Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.10, ed. Kühn, 1825, vol. 10, p. 706-726. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.10

4. Ἐγὼ δ’ αἰσθανόμενος ὕστερον τὸ μέτρον
5. ἤδη τῆς προκειμένης πραγματείας ἐκπίπτων ἐπὶ τὰ συνεχῆ
6. τοῦ λόγου μεταβήσομαι. συνεχὴς δ’ ἐπὶ τοῖς εἰρημένοις ἡ
7. περὶ βαλανείου σκέψις αὐτοῦ τε τοῦ πράγματος ἕνεκα ἔτι
8. τε μάλιστα ἐπειδὴ Φίλιππος ἡγεῖται βλάπτειν αὐτὸ τοὺς
9. μαραινομένους. ἐγὼ τοίνυν ἣν ἔχω γνώμην ὑπέρ γε τῆς δυνάμεως
10. ἁπάσης τῶν βαλανείων καὶ προσέτι τὸν εἰς τοὺς ἑκτικοὺς
11. καὶ μαρασμώδεις ἢ ἁπλῶς εἰπεῖν ἅπαντας, ἐν τῷδε τῷ
12. λόγῳ μάλιστ’ ἂν διέλθοιμι. μέμνημαι γὰρ ὅτι καὶ πρόσθεν
13. ἐπὶ τῶν ἐφημέρων πυρετῶν ἐπῄνουν αὐτά· καὶ κατὰ τὸν
14. ἕβδομον λόγον ἐπὶ τῶν κατὰ ξηρότητα δυσκρασιῶν τῆς γαστρὸς
15. ἀπεπτούντων τε καὶ λεπτυνομένων ἐκέλευον χρῆσθαι
16. πολλάκις. οὐ μὴν περί γε τῆς συμπάσης δυνάμεως ἐν
17. ἑτέρῳ τινὶ λόγῳ διῆλθον, ἀλλ’ εἰς τοῦτον ἐφύλαξα καθ’ ὃν
1. ἀγωνιστικωτέρα μάλιστά ἐστιν ἡ χρῆσις αὐτοῦ καὶ τὸν Φίλιππον
2. ἔχει κωλύοντα. δέδεικται μὲν οὖν ἤδη καὶ πρόσθεν ἐπὶ
3. τῆς τῶν ἑλκῶν ἰάσεως ἡ αἰτία τῆς ἀγνοίας τῶν καθ’ ἕκαστον
4. πάθος οἰκείων σκοπῶν· εἰρήσεται δ’ οὐδὲν ἧττον καὶ νῦν, εἴς
5. τε τὰ παρόντα καὶ τὰ μέλλοντα χρήσιμος ὑπάρχουσα. μιᾶς
6. μὲν γὰρ ἐν τῷ σώματι διαθέσεως οὔσης, εἰ καὶ μὴ τῷ λόγῳ,
7. τῇ πείρᾳ γοῦν εὑρεῖν οὐ χαλεπὸν αὐτῆς ἐστι τὴν ἴασιν· ἐπιπλεκομένων
8. δὲ δυοῖν ἢ τριῶν, καὶ μάλισθ’ ὅταν ἐναντιωτάτων
9. ἀλλήλοις δέωνται βοηθημάτων, ἀδύνατον μὲν εὑρεῖν τῇ πείρᾳ
10. τὸ ποιητέον, οὐ ῥᾴδιον δ’ οὐδὲ τῷ λόγῳ. καὶ γὰρ καὶ τὴν
11. οὐσίαν ἑκάστης τῶν διαθέσεων ἀκριβῶς χρὴ γνῶναι καὶ
12. τὴν οἰκείαν τῆς θεραπείας ἐφ’ ἑκάστης αὐτῶν ἔνδειξιν λαβεῖν,
13. ἥντινά τε χρὴ πρώτην τῶν ἄλλων ἢ μαλλόν, ἥντινα δ’
14. ἧττον ἢ δευτέραν ἢ τρίτην ἰάσασθαι. διὰ ταύτην οὖν τὴν
15. αἰτίαν οὔθ’ ὅτι πυρετῶν ᾗ πυρετοὶ συμπάντων ἐστὶν ἴδιον
16. ἴαμα τὸ ψυχρὸν, εἴτε οὖν κατ’ ἐνέργειαν εἴτε κατὰ δύναμιν
17. εἴη τοιοῦτον, ἐγνώσθη τῷ πλήθει τῶν ἰατρῶν, οὔθ’ ὅτι κατὰ
18. συμβεβηκὸς ἕτερα πολλὰ πέφυκε ψύχοντα πυρετῶν γίνεσθαι
1. βοηθήματα. περὶ ὧν εἴρηται μὲν ἤδη τι κᾀν τοῖς ἔμπροσθεν
2. εἰρήσεται δὲ κᾀν τοῖς αὖθις. ἔνια γὰρ τῶν βοηθημάτων ἐπιπεπλεγμένην
3. τέ πως ἔχει καὶ διττὴν δύναμιν, ὡς καὶ πρώτως
4. ὀνινάναι καὶ κατὰ συμβεβηκὸς, οἷόν πέρ ἐστι καὶ τὸ λουτρόν.
5. ἡ μὲν γὰρ πόσις τοῦ ψυχροῦ καθ’ ἑαυτὴν μὲν ὀνίνησιν, ἐνεργείᾳ
6. ψύχουσα· χυλὸς δ’ ὄμφακος τῇ δυνάμει ψυκτικὸν φάρμακον.
