10. Τριῶν οὖν ὄντων τούτων οἷς χρὴ προσέχειν
11. τὸν νοῦν ἐν ταῖς προκειμέναις τῶν πυρετῶν ἰάσεσιν, αὐτοῦ
12. τε τοῦ πυρετοῦ καὶ τῆς ποιούσης αὐτὸν αἰτίας καὶ τῆς τοῦ
13. κάμνοντος δυνάμεως, εὑρημένων δὲ καὶ τῶν τῆς ἐνδείξεως
14. τρόπων τῶν γενικῶν, οὓς καὶ καθόλου προσαγορεύομεν, ἐπὶ
15. τὰς διαφορὰς ἤδη τῶν εἰδικῶν τε καὶ κατὰ μέρος ἰέναι χρὴ
16. βοηθημάτων, ἀναμνήσαντας αὖθις τῶν ἐφημέρων πυρετῶν,
17. ἐπειδή τινες ἐξ αὐτῶν μεταπίπτουσιν εἰς τοὺς πολυημέρους.
18. γιγνομένης δὲ τῆς μεταπτώσεως αὐτῶν καθ’ ἕνα τρόπον τὸν
19. κοινότατον, δι’ ἀμαθίαν τῶν ἰατρῶν, εἰδικωτέρους δὲ δύο,
1. διότι καὶ αὐτῶν τῶν πυρετῶν ἤτοι γ’ ἀπήλλακται τὸ ποιῆσαν
2. αἴτιον ἢ καὶ νῦν ἔτι μένει, περὶ ἀμφοτέρων ἐν μέρει λεκτέον.
3. ἀπήλλακται μὲν οὖν τὸ ποιῆσαν αἴτιον, ὅταν ἐπὶ θυμῷ καὶ
4. λύπῃ καὶ ἀγρυπνίᾳ καὶ φροντίδι καὶ ἡλίῳ θερινῷ καὶ κόπῳ
5. καὶ βουβῶνι παυσαμένῳ γένηται πυρετὸς ἄνευ στεγνώσεως·
6. οὐκ ἀπήλλακται δὲ, ὅταν ὑπὸ τοῦ προκατάρξαντος ἢ αὐτοῦ
7. πυρετοῦ γένηταί τις στέγνωσις. ἥ τε γὰρ ψύξις ἀεὶ καὶ ἡ τῶν
8. στυφόντων ὁμιλία διὰ μέσης στεγνώσεως ἐργάζονται πυρετὸν,
9. ἥ τ’ ἔγκαυσις ἔστιν ὅτε στεγνοῖ τὴν ἕξιν, αὐτή τε πολλάκις
10. ἡ ἀρχὴ τοῦ πυρετοῦ φρικώδης γενομένη στέγνωσιν εἰργάσατο.
11. καὶ μέντοι καὶ γλίσχροι καὶ παχεῖς ἢ καὶ πολλοὶ
12. χυμοὶ μετρίαν ἔμφραξιν ποιησάμενοι τὸν ἐφήμερον ἐνίοτε
13. γεννῶσι πυρετὸν, ὅταν ἀγαθῶν ἰατρῶν τύχωσιν, ὡς ἔμπροσθεν
14. ἐδείκνυτο. καλοῦνται μὲν οὖν πάντες ἐφήμεροι οἱ τοιοῦτοι
15. πυρετοὶ, διότι λύεσθαι πεφύκασιν ὅσον ἐφ’ ἑαυτοῖς ἡμέρᾳ
16. μιᾷ, συναριθμουμένης αὐτῇ δηλονότι καὶ τῆς νυκτός· ὥσπερ
17. ἐν τῷ λέγειν ἡμερῶν εἶναι μῆνα τριάκοντα καὶ τὸν ἐνιαυτὸν
18. τριακοσίων ἑξήκοντα καὶ πέντε, καὶ τόδε τι πέπρακται πρὸ
1. τριῶν ἡμερῶν, ἢ πραχθήσεται μετὰ τέσσαρας. οὐ μὴν ἡ
2. αὐτή γε διάθεσις ἁπάντων αὐτῶν ἐστιν, ἀλλ’ ἔνιοι μὲν ἀχώριστον
3. ἔχουσι τὴν στέγνωσιν, ἔνιοι δὲ οὐκ ἀχώριστον
4. μὲν, ἤτοι δ’ ὡς τὰ πολλὰ συνοῦσαν ἢ ἀμφιδόξως ἢ σπανίως.
5. ἀχώριστος μὲν οὖν ἡ στέγνωσίς ἐστι τοῖς διὰ τὸ στυπτηριῶδες
6. ἢ χαλκανθῶδες ὕδωρ ἤ τι τοιοῦτον ἕτερον, ἢ διὰ ψύξιν ἢ
7. διὰ βραχεῖαν ἔμφραξιν πυρέξασιν, ὡς τὸ πολὺ δὲ τοῖς δι’
8. ἔγκαυσιν· ἀμφιδόξως δὲ τοῖς διὰ κόπον. ὅσοι δὲ διὰ θυμὸν
9. ἢ λύπην, ἢ ἀγρυπνίαν, ἢ σύντονον σκέψιν, ἢ ἀπεψίαν,
10. ἢ βουβῶνα πυρέττουσι, σπανιάκις αὐτοῖς σύνεστι στέγνωσις.
