤτοι τὴν ἀπὸ τῆς δυνάμεως ἢ τὴν ἀπὸ τῆς αἰτίας
18. ἢ τοῦ πυρετοῦ προαιρουμένῳ, ἢ τῷ μὲν ἰσχυροτέρῳ
1. μᾶλλον ἑπομένῳ, μὴ μέντοι γ’ ἀμελοῦντι μηδὲ τῶν ὑπολοίπων.
2. ἐκ γάρ τοι τῶν τοιούτων διορισμῶν διδαχθήσῃ πρώτως
3. μὲν τὴν αἰτίαν ἐκκόπτειν καὶ τὸν πυρετὸν, ὅταν στοχαζομένῳ
4. σοι φαίνηται τοῖς τοιούτοις ἰάμασιν ἡ δύναμις ἐξαρκοῦσα·
5. πρώτην δ’ αὖ πάλιν ῥωννύναι τὴν δύναμιν, ὅταν
6. ἄῤῥωστος οὖσα μὴ φέρῃ τά τε τῆς αἰτίας καὶ τὰ τοῦ πυρετοῦ
7. βοηθήματα. καὶ μέντοι καὶ πάντων ἅμα στοχάζεσθαί
8. ποτε δυνατὸν, ὡς ὀλίγον ἔμπροσθεν ἐπί τε τοῦ πυρετοῦ καὶ
9. τῆς αἰτίας ἐδείχθη.

Cliquer un n° de page pour en afficher l’image