7. ταυτὶ μὲν οὖν ἀμφότερα ψύχει πρώτως, ὅπερ ἐστὶ
8. καθ’ ἑαυτὰ, διὰ μέσου μηδενός· αἵματος δ’ ἀφαίρεσις, ὡς
9. ἔμπροσθεν ἐδείκνυμεν, ἐπὶ τῶν συνόχων καλουμένων πυρετῶν
10. οὐκέτι πρώτως, ἀλλὰ κατὰ συμβεβηκὸς ἰᾶταί ποτε τὰς θερμὰς
11. δυσκρασίας. ὡσαύτως δὲ καὶ κλυστὴρ καὶ κάθαρσις ἐπιβροχή
12. τε καὶ κατάπλασμα διαφορητικὸν ἢ πεπτικόν. ἑκατέρας
13. δὲ τὰς δυνάμεις ἔχει συλλαβὸν ἐν ἑαυτῷ τὸ προκείμενον ἐν
14. τῷ λόγῳ λουτρὸν, ὡς ἂν οἶμαι σύνθετον ὑπάρχον ἐκ διαφερόντων
15. ταῖς δυνάμεσι τῶν ἑαυτοῦ μερῶν. εἰσελθόντες μὲν γὰρ
16. ὁμιλοῦσιν ἀέρι θερμῷ, μετὰ δὲ ταῦτα εἰς ὕδωρ εἰσίασι θερμὸν,
17. εἶτ’ ἐξελθόντες εἰς ψυχρὸν, εἶτ’ ἀπομάττονται τὸν
1. ἱδρῶτα. δύναται δὲ τὸ μὲν πρῶτον αὐτοῦ μέρος θερμῆναί τε
2. δι’ ὅλου τοῦ σώματος καὶ χέαι τὰς ὕλας, ὁμαλῦναί τε τὰς
3. ἀνωμαλίας, ἀραιῶσαί τε τὸ δέρμα καὶ κενῶσαι πολλὰ τῶν
4. ἔμπροσθεν ὑπ’ αὐτοῦ κατεχομένων. τὸ δὲ δεύτερον, ὅταν
5. ἐπὶ ξηρᾷ διαθέσει τοῦ σώματος αὐτῷ τις χρῆται, νοτίδα χρηστὴν
6. ἐνθεῖναι τοῖς στερεοῖς τοῦ ζώου μορίοις. ἡ δὲ τρίτη
7. μοῖρα τῶν λουτρῶν, ἐπειδὰν τῷ ψυχρῷ τύχωμεν χρώμενοι,
8. ψῦξαί τε σύμπαν τὸ σῶμα καὶ πυκνῶσαι τὸ δέρμα
9. καὶ ῥῶσαι τὰς δυνάμεις. τὸ δὲ τέταρτον ἐκκενῶσαι δι’ ἱδρώτων
10. τὸ σῶμα χωρὶς τῆς ἐκ τοῦ ψύχεσθαι βλάβης. ταῦτ’ οὖν
11. δυναμένου περὶ τὸν ἄνθρωπον ἐργάζεσθαι πάντα τῶν ποτίμων
12. ὑδάτων εὐκράτου λουτροῦ καὶ πρὸς τούτοις ἔτι φρίκας
13. τε καὶ πυκνώσεις τοῦ δέρματος, ὅταν ἀκαίρως λούσωνται,
14. πειρατέον ἐφεξῆς διορίσαι πάντα, περὶ πρώτων ἐκείνων τὸν
15. λόγον ποιησαμένους ὅσοι φρικώδεις γίγνονται λουόμενοι.
16. μία μὲν γὰρ αὐτοῖς ἐστιν ἡ ὡς ἂν εἴποι τις αἰτία συνεκτικὴ
17. τοῦ γινομένου συμπτώματος, ἄλλαι δ’ ἐκείνης πλείους
18. προηγοῦνται. τὴν μὲν δὴ τὸ φρίττειν ἐργαζομένην αἰτίαν
1. εἶναί φημι κίνησιν ἀθροωτέραν τῶν δακνωδῶν περιττωμάτων.
2. ὅθεν οἷς ταῦτα μὲν πολλὰ, πυκναὶ δὲ αἱ σάρκες
3. ἢ τὸ δέρμα φρίττουσιν, ἄν τε εἰς βαλανεῖον εἰσέλθωσιν,
4. ἄν τε ἐν ἡλίῳ στῶσιν, ἄν τε κινηθῶσιν ὁπωσοῦν σφοδρότερον
5. ἤτοι δι’ αἰωρήσεων ἢ τρίψεων ἢ γυμνασίων· οἷς δ’ ὀλίγα
6. ταῦτ’ ἐστὶ καὶ ἡ τοῦ σώματος ἕξις ἑτοίμη χαλασθῆναι καὶ
7. ἀραιωθῆναι πρὸς τῆς ἀμφ’ αὐτοῦ θερμασίας, οὐ μόνον οὐ
8. φρίττουσιν, ἀλλὰ καὶ βελτίους γίγνονται κενουμένων τῶν περιττωμάτων.
9. εἰκότως τοίνυν οὔτ’ ἐν τῇ τῆς ἐπισημασίας ἀρχῇ
10. τις ἔλουσεν ἄῤῥωστον οὔτ’ ἐν ἐπιδόσει· πεπύκνωται γὰρ ἐν
11. ἐκείνῳ τῷ χρόνῳ καὶ πεπίληται τὸ δέρμα καὶ ἡ ὑποκειμένη
12. μετ’ αὐτὸ σαρκώδης οὐσία. κατὰ δὲ τὰς παρακμὰς ἤτοι γε
13. ἀρχομένας ἢ προιούσας ἢ προελθούσας ἐπιπλέον ἡμεῖς τε
14. πολλάκις ἄλλοι τέ τινες ἰατροὶ πολλοὺς τῶν καμνόντων λούσαντες
15. ὠφέλησαν οὐ σμικρά. πότε μὲν οὖν χρὴ τῆς παρακμῆς
16. ἀρχομένης ἢ προελθούσης ἢ καὶ κατὰ τὴν ἀκμὴν ἐνίοτε,
17. καὶ γὰρ καὶ τοῦτο συμβαίνει ποτὲ σπανίως, ἐπὶ τὸ βαλανεῖον
18. ἀπάγειν ἐν τοῖς ἑξῆς διοριῶ. νυνὶ δὲ ὑπὲρ τῆς καθόλου δυνάμεως 
1. ἑκάστου τῶν τοῦ λουτροῦ διελθεῖν προθέμενος ἓν τὸ
2. πρῶτον πάντων δίειμι καί φημι πολλοὺς μὲν καὶ τῶν ἀπεπτησάντων,
3. ἔτι δὲ πλείους οἷς πλῆθός ἐστι δακνωδῶν περιττωμάτων,
4. ἅπαντάς τε τοὺς ἐν ἐπισημασίαις ἢ ἀναβάσεσι, καὶ
5. τοὺς ἐν ἀκμῇ δὲ πλὴν ὀλίγων δή τινων, εἰκότως φρίττειν, ἄν τ’
6. εἰς βαλανεῖον εἰσέλθωσιν, ἄν τ’ ἐν ἡλίῳ θερμῷ στῶσιν, ἄν τε
7. γυμνασίοις ἢ τρίψεσιν ἢ αἰωρήσεσιν ἐπιχειρήσωσιν· ἕκαστον
8. γὰρ τῶν εἰρημένων ἀθρόαν ὁρμὴν ἐργάζεται τῶν περιττωμάτων.
