Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.11, ed. Kühn, 1825, vol. 10, p. 726-733. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.11

3. Συνεχῆ δ’ ἐπὶ τοῖς εἰρημένοις τὰ περὶ τῆς
4. δυνάμεως τῶν τροφῶν. ὅτι μὲν οὖν ὑγρὰς καὶ ψυχρὰς εἶναι
5. προσήκει τὰς μελλούσας ὀνήσειν τοὺς ἑκτικοὺς πυρετοὺς εὔδηλον
6. παντί. τοιαῦται δ’ εἰσὶν ὅ τε χυλὸς ὁ τῆς πτισάνης
7. ψυχρὸς λαμβανόμενος, ὅ τε χόνδρος ὁμοίως πτισάνης χυλῷ
8. σκευασθεὶς, ὅπερ ἐστὶ δι’ ὕδατος καὶ πράσου βραχέος ἀνήθου
9. τε καὶ ἁλῶν ἐλαίου τε καὶ ὄξους. ἐπιτήδειος δὲ τοῖς ὧδε κάμνουσι
10. καὶ ὁ βραχὺς ἄρτος ἐν ὕδατι ψυχρῷ. μηδενὸς δ’ αὐτῶν
11. ἡ ψύξις εἰλικρινὴς ἔστω, καθάπερ ἡ τοῦ ποτοῦ. ἐκεῖνο μὲν
12. γὰρ καὶ θερμαίνεται ταχέως καὶ διεξέρχεται, ταῦτα δ’ ἐπὶ
13. πλέον ἐν τῇ γαστρὶ διαμένοντα τάχ’ ἄν που καὶ διαψύξαιεν
14. αὐτὴν ἀμέτρως ὄντα ψυχρά. χρονίου δ’ ὑπάρχοντος ἤδη τοῦ
15. πυρετοῦ καὶ τὸ τῆς ὄνου γάλα δοτέον, ἀκριβῶς προσέχοντα
16. τὸν νοῦν, μὴ τυρωθῇ ποτε κατὰ τὴν γαστέρα. τοῦτο δὲ
17. ἐνίοτε μὲν αὐτὸς ὁ κάμνων ἡμᾶς διδάξει τῆς ἑαυτοῦ φύσεως
18. ἐμπείρως ἔχων, ἐνίοτε δὲ ἡμᾶς αὐτοὺς ἐξευρίσκειν δεήσει, κατὰ
1. βραχὺ τῇ χρήσει προσερχομένους. ἕτοιμον μὲν οὖν ἤτοι μέλιτος
2. αὐτῷ μιγνύντας ἢ καὶ βραχύ τι τῶν ἐδωδίμων ἁλῶν κωλῦσαι
3. τὸ σύμπτωμα. φευκτέον δ’ εἰς ὅσον οἷόν τε τὸ μέλι
4. κατὰ τοὺς ἑκτικοὺς πυρετοὺς καὶ διὰ τοῦτο καὶ τὸ μελίκρατον,
5. ἐκχολοῦται γὰρ αὐτίκα καὶ ξηροτέρους ἅμα θέρμῃ δριμείᾳ τοὺς
6. πυρετοὺς ἀπεργάζεται. δοτέον οὖν τὴν πρώτην τὸ γάλα τῆς
7. ὄνου κυάθου μὴ πλέον, ὡς ἐθεάσω διδόντας ἡμᾶς εἰσαχθείσης
8. μὲν εἰς τὸν κοιτῶνα τῆς ὄνου, πρὸς τὸ μηδένα χρόνον
9. ἐν τῷ μεταξὺ γενέσθαι, καταπιόντος δ’ αὐτὸ τοῦ κάμνοντος