9. ὅταν δὲ ἔτι μὲν ὑπάρχῃ πυκνὸν οὑτωσὶ τὸ δέρμα τῶν
10. λουομένων, ὡς κατὰ τὴν πρώτην τοῦ περιέχοντος ἀέρος
11. προσβολὴν, μὴ δύνασθαι τὴν κατὰ φύσιν ἀπολαβεῖν ἑαυτοῦ
12. διάθεσιν, ἀλλὰ χρόνου πλέονος εἴη εἰς τοῦτο δεόμενον, ἀθρόα
13. δὲ ὁρμήσῃ πρὸς τοὐκτὸς φέρεσθαι τὰ περιττὰ, κατέχεσθαί τε
14. τοὐντεῦθεν ἀναγκαῖόν ἐστιν αὐτοῖς καὶ δάκνειν, ἀθροιζομένοις
15. ὑπὸ τὸ δέρμα καὶ διὰ τῶν σαρκῶν φερομένοις. δέδεικται
16. δ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὡς τὰ δακνώδη περιττώματα
17. διὰ τῶν αἰσθητικῶν σωμάτων φερόμενα ῥίγη τε καὶ
18. φρίκας ἐργάζεται. τοῦ μὲν δὴ φρίττειν ἐν τοῖς λουτροῖς ἅπαντας
1. τοὺς εἰρημένους ἐξευρήκαμεν ἤδη τὰς αἰτίας, ὥσπερ γε
2. καὶ τοῦ μὴ φρίττειν οἷς ἤτοι μηδ’ ὅλως ἐστὶ δακνῶδες μηδὲν
3. ἐν τῷ σώματι περιττὸν ἢ τοσοῦτον ὡς ῥᾳδίως ἐκκενοῦσθαι.
4. περὶ τούτων οὖν αὖθις αὐτῶν ὁ λόγος ἡμῖν γιγνέσθω, δι’ οὓς
5. καὶ τῶν φριττόντων ἐμνημονεύσαμεν. εἰ γάρ τις εἰσελθὼν εἰς
6. βαλανεῖον οὐκ ἔφριξεν, ἀλλ’ ἐχαλάσθη τε καὶ ἠραιώθη τὸ
7. δέρμα, τούτῳ πάντως ἀναγκαῖον ἕπεσθαι τὰ πρόσθεν λεχθέντα,
8. κένωσιν τῶν περιττῶν, ὁμαλὴν θερμότητα δι’ ὅλου
9. τοῦ σώματος, ἀραίωσιν τῶν πόρων, χάλασιν τῶν συντεταμένων,
10. χύσιν τῶν πεπιλημένων. ἡ μὲν οὖν κένωσις τῶν περιττωμάτων
11. χρησιμωτάτη πᾶσι πυρετοῖς ἐστιν· ὡσαύτως δ’
12. ἀραίωσίς τε καὶ χάλασις· οὔτε δὲ ἡ χύσις οὔθ’ ἡ θερμότης.
13. ἀλλ’ ἡ μὲν θερμότης ἅπασιν ἐναντία· ψύχεσθαι μὲν γὰρ
14. αὐτῶν ἡ διάθεσις, οὐ θερμαίνεσθαι δεῖται. τὸ διαχεῖσθαι δ’
15. ὁμαλῶς τοῖς μὲν στερεοῖς τοῦ ζώου μορίοις οὐκ ἀνεπιτήδειον,
16. τοῖς χυμοῖς δ’ ἀεὶ λυσιτελὲς, ἀλλ’ ὅταν ἤτοι φλεγμονή
17. τις ἢ ὁμοία φλεγμονῇ διάθεσις ὑπάρχῃ κατὰ τὸ ζῶον,
18. ἢ πλῆθος ὁποτερονοῦν, εἴτε τὸ πρὸς τὴν δύναμιν εἴτε τὸ
1. πρὸς τὴν εὐρυχωρίαν τῶν ἀγγείων, ἁπάντων ἐστὶ βλαβερώτατον.
2. αὐξάνονται μὲν οὖν αἱ φλεγμοναὶ τῶν θερμανθέντων
3. καὶ χυθέντων χυμῶν ἐπιῤῥεόντων αὐταῖς. διατείνονται δ’ οἱ
4. χιτῶνες τῶν ἀγγείων, μὴ στέγοντες τὸ πλῆθος ἐν τῇ χύσει
5. πνευματωθέν· ἡ δύναμις δ’ αὐτῷ τούτῳ κακοπαθεῖ.
6. ταῖς τοίνυν θερμαῖς καὶ ξηραῖς διαθέσεσι τοῦ σώματος,
7. ὑπὲρ ὧν ὁ λόγος ἦν, ἀποχεῖσθαι μὲν τὰ δακνώδη χρηστὸν,
8. ἀκίνδυνος γὰρ ἡ χύσις, οὐκ ἀβλαβὴς δ’ ἡ θέρμανσις. ἐκ μὲν
9. δὴ τοῦ πρώτου μέρους τῶν λουτρῶν μεμνῆσθαι χρὴ ταῦθ’
10. ὑπάρξαντα τοῖς οὕτω κάμνουσιν, ὅταν ἐν καιρῷ λούωνται.
11. μετίωμεν δήπου πρὸς τὸ δεύτερον αὐτῶν μέρος, ὅπερ ἦν αὐτὸ
12. τὸ κυριώτατον προσαγορευόμενον λουτρόν. ἐν τούτῳ τοίνυν
13. ὑγραινόμενοι μὲν ὀνίνανται, θερμαινόμενοι δ’ οὐδὲν ὀνίνανται.
14. μετέλθωμεν οὖν αὖθις ἐπὶ τὸ τρίτον, ἐν ᾧ ψύχεται μὲν
15. ἀλύπως τὰ τεθερμασμένα, ῥώννυται δ’ ἡ δύναμις. ὅσα δ’
16. ἠραιώθη τε καὶ περαιτέρω τοῦ προσήκοντος ἐχαλάσθη, ταῦτα
17. εἰς τὴν κατὰ φύσιν ἐπανέρχεται συμμετρίαν, ὡς δηλοῖ καὶ τὸ
18. τέταρτον τοῦ λουτροῦ μέρος. ἐφ’ ὧν γὰρ ἐπράχθη καλῶς
1. πάντα, καὶ μετὰ τὴν τοῦ ψυχροῦ χρῆσιν ἱδροῦσιν ἔτι καὶ πάντ’
2. αὐτῶν ἐκκενοῦται τὰ περιττά. καὶ τοίνυν ἐκ πάντων ὧν εἴπομεν
3. περὶ βαλανείων ἀθρόον κεφάλαιον συμβαίνει, κεκενῶσθαι
4. μὲν ὅσον ἦν ἐπὶ τῷ σώματι λιγνυῶδές τε καὶ καπνῶδες· ἐν
5. δὲ τῇ κατὰ φύσιν ὑπάρχειν συμμετρίᾳ τὰς σάρκας καὶ τὸ
6. δέρμα, τὸν δὲ τῶν στερεῶν μορίων αὐχμὸν πεπαῦσθαι, καὶ
7. τὴν θερμασίαν οὐ μόνον τὴν ἐκ τοῦ λουτροῦ προσγινομένην,
8. ἀλλὰ καὶ τὴν ἔμπροσθεν οὖσαν ὑπὸ τῆς τοῦ ψυχροῦ χρήσεως
9. ἀναιρεῖσθαι. μέγιστον δὲ τοῦ λόγου τεκμήριον ἡ συμβαίνουσα
10. κατάστασις ἐπὶ τοῖς τοιούτοις λουτροῖς, ὅταν ὁδοιπορήσωμεν
11. ἐν ἡλίῳ θερμῷ. παραγινόμεθα μὲν ἐπ’ αὐτὰ μηδὲ φθέγξασθαι
12. δυνάμενοι διὰ τὴν ξηρότητα τῆς γλώττης καὶ φάρυγγος,
13. ἅπαν τε τὸ σῶμα καρφαλέον ἔχοντες. ἐξελθόντες δὲ τοῦ ψυχροῦ
14. παραχρῆμα πάντ’ ἀνακτώμεθα τὰ κατὰ φύσιν, οὔτε τῇ
15. πυρώδει θερμασίᾳ κάμνοντες οὔτε τῇ ξηρότητι δυσφοροῦντες
16. ἑτοίμως τε φθεγγόμενοι καὶ τῆς δίψης τὸ πλεῖστον ἰαθέντες.
17. ἄρ’ οὖν ἐναργέστερον ἔτι δύναμιν λουτρῶν γνῶναι ποθεῖς
18. ἐπὶ ξηραῖς καὶ θερμαῖς σωμάτων διαθέσεσιν; ἐγὼ μὲν οὐκ
1. οἶμαι. πάρεστι δὲ τοῖς βουλομένοις πειραθῆναι μετὰ τὴν
2. τοιαύτην ὁδοιπορίαν ἀλουτήσασι τῆς ἑπομένης βλάβης. ἢ
3. γὰρ εὐθέως πυρέξουσιν ἢ πολλῆς ἄσης ἀνάπλεοι διατελέσουσι
4. βαρυνόμενοι τὴν κεφαλὴν καὶ μάλιστα ἐὰν μηδέπω τῷ ψυχρῷ
5. σβέσωσι τὸ καῦμα. πολλοὶ μέντοι νεανίσκοι μετὰ τὰς
6. τοιαύτας ὁδοιπορίας εὐθέως εἰς ὕδωρ ψυχρὸν ἑαυτοὺς ἐπιῤῥίψαντες
7. ὠνίναντο, καὶ μάλισθ’ ὅσοι περ ἂν ὦσιν ἰσχυροὶ καὶ
8. ψυχρῶν λουτρῶν ἐθάδες. οὕτω δὲ κᾀν τοῖς ἀγροῖς, ἐν οἷς οὐκ
9. ἔστι βαλανεῖα, πράττουσιν, εἰς λίμνας ἢ ποταμοὺς ἑαυτοὺς
10. ἐμβάλλοντες οὐδενὸς ἰατροῦ συμβουλεύσαντος αὐτοῖς, ἀλλ’
11. ὑπὸ τῆς διοικούσης τὸ σῶμα φύσεως ἀγόμενοι πρὸς τὸ δέον,
12. ἥτις καὶ τοῖς ἀλόγοις ζώοις τὰς ἐπὶ τἀναντία τῶν λυπούντων
13. ὁρμὰς ἐντίθησι· λούεται γὰρ κᾀκεῖνα ψυχρῷ τῷ θάλπει καταπονούμενα,
14. καθάπερ γε καὶ θερμὰς εὐνὰς ἐξευρίσκει τῷ
15. κρύει κάμνοντα. κατὰ δὲ τὴν τοιαύτην ἐναντίωσιν ἐσθίει
16. μὲν πεινῶντα, πίνει δὲ διψῶντα, καὶ τἄλλα πάντα πράττει
17. φύσει. καὶ εἴπερ γε διάγνωσιν ἀκριβῆ τῆς τῶν πυρεττόντων
18. εἴχομεν φύσεως, ἐτολμῶμεν ἂν, οἶμαι, συνεχῶς ἐξ αὐτῶν 
1. λούειν ἐν ὕδασιν ἐνίους ψυχροῖς βαλανείου χωρίς. ὅτι μὲν γάρ
2. εἰσί τινες οἱ δεόμενοι τούτου δῆλον ἐκ τῶν ὠφεληθέντων, οὓς
3. οὐκ ἂν ὤνησε τὸ ψυχρὸν λουτρὸν, εἴπερ μὴ διέκειντο κατ’