10. αὐτίκα, θεωρούντων δ’ ἡμῶν ἀκριβῶς καὶ παραβαλλόντων
11. τὴν κίνησιν τῶν ἀρτηριῶν, τὴν ἐπὶ τῇ προσφορᾷ γιγνομένην,
12. τῇ πρὸ τοῦ ληφθῆναι τὸ γάλα. εἰ μὲν γὰρ διαφθείροιτο, τοὺς
13. σφυγμοὺς σμικροὺς καὶ ἀνωμάλους εὑρήσεις οἵους περ ἐπὶ
14. θλίψει στομάχου συμβαίνοντας οἶσθα· εἰ δὲ μὴ διαφθείροιτο,
15. τοὺς σφυγμοὺς μείζους τε καὶ ἰσχυροτέρους γιγνομένους. ὥστ’
16. ἐξέσται σοι μετὰ ταῦτα προσφέροντι τὸ πλῆθος αὐξῆσαι τοῦ
17. γάλακτος ἥμισυ κυάθου, κᾄπειθ’ ἥμισυ προσθεῖναι πάλιν, εἶθ’
18. οὕτω κατὰ βραχὺ μέχρι τοῦ συμμέτρου προσαυξῆσαι. τοῦ μέτρου 
1. δὲ οὐ μόνον τοῦ γάλακτος, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων
2. σιτίων ἔμαθες τοὺς σκοποὺς, ἔνθα τὰς τῆς γαστρὸς ἰώμεθα
3. δυσκρασίας, ἐν τῷ τῶνδε τῶν ὑπομνημάτων ἑβδόμῳ. πρώτην
4. γὰρ ἐν ἐκείνῳ τῷ λόγῳ τὴν ξηρὰν δυσκρασίαν αὐτῆς ὑποθέμενοι
5. κεχρονισμένην εἰς τοσοῦτον ὡς σύμπαν ἤδη τὸ σῶμα
6. λεπτὸν ὑπάρχειν ἐπεδείξαμεν, ὅπως ἄν τις ἅμα μὲν ἄμφω
7. καλῶς ἰῷτο, καὶ τὴν δυσκρασίαν τῆς γαστρὸς καὶ τὴν ἰσχνότητα
8. τοῦ σώματος. καὶ τοίνυν ἴσως ἄμεινον ὑπὲρ τοῦ μὴ
9. γράφειν πολλὰ πρὸς ἐκεῖνον ἀναπέμψαι τὸν λόγον ὑπὲρ τῶν
10. ἄλλων ἁπάντων ἐδεσμάτων· ὅμοιαι γὰρ αἱ διαθέσεις οὖσαι
11. παραπλησίων χρῄζουσι καὶ τῶν ἰαμάτων. ὅσον δ’ ἐστὶν ἡ
12. τῶν ἑκτικῶν πυρετῶν θερμοτέρα, τοσοῦτον καὶ τῶν βοηθημάτων
13. δεῖται ψυχροτέρων, ἀκριβείας τε πλείονος, ὅπως μή τι
14. βλάψαιμεν ἰσχυροῖς βοηθήμασι χρησάμενοι. καὶ τοὺς μὲν ἤδη
15. μαραινομένους, ὡς εἴρηται, λουστέον, ὅσοι δ’ ἐν τοῖς ἑκτικοῖς
16. εἰσι πυρετοῖς οὐδέπω μαραινόμενοι, τούτους οἷόν
17. τ’ ἐστὶ καὶ χωρὶς σινδόνος ὑποβεβλημένης λούειν, ὡς ἂν ἰσχυροὺς
18. ἔτι τὴν δύναμιν ὄντας. εἰσφέρειν μέντοι καὶ τούτους