4. ἐκεῖνον τὸν καιρὸν ἐπιτηδείως πρὸς αὐτό. τῷ δ’ ἀγνοεῖν ἡμᾶς
5. ἀκριβῶς τὰς διαθέσεις μεγίστην τε τὴν ἐκ τῆς ἀποτυχίας
6. ὑπάρχειν βλάβην ἀφιστάμεθα τῶν τοιούτων βοηθημάτων καὶ
7. μάλιστα ἐπὶ τῶν ἑκτικῶν πυρετῶν, ὡς ἂν ὀλιγαίμου καὶ ὀλιγοσάρκου
8. κᾀπιμέλου τοῦ σώματος αὐτοῖς γεγονότος. οὐδὲν
9. γὰρ ἔχουσι τῶν στερεῶν μορίων πρόβλημα τὴν ἐκ τοῦ
10. ψυχροῦ προσβολὴν ἀλύπως ἐκδεχόμενον, ἀλλὰ αὐτοῖς εὐθέως
11. προσπίπτει τοῖς ὁμοιομερέσιν ὀνομαζομένοις, ὑφ’ ὧν ἅπασι
12. τοῖς ζώοις αἱ ἐνέργειαι γίνονται. νέος δ’ ἄν τις εὔσαρκος ὥρᾳ
13. θέρους ἐν ἀκμῇ πυρετώδους νοσήματος, ἄνευ σπλάγχνου
14. φλεγμονῆς, εἰς ψυχρὸν ἑαυτὸν ἐμβαλὼν ὕδωρ ἱδρῶτα κινήσειεν·
15. εἰ δὲ καὶ ψυχρολουσίας συνήθης εἴη, πάνυ θαῤῥῶν χρήσοιτο
16. τῷ βοηθήματι. ἀλλὰ περὶ μὲν τῶν τοιούτων σωμάτων
17. αὖθις εἰρήσεται. τοῖς δὲ τὸν ἑκτικὸν πυρέττουσι πυρετὸν
18. ἐπὶ θερμῇ καὶ ξηρᾷ κράσει καὶ μάλιστα τοῖς ἤδη μαραινομένοις
1. οὐκ ἀσφαλὲς εἰς ὅλον ἀναῤῥίπτειν, ἐπὶ τοιοῦτον ἰοῦσι
2. βοήθημα· καθάπερ οὐδ’ ὅσοι θέρους ὥρᾳ θερμοῦ καὶ ξηροῦ
3. μακροτέραν ὁδὸν ἀνύσαντες ἰσχνοὶ καὶ ἀσθενεῖς ὄντες ἐμψυχθῆναι
4. δέονται· οὐδὲ γὰρ οὐδὲ τούτοις ἀκίνδυνος ἡ τοῦ ψυχροῦ
5. χρῆσις ἄνευ τοῦ κατὰ βαλανεῖον ὁμαλῶς προθερμανθῆναι.
6. τοιοῦτον γάρ τοι συμβαίνειν ἔοικεν ἡμῖν εἰς τὴν ψυχρὰν
7. δεξαμενὴν εἰσιοῦσιν ἐπὶ τοῖς βαλανείοις, οἷόν τι καὶ τῇ τοῦ
8. σιδήρου βαφῇ· καὶ γὰρ ψυχόμεθα καὶ τονούμεθα, καθάπερ
9. ἐκεῖνος, ἐπειδὰν διάπυρος γενόμενος ἐμβάπτηται τῷ ψυχρῷ.
10. καὶ τούτου χάριν ἐπὶ τῶν ἀσθενεστέρων σωμάτων εὕρηται τὰ
11. βαλανεῖα, προθερμαίνοντα καὶ προπαρασκευάζοντα τῷ ψυχρῷ
12. λουτρῷ. τοιοῦτον δὲ δή τι καὶ οἱ χωρὶς τοῦ βαλανείου
13. χρώμενοι τῷ ψυχρῷ πράττουσιν, ὅταν προγυμνασθέντες εἰς
14. αὐτὸ καθάλλωνται. οἷον γάρ τι τὸ βαλανεῖον ἡμῖν ἐστι, τοιοῦτον
15. ἐκείνοις τὸ γυμνάσιον οὐ μόνον ἐκθερμαῖνον, ἀλλὰ καὶ
16. τὴν ἐκ τοῦ βάθους κίνησιν τῆς ἐμφύτου θερμασίας πρὸς τοὐκτὸς
17. ἐργαζόμενον, ὥστ’ ἀπαντῆσαί τε τῷ προσπίπτοντι ψυχρῷ
18. καὶ ἀπομαχέσασθαι καὶ κωλῦσαι βιαίως ἐμπεσεῖν τῷ βάθει
1. καὶ πλῆξαί τι τῶν σπλάγχνων. οὔτε γὰρ τὴν οὐσίαν αὐτὴν
2. τοῦ ψυχροῦ μέχρι τῶν σπλάγχνων ἐξικέσθαι καλὸν οὔτε
3. ἀκραιφνῆ τὴν ποιότητα· βέλτιον δὲ καὶ ἀσφαλέστερόν ἐστι τῷ
4. τῆς διαδόσεως λόγῳ πρὸς τὸ βάθος ὁδοιπορῆσαι μόνην τὴν
5. ποιότητα χωρὶς τῆς οὐσίας. καὶ τοίνυν καὶ ὅσοι τῶν πυρεττόντων
6. ἑκτικῶς ἐπὶ τὸ βαλανεῖον ἥκουσιν, εἰ μὴ τῷ ψυχρῷ
7. βαφεῖεν, οὐδὲν ὀνίνανται. τῶν μὲν γὰρ ἄλλως πυρεττόντων
8. οὐδέπω τὰ στερεὰ μόρια δύσλυτον ἔχει τὴν θέρμην. ὥσθ’
9. ἱκανὴ βοήθεια τούτοις ἐστὶν ἡ ἐκ τῶν ἱδρώτων ἅμα ταῖς
10. ἀδήλοις αἰσθήσει διαπνοαῖς. καὶ τῶν γ’ ἐφημέρων πυρετῶν
11. αὐτὴν σχεδόν γε τὴν οὐσίαν ἐκκενοῦσθαι συμβαίνει δι’ αὐτῶν.
12. ἐπὶ δὲ τῶν διὰ ξηρότητα καὶ θερμασίαν ἑκτικοῖς ἁλόντων
13. πυρετοῖς ὁμοία τοῖς διαπύροις σιδήροις ἐστὶν ἡ τῶν στερεῶν
14. μορίων διάθεσις. ὥστ’ οὐκ ἀρκεῖ θερμῆναι καὶ τέγξαι μόνον
15. ἐν τοῖς βαλανείοις αὐτοὺς, τροφὴν γὰρ ἂν οὕτω γε καὶ αὔξησιν
16. δοίημεν τῷ πυρετῷ· βέλτιον δ’ ἐμβάπτοντας τῷ ψυχρῷ
17. σβέσαι τὴν θέρμην. ἀλλ’ ἐν τούτῳ κίνδυνος εἰς τοὐναντίον
1. ἀγαγεῖν καὶ ψῦξαι τὸ σῶμα. τίς δ’ οὐ φησίν; οὐ μὴν διὰ
2. τοῦτό γε τὸ κατορθούμενον ἐν τῷ βοηθήματι προσήκει ψέγειν,
3. οὐδ’ ὅτι δύσληπτον τὸ μέτρον ἀφίστασθαι παντάπασιν.
4. εἰ μὲν γὰρ οἷόν τ’ ἦν ἑτέρως ἰᾶσθαι τούς τ’ ἄλλους
5. ἑκτικοὺς πυρετοὺς καὶ τοὺς μαρασμώδεις, ἄμεινον ἂν ἦν
6. τὴν ἀσφαλεστέραν ἰέναι. ἐπεὶ δ’ ἐν μὲν τῷ ψῦξαι καὶ ὑγρᾶναι
7. τὸ κῦρος τῆς θεραπείας ἐστὶν, ἅπασι δὲ τοῖς ψυκτικοῖς
8. βοηθήμασιν ἐφεδρεύει βλάβη διὰ τὴν ἰσχνότητα τοῦ σώματος,
9. ἀναγκαῖον οἶμαι γίγνεσθαι τὸ τοῦ Θουκυδίδου δράσαντάς
10. τι καὶ κινδυνεῦσαι. οἷς μὲν γὰρ ἑτέρα μὲν οὐχ ὑπάρχει
11. τῆς σωτηρίας ὁδὸς, ἡ δὲ οὖσα μόνη σφαλερὰ καθέστηκεν,
12. ἀναγκαῖον, οἶμαι, τούτοις ἐστὶν ὁμόσε τοῖς δεινοῖς ἰέναι.
13. οὐ μὴν οὐδὲ τὸ σφάλμα θανατῶδες οὐδ’ ἀβοήθητον.
14. οὓς γὰρ ἂν ἐν τῷ σβεννύναι τὸν πυρετὸν εἰς τὴν ἐναντίαν
15. διάθεσιν ἀγάγῃ τὸ ψυχρὸν, ἔνεστιν ἰάσασθαι θερμαίνοντας
16. ἐν τῷ μετὰ ταῦτα χρόνῳ παντί. ἀλλ’ οὐδ’ ὁ κίνδυνος ἴσος
17. οὔθ’ ὁ τῆς διαθέσεως τῆς ψυχρᾶς οὔθ’ ὁ τῶν ἰαμάτων
18. αὐτῆς. ἐδείχθη γὰρ ἤδη καὶ πρόσθεν ἐν τῷ τῆσδε τῆς πραγματείας
1. ἑβδόμῳ γράμματι, δέδεικται δὲ κᾀν τῷ περὶ μαρασμοῦ
2. βιβλίῳ καὶ πρὸ τούτων ἔτι κατὰ τὴν ὑγιεινὴν πραγματείαν,
3. ὡς οὐχ οἷόν τε τὴν τῶν στερεῶν μορίων ξηρότητα
4. τελέως ἰάσασθαι, καὶ ὡς, εἴπερ ἦν τοῦτο πρᾶξαι δυνατὸν,
5. ἀγήρως ἄν τις ἐγένετο τοιαύτῃ διαίτῃ χρώμενος. εἴπερ οὖν
6. ἀνίατος μέν ἐστιν ἡ ξηρότης τῶν στερεῶν σωμάτων, ὠκυτάτη
7. δ’ ἐπ’ αὐτὴν ὁδὸς τέτμηται ἡ διὰ τῶν ἑκτικῶν πυρετῶν,
8. ἄμεινον εἰς ψυχρὰν δυσκρασίαν μεταστήσαντα τὸν ἄνθρωπον
9. ἔχειν ᾧ θεραπεύσομεν. ὁ μὲν γὰρ τοῦτο πράξας ἀναμαχέσαιτ’
10. ἂν ἐξ ὑστέρου τὴν βλάβην, ὁ δ’ ἐπιτρέψας ἰέναι
11. τὴν ἐπὶ θάνατον, ἀνέλπισταν τῷ κάμνοντι τὴν σωτηρίαν
12. εἰργάσατο. ὅσῳ τοίνυν ἄμεινόν ἐστι τοῦ χωρὶς ἐλπίδος ἀπολέσθαι
13. βεβαίως τὸ σὺν ἐλπίδι χρηστῇ δράσαντάς τι καὶ κινδυνεῦσαι,
14. τοσούτῳ τὸ μετὰ μεγάλων βοηθημάτων ἀγωνίσασθαι
15. τοῦ μηδὲν πράξαι βέλτιον, ἐμψύχωμεν οὖν ἅπαντι
16. τρόπῳ τοὺς ἑκτικῶς πυρέσσοντας αὐτίκα, πρὶν προσελθόντας
17. εἰς μαρασμὸν τελευτῆσαι. τὸν δ’ ἀκριβῶς μαρανθέντα μηδ’
18. ἐπιχειρῶμεν ἰᾶσθαι. καὶ γὰρ εἰ τὴν θέρμην αὐτοῦ σβέσαιμεν,
1. ἀλλ’ ἥ γε ξηρότης ὑπολειφθεῖσα γήρως τρόπῳ τὸν ἄνθρωπον
2. ἀπολεῖ, τοσοῦτον ἐπιβιώσαντα χρόνον ὅσον ἀντισχεῖν
3. τὰ στερεὰ μόρια πρὸς τὴν ἐσχάτην ξηρότητα. τάχα δ’
4. ἄν τις ἕλοιτο τῶν οἰκείων τοῦ νοσοῦντος, ἔτι τε μᾶλλον ὁ κάμνων
5. αὐτὸς ἐπιβιῶναί τινα χρόνον ἐν γέροντος σχέσει μᾶλλον ἢ
6. τεθνάναι παραχρῆμα. θεραπεύειν οὖν καὶ τούτους μετὰ προῤῥήσεως,
7. εἰς ἕτερον μεθιστάντας μαρασμὸν, ὃν ἤδη καλεῖν
8. ἔθος ἡμῖν ἐστιν ἐκ νόσου γῆρας· ἐγχωρεῖ γὰρ αὐτοὺς οὐ μόνον
9. ἡμέρας πλείους, ἀλλὰ καὶ μῆνας ζῆσαι. νεανίσκον γοῦν ἐγώ
10. τινα τῶν οὕτως ἐχόντων ἰασάμενος, εἶθ’ ἑξῆς ἀνακομίζων
11. καὶ οἷον γηροτροφῶν αὐτοῦ τὴν πρεσβυτικὴν ἀσθένειαν, οὐ
12. μόνον εἰς μῆνας, ἀλλὰ καὶ εἰς ἔτη διεφύλαξα ζῶντα. χρὴ δ’
13. οὐ νῦν ἀκούειν ποθεῖν τοῦ τοιούτου μαρασμοῦ τὴν ἐπιμέλειαν·
14. ἔν τε γὰρ τῷ τῆσδε τῆς πραγματείας ἑβδόμῳ προείρηται
15. δυνάμει, τὰς ξηρὰς καὶ ψυχρὰς δυσκρασίας ἰωμένων
16. ἡμῶν, ἔν τε τῷ γηροκομικῷ μέρει τῆς ὑγιεινῆς πραγματείας.