1. εἰς τὸν οἶκον, ἤτοι γε ἐπὶ σκίμποδος ἢ φορείου τινὸς, εἶθ’
2. ἑαυτοῖς βαδίζοντας ἐπὶ τὸ θερμὸν ὕδωρ ἀκτέον, ὅπως ἐν
3. ἐκείνῳ χρονίζοιεν. ὅσοι δ’ ἀκρατέστεροι τῶν τοιούτων εἰσὶ,
4. σφαλερὸν ἐπιτρέπειν αὐτοῖς ἐμβαίνειν ταῖς ψυχραῖς κολυμβήθραις,
5. ἀλλ’ ἔξω μᾶλλον αὐτῶν καταχεῖν ἐπὶ χλιαρῷ τῷ
6. προτέρῳ τὸ δεύτερον ψυχρόν. ἔστω δ’ οὕτω ψυχρὸν τότε
7. κατὰ τὴν δεξαμενὴν ὕδωρ αὐτοῖς παρεσκευασμένον, ὅσον ἐξ
8. ἐκείνης ἄν τις ἀρυσάμενος, αὔταρκες ἀθρόως εἰς ἅπαξ ἐπιχέαι
9. τοῖς λελουμένοις, ὡς μηδεμίαν ἐμφαίνειν σαφῆ ποιότητα
10. μήτε τῶν ἀκριβῶς ψυχρῶν μήτε τῶν χλιαρῶν ὑδάτων,
11. ἀλλ’ οἷον τὸ κρηναῖον καλούμενον ἐν μέσῳ ψύξεως
12. πληκτικῆς καὶ χλιαρότητος ἐκλυτικῆς. εἰ μὲν οὖν ἀκριβῶς
13. ἅπαντα γίγνοιτο, κατά τε τὰ λουτρὰ καὶ τὰς τροφὰς ἐλπὶς
14. σωθήσεσθαι τοὺς μαραινομένους· εἰ δ’ ἁμαρτηθείη τι κᾂν
15. ἓν, ἀνατρέπει τἄλλα σύμπαντα· τὸ γάρ τοι τῆς διαθέσεως
16. αὐτῶν ὀλέθριον οὐδὲ βραχύτατον ἁμάρτημα φέρει. καὶ εἴ
17. τις ἐσώθη τῶν τοιούτων, τὸ σαρκῶδες αὐτοῦ γένος ὁ μαρασμὸς
18. κατειλήφει· τῶν στερεῶν δ’ αὐτῶν ἐξηρασμένων
1. ἀδύνατόν ἐστι τὸν ἄνθρωπον ὑγιασθῆναι τελέως· ἀλλ’
2. ἀναγκαῖον ἤτοι γ’ ἐξ αὐτοῦ τοῦ πυρετοῦ τὸν θάνατον ἥκειν
3. εὐθέως ἢ μεταπεσόντος εἰς τὸ καλούμενον ἐκ νόσου γῆρας.
4. πρῶτον μὲν γὰρ ὁ τοιοῦτος πυρετὸς ἐκβόσκεται τὴν
5. οἰκείαν ἰκμάδα τῶν μορίων, ὑφ’ ἧς τρέφεται· μεταβαίνει
6. δ’ ἐντεῦθεν ἐπὶ τὸ σαρκῶδες γένος, ὃ ταῖς ἰσὶ καὶ τοῖς
7. ὑμενώδεσι μορίοις τῶν στερεῶν σωμάτων περιπέφυκεν· εἶθ’
8. οὕτως ἅπτεται καὶ αὐτῶν τῶν στερεῶν μορίων. καθ’ ἕκαστον
9. γάρ τοι μόριον τῶν ἁπλῶν καὶ πρώτων ὀνομαζομένων,
10. ἐθεάσω κατὰ τὰς ἀνατομὰς τὸ μὲν οἷον ἰνῶδές τί
11. ἐστι τῆς οὐσίας αὐτῶν, τὸ δ’ ὑμενῶδες, τὸ δὲ σαρκῶδες.