17. ὁ δ’ ἐνεστὼς λόγος οὐ μαρασμῶν ἐπηγγείλατο θεραπείαν
18. διδάξαι, ἀλλὰ πυρετῶν ἑκτικῶν, ἐξ οὗ γένους εἰσὶ καὶ οἱ 
1. μαρασμώδεις· εἴρηται δή μοι περὶ τούτων ἄλλα τε πολλὰ
2. λόγῳ καὶ πείρᾳ κεκριμένα καὶ ὡς οὐ χρὴ δεδιέναι βαλανεῖον,
3. ὥσπερ ὁ Φίλιππος εὐλαβέστερον ἴσως αὐτῷ χρώμενος, ὃν
4. τρόπον ἐπὶ τῶν ἄλλων εἰθίσμεθα πυρετῶν ὅσοι διὰ φλεγμονὰς
5. καὶ σήψεις γίνονται χυμῶν. ἐπ’ ἐκείνων μὲν γὰρ οὐδὲν
6. βλάψεις, εἰ καὶ μὴ βάπτοις εἰς τὸ ψυχρὸν ὕδωρ αὐτοὺς, ἀλλ’
7. ὡς εἴθισται περιχέοις χλιαρὸν μὲν πρῶτον, εἶθ’ οἷον ἐξ ἡλίου
8. θερινοῦ, κᾄπειτα τούτου βραχύ τι ψυχρότερον. ἐπὶ δὲ τῶν
9. ἑκτικῶν πυρετῶν οὐ τὸ θερμὸν λουτρόν ἐστι τὸ τὴν ὠφέλειαν
10. παρέχον, ἀλλὰ τὸ ψυχρὸν, ᾧ παρασκευάζει τὰ βαλανεῖα
11. τὸ τοῦ κάμνοντος σῶμα, καθάπερ ἐπὶ τῶν ἄλλων ἁπάντων
12. τῶν ἐν ὑγείᾳ λουομένων. οὐ μόνον δὲ διὰ τοῦτο δοκεῖ μοι Φίλιππος
13. ἀγνοεῖν ἐπὶ τῶν μαραινομένων ὁποῖόν τι χρῆμά ἐστι
14. βαλανεῖον, ὅτι τοὺς οὕτως ἰσχνοὺς οὐδεὶς τολμᾷ βάπτειν
15. εἰς τὴν ψυχρὰν δεξαμενὴν ἢ τὸ γοῦν ὕστατον ὕδωρ
16. καταχεῖν ψυχρὸν, ἀλλὰ καὶ διότι πολλάκις ἔζευκταί τις ἄλλος
17. αὐτοῖς πυρετὸς ἐπὶ χυμοῖς σηπομένοις ἢ σπλάχνου φλεγμονῇ·
1. καὶ μὲν δὴ καὶ ὅτι πάθος ὀλέθριον τῶν μαραινομένων αὐτὸ
2. ὑπάρχει, καὶ διὰ τοῦτο οὐκ ὀρθῶς ἔνιοι πάντα μέμφονται τὰ
3. προσφερόμενα, δέον οὐκ ἐκείνοις, ἀλλὰ τῇ διαθέσει τὴν αἰτίαν
4. ἀναφέρειν. ἀναλαβόντες οὖν αὖθις ἅπερ ἐλέγομεν ἐπιθῶμεν
5. ἤδη τῷ λόγῳ κεφαλήν. ἅπαντας τοὺς ἑκτικὸν νοσοῦντας πυρετὸν
6. καὶ μᾶλλον ἐξ αὐτῶν ὅσοι περ ἂν ἤδη μαραίνωνται,
7. χωρὶς τοῦ τινα ἕτερον ἐπιπεπλέχθαι πυρετὸν αὐτοῖς, ἤτοι γ’
8. ἐπὶ σήψει μόνῃ χυμῶν ἢ μετὰ φλεγμονῆς, λοῦε θαῤῥῶν ἄνευ
9. καμάτου παντὸς, ὡς μὴ καταλῦσαι τὴν δύναμιν· ὅπερ οὐχ
10. ἥκιστα καὶ αὐτὸ βλάπτον ἰσχυρῶς αἴτιον γίγνεται τοῦ ψέγεσθαι
11. τὸ λουτρόν. τὸ δ’ ἄνευ καμάτου τοιόνδε τι λέγω. τὸν
12. ἀῤῥωστοῦντα βούλομαι κομίζεσθαι μὲν ἐπὶ τοῦ σκίμποδος εἰς
13. τὸ βαλανεῖον, ἑτοίμως δ’ αὐτῷ παρεσκευασμένης σινδόνος
14. θερμῆς, ἐπ’ ἐκείνῃ ἐν τῷ πρώτῳ τῶν τριῶν οἴκων τοῦ βαλανείου
15. μεταφέρεσθαι γυμνωθέντα. τέσσαρες δ’ ἔστωσαν οἱ
16. κρατοῦντες αὐτὸν, εἷς καθ’ ἕκαστον πέρας. εἰ μὲν οὖν αὐτάρκως
17. εἴη θερμὸς ὁ πρῶτος οἶκος, ἐν αὐτῷ γυμνωθεὶς ὁ κάμνων
18. εἰς τὸν δεύτερον εἰσκομιζέσθω· εἰ δ’ ἔτι σοι φαίνοιτο ψυχρότερον
19. εἶναι, μὴ γυμνὸς, ἀλλ’ ἐπιβεβλημένος ἤτοι γ’ ἑτέραν σινδόνα
1. μὴ ψυχρὰν ἤ τι τοιοῦτον ἐπίβλημα. δῆλον δ’ ὡς χρὴ
2. τὴν μέλλουσαν ὀχεῖν αὐτὸν σινδόνα ἰσχυροτέραν ὑπάρχειν·
3. εἰ δ’ ἀσθενὴς εἴη, καθ’ ἑαυτὴν ἐπιπτύσσοντα διπλῆν ἐργάζεσθαι
4. βέλτιον. ἔστω δὲ ὁ μέσος οἶκος οὐ μόνον τῇ θέσει, ἀλλὰ
5. καὶ τῇ κράσει τοσούτῳ τοῦ πρώτου θερμότερος ὅσῳ τοῦ τρίτου
6. ψυχρότερος. ἐν τούτῳ τῷ οἴκῳ τὸ ἔλαιον ἔστω χλιαρὸν,
7. ὡς εὐθέως περιχυθῆναι τῷ κάμνοντι κατὰ τῆς σινδόνος εἰσκομισθέντι.