12. οἷον εἰ τύχοι τῆς φλεβὸς ἕνα χιτῶνα κεκτημένης λεπτὸν,
13. ἔστιν εὑρεῖν κατ’ αὐτὴν ἶνας πολλὰς ἀραχνοειδέσι διατάσεσι
14. συναπτομένας· αἷς ἀμφοτέραις ἡ οἰκεία τῆς φλεβὸς
15. οὐσία περιπέφυκεν, ἄλλη κατ’ ἄλλο μόριον ὑπάρχουσα,
16. κοινὸν οὐδὲν ὄνομα κεκτημένη· καλεῖν γοῦν αὐτὴν οὐδὲν
17. κωλύει διδασκαλίας ἕνεκα σαρκοειδῆ φύσιν ἢ καὶ νὴ Δία
18. τὴν τοῦδέ τινος τοῦ μορίου σάρκα, κατὰ γαστέρα μὲν ἑτέραν
1. ὑπάρχουσαν, καθ’ ἧπαρ δ’ ἑτέραν, ὥσπερ γε καὶ κατὰ
2. ἀρτηρίαν καὶ μῦν. ὠνόμασται δὲ μόνη σὰρξ ἡ ἐν μυσὶ, τῶν
3. ἄλλων οὐδεμίαν ὀνομάζουσι σάρκα, πλὴν ὀλίγοι δή τινες·
4. ἀλλὰ τὰ μὲν ἐν τοῖς σπλάγχνοις, οἷον ἥπατι καὶ νεφροῖς καὶ
5. σπληνὶ καὶ πνεύμονι, παρεγχύματα καλοῦσι· τὰς δ’ ἐν ἐντέροις
6. καὶ γαστρὶ καὶ στομάχῳ καὶ μήτρᾳ ἀνωνύμους ἀπολείπουσιν.
7. ἀλλὰ σὺ τῶν μὲν ὀνομάτων μηδὲν φρόντιζε, γίγνωσκε
8. δὲ ἑκάστου τῶν μορίων τὸν ὄγκον τῆς οὐσίας ὑπὸ τῆς
9. τοιαύτης μάλιστα συμπληροῦσθαι φύσεως, φθορὰν καὶ γένεσιν
10. ἐπιδεχομένης, ὡς ἔνεστι θεάσασθαι σαφῶς ἐπὶ τῶν κοίλων
11. ἑλκῶν. οὐ μὴν οὔθ’ ἡ τῶν ἰνῶν φύσις οὔθ’ ἡ νευρώδης
12. ἢ ὑμενώδης ὁρᾶται τὴν αὐτὴν ἔχουσα γένεσιν· οὐδ’
13. ἐγχωρεῖ τὰς ἐν ἑκάστῳ μορίῳ τοιαύτας ἶνας ὑπὸ τῶν κακοηθῶν
14. πυρετῶν ἐκτακῆναι, καθάπερ τὰς σάρκας. αἵ γε πρὶν
15. ξηρανθῆναι τελέως διαφθείρουσι τὸ ζῶον. εἰσὶ μὲν οὖν καὶ
16. οἱ μαρασμώδεις πυρετοὶ πάντες ἐκ τοῦ τῶν συντηκόντων
17. γένους, ἀλλὰ διαφέρουσι τῷ τὸ συντηκόμενον ἑκάστοτε
18. τῆς σαρκὸς ἐπὶ μὲν τούτων διαφορεῖσθαι, καταῤῥεῖν δ’ ἐπ’
1. ἐκείνων εἰς γαστέρα. φαίνεται δὲ τοῦτο κᾀπὶ τῶν κρεῶν γιγνόμενον
2. ἐναργῶς, ὀπτωμένων ἐπὶ τῆς καλουμένης ἐσχάρας·
3. ἐνίων μὲν γὰρ ἀποῤῥεῖ πάμπολυ τὸ σύντηγμα καὶ φέρεται
4. κατὰ τῶν ἀνθράκων ἀθρόως· ἐνίων δ’ ὅλως οὐδὲν αἰσθητὸν
5. ἀποῤῥέον φαίνεται, κᾂν ἴσον ᾖ τὸ πλῆθος τῶν ἀνθράκων. οἱ
6. γοῦν ἄγριοι σύες ἢ οὐδ’ ὅλως ἢ ὀλίγιστον ἔχουσι τὸ ἀποῤῥέον,
7. οἱ δ’ ἥμεροι πάμπολυ· καὶ ὅσον περ ἂν ᾖ πιμελωδέστερον καὶ
8. σαρκωδέστερον τὸ ζῶον, τοσοῦτον τὸ ἀποῤῥέον αὐτῶν τῶν
9. σαρκῶν ἐπὶ τῆς ἐσχάρας ὀπτωμένων πλέον φαίνεται. τὸν
10. αὐτὸν οὖν τρόπον ἐπὶ τῶν θερμοτάτων πυρετῶν, εἰ μὲν οὖν
11. εἶεν σάρκες ὑγραὶ καὶ μαλακαὶ μετὰ πλήθους πιμελῆς, τὰς
12. συντήξεις αἰσθητὰς ἴσχουσιν· εἰ δὲ ἄνευ πιμελῆς καὶ ξηραὶ,
13. τοῖς μαρασμώδεσιν ἁλίσκονται πυρετοῖς. ἐναργέστατον δὲ
14. τούτου τεκμήριον οἱ τὰς συντήξεις ἐκκρίνοντες ἄῤῥωστοι διὰ
15. γαστρὸς, ἢν μὴ φθάσωσιν ἀποθανεῖν, ἤτοι γ’ ὑπὸ βίας τοῦ
16. νοσήματος ἢ διὰ τὴν τῶν ἰατρῶν ἀμαθίαν εἰς τοὺς μαρασμώδεις
17. ἐμπίπτοντες πυρετούς. ἄχρι μὲν γὰρ ἂν ἔχωσι τὴν
18. ὕλην δαψιλῆ, ταύτην συντήκουσιν· ὅταν δὲ ἐπιλείπωσιν
19. αὐτοὺς αἵ τε πιμελαὶ καὶ αἱ σάρκες αἱ μαλακαὶ, ξηραίνουσι
1. τὰς σκληρὰς καὶ δυστήκτους σάρκας, ὧν οὐδὲν ἀποῤῥεῖ διὰ
2. ξηρότητα, καθάπερ οὐδὲ τῶν ταριχηρῶν κρεῶν, εἰ καὶ ταῦτ’
3. ἐθελήσειας ὀπτᾷν, ἐπιβάλλων ἴσῳ τοῖς ἄλλοις πυρί· ξηρότεραι
4. μὲν γὰρ αἱ σάρκες αὐτῶν ἔσονται καὶ σκληρυνθήσονταί γε βύρσης
5. τρόπον· οὐ μὴν ἐκρυήσεταί γε αὐτῶν οὐδεμία τηκεδὼν
6. αἰσθητή. ταῦτ’ οὖν γινώσκοντί σοι καὶ ἡ τῶν συντηκτικῶν
7. πυρετῶν ἐπιμέλεια κατὰ τὰς αὐτὰς γινέσθω μεθόδους
8. ἐπί τε ψυχροῦ δόσιν ὅτι τάχιστα παραγιγνομένῳ καὶ διὰ
9. τῶν ὑγραινόντων καὶ ψυχόντων τρέφοντι. μελίκρατον δ’
10. οἰομένῳ πολεμιώτατον εἶναι, ᾧ μάλισθ’ ὁρᾷς χρωμένους ἐπὶ
11. τῶν τοιούτων πυρετῶν τοὺς πλείστους τῶν ἰατρῶν. ἀλλὰ
12. περὶ μὲν τῶν συντηκόντων πυρετῶν αὖθις ἐξέσται διελθεῖν,
13. ὥσπερ γε καὶ περὶ τῶν ἐν λοιμοῖς πυρετῶν ἑκτικῶν, οἷος ὁ
14. νῦν ἐπιδημῶν ἐστιν, εἰρήσεται γὰρ περὶ τοῦδε κατὰ τοὺς λοιμώδεις
15. πυρετούς. τῶν δ’ ἄλλων ἑκτικῶν καὶ μαρασμωδῶν
16. αὐτάρκως εἰρῆσθαι νομίζω τὴν μέθοδον τῆς ἰάσεως.

Cliquer un n° de page pour en afficher l’image