8. καὶ τοῦτο πράξαντες, εἰς τὸν τρίτον εἰσίτωσαν, εἰς
9. τὴν δεξαμενὴν ἀποκομίζοντες αὐτὸν, ὥστε διόδῳ χρήσασθαι
10. μόνῃ τοῖς τρισὶν οἴκοις τοῦ βαλανείου, μὴ ταχέως βαδιζόντων
11. τῶν εἰσκομιζόντων τὸν κάμνοντα, ἀλλὰ τοσοῦτον ἐπιμεινάντων
12. κατὰ τοὺς πρώτους οἴκους ὅσον ἐν μὲν θατέρῳ μετατεθῆναι
13. μόνον ἀπὸ τοῦ σκίμποδος, ἐν δὲ τῷ μέσῳ περιχυθῆναι
14. τὸ ἔλαιον. ἔστω δὲ καὶ ὁ ἀὴρ ὁ τῶν οἴκων ἁπάντων μήτε
15. θερμὸς ἄκρως μήτε ψυχρὸς, ἀλλ’ εὔκρατος ἱκανῶς καὶ μετρίως
16. ὑγρός· ἔσται δὲ τοῦτο προεκχυθέντος ὕδατος εὐκράτου δαψιλῶς
17. ἐκ τῆς δεξαμενῆς, ὡς διαῤῥυῆναι διὰ πάντων τῶν οἴκων.
18. ἐν αὐτῷ δὲ τῷ τῆς κολυμβήθρας ὕδατι χρονιζέτω μετρίως,
1. ὀχούμενος ἐπὶ τῆς σινδόνος, οὐδεμιᾶς ἐπαντλήσεως αὐτῷ γενομένης,
2. οἵας ἐπ’ ἄλλων εἰθίσμεθα πράττειν. ἀλλ’ οὐδὲ κατὰ
3. τῆς κεφαλῆς αὐτοῦ καταχεῖσθαι βουλοίμην ἄν· ἱκανὸν γὰρ καὶ
4. ταύτῃ δῦναι δὶς ἢ καὶ τρὶς ἅμα τῷ παντὶ σώματι κατὰ τοῦ
5. ὕδατος, ὑφιέντων μετρίως εἰς τὸ κάτω τὴν σινδόνα, καὶ
6. αὖθις ἀνακομιζόντων αὐτὸν ὁμοίως νεανίσκων τεττάρων. ἐκκομισθεὶς
7. δ’ ἐντεῦθεν εἰς ὕδωρ ψυχρὸν ἀθρόως βλαπτέσθω
8. μηδ’ ἐπὶ βραχὺ χρονίζων ἐν αὐτῷ. δεδιδάχθαι δὲ χρὴ καὶ
9. τἄλλα μὲν ἀκριβῶς ἅπαντα τοὺς βαστάζοντας αὐτόν· ἐξαίρετον
10. δ’ ἔτι τοῦτ’ ἔστω δίδαγμά τε ἅμα καὶ παράγγελμα, τὸ
11. τάχος τῆς βαφῆς. εὐθὺς δ’ ἕτερος ἑτοίμην ἔχων σινδόνα κατ’
12. αὐτοῦ βαλέτω, κᾄπειθ’ ἑξῆς ἐπιβληθεὶς τῷ σκίμποδι διὰ
13. σπόγγων μὲν ἀποματτέσθω τὰ πρῶτα, μαλακοῖς δ’ ὕστερον
14. ὀθονίοις, μηδ’ αὐτῶν τῶν ἀποματτόντων αὐτὸν βιαίως
15. ψαυόντων, ἀλλ’ ὡς ἔνι μάλιστα πρᾳότατα. μετὰ δὲ ταῦτα
16. ἐπαλείψαντάς τε καὶ περιθέντας ἱμάτια κομίζειν αὖθις ἐπὶ
17. τοῦ σκίμποδος εἰς τὸν οἶκον ἐν ᾧ διαιτᾶται, δώσοντας τροφήν.
18. εἴρηται δὲ κᾀν τοῖς πρόσθεν, ἡνίκα ἰώμεθα τὰς ξηρὰς
19. δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ,
1. τὸν οἶκον ἐζεῦχθαι χρῆναι τῷ βαλανείῳ. περὶ μὲν οὖν
2. λουτρῶν αὐτάρκης ὁ λόγος εἰς τὰ παρόντα.

Cliquer un n° de page pour en afficher l’image