11. οὗτοι πάντες οἱ πυρετοὶ κατὰ τὸν ἑαυτῶν λόγον οὐκ
12. ἀναμένουσι δεύτερον παροξυσμὸν, ἀλλ’ ἐντὸς τῶν εἴκοσι καὶ
13. τεσσάρων ὡρῶν παύονται τοὐπίπαν, ἢ εἴ που κατὰ τὸ σπάνιον
14. ἐνίοτε τινὲς αὐτῶν ἐπὶ πλέον ἐκτείνονται, δύο δ’ αὐτοῖς αἰτίαι
15. προσγενόμεναι, κωλύουσι λυθῆναι, μία μὲν ἡ ψύξις ἤτοι γ’ ἐκ
16. τοῦ περιέχοντος ἀέροςἢ ἐξ ἀλείμματός τινος ἔξωθεν προσενεχθέντος,
17. ἑτέρα δ’ ἡ δαιμονία διάτριτος, ἐὰν ἀναγκασθῶσιν
18. ὑπερβάλλειν αὐτὴν ἰατρῶν ἀμαθίᾳ. εἰ δὲ τὸ περιέχον ἀλεεινὸν
1. ὑπάρχει καὶ μηδεὶς τῶν τὴν διάτριτον σεβόντων ἰατρῶν παρείη
2. τῷ κάμνοντι, παύσεται μὲν ὁ πυρετὸς ἐπὶ τῷ πρώτῳ παροξυσμῷ
3. μεθ’ ἱδρῶτος ἢ νοτίδος ἢ διαπνοῶν ἀτμωδῶν, ὁ
4. κάμνων δ’ αἰσθανόμενος ἀπαλλαγῆναι ἑαυτὸν τοῦ πυρετοῦ
5. τὰ συνήθη πράττειν ἐπιχειρήσει λουόμενος ἢ ἀλειφόμενος ἢ
6. καὶ χωρὶς τούτων ἐσθίων, εἴ τις εἴη τῶν ὀρείων ἀγροίκων.
7. οἱ μὲν οὖν ἰδιῶται καθάπερ ἄλλα πολλὰ πρὸς αὐτῆς τῶν
8. πραγμάτων τῆς φύσεως διδασκόμενοι πράττουσιν ἄμεινον
9. τῶν σοφιστῶν, οὕτω κᾀν τοῖς ἐφημέροις πυρετοῖς ἱκανοὶ τὸ
10. σύμπαν ἑαυτοῖς ἐκπορίζειν εἰσὶν, ὅταν γε χωρὶς ἰσχυροτέρας
11. στεγνώσεως συστῶσιν. εἰ δὲ μετὰ τοιαύτης εἰσβάλοιεν, ἀτυχήσαντες
12. μὲν ἰατρῶν περιπίπτουσί τινι τῶν σεβόντων τὴν
13. διάτριτον, εὐτυχήσαντες δὲ τῶν λουσόντων τε καὶ θρεψόντων
14. αὐτοὺς καὶ τἄλλα σύμπαντα πραξόντων, ὅπως ἡ στέγνωσις
15. λυθείη. πολλάκις γοῦν, ὡς εἴρηται, δι’ ἔμφραξιν βραχεῖαν
16. ἅμα λεληθυίᾳ πυκνώσει τοῦ δέρματος, ἤτοι διὰ λουτρὸν μοχθηρὸν
17. ἢ δι’ ἄλλο τι γενομένη, πυρετοῖς ἐφημέροις ἑάλωσαν
18. ἔνιοι· καθ’ ὃν καιρὸν ἐὰν μὴ ταχέως τις ἰάσηται τὴν ἔμφραξιν,
1. εἰς τοὺς πολυημέρους μεταπίπτουσιν. ἔστι γὰρ ὁ τοιοῦτος
2. πυρετὸς ὅσον μὲν ἐφ’ ἑαυτῷ κοινὸς τῶν πολυημέρων τε
3. καὶ τῶν ἐφημέρων, ἀλλὰ διὰ τὴν σμικρότητα τῆς αἰτίας
4. μονήμερος γίνεται, καθάπερ γε καὶ διὰ μεγέθους ἐστὶν ὅτε
5. πολυήμερος· ἀλλ’ ὅ γε παροξυσμὸς εἷς αὐτοῦ μέχρι τοῦ τέλους
6. ἀπὸ τῆς ἀρχῆς ἐστιν, ἐὰν μὴ τύχῃ διαδεξάμενος αὐτὸν ὁ ἐπὶ
7. σήψει χυμῶν. ἔστ’ ἂν οὖν μήτ’ ἐν τῷ σφυγμῷ μηδέπω τὸ
8. τῆς σήψεως ὑπάρχει γνώρισμα μήτ’ ἐν τῇ θέρμῃ μήτ’ ἐν
9. τοῖς οὔροις, ἐπ’ ἐμφράξει τε μόνῃ τὴν γένεσιν ἔχει καὶ ἴασις
10. αὐτῷ τῆς ἐμφράξεως ἡ λύσις γίγνεται, καὶ ὡς χρὴ λύειν
11. αὐτὴν ἔμπροσθεν εἴρηται. πλείους οὖν αἱ κατὰ μέρος διαφοραὶ
12. φαίνονται τῶν ἐφημέρων πυρετῶν· μία μὲν ὅταν
13. μηδ’ ὅλως ᾖ μηκέτι τὸ ποιῆσαν αὐτοὺς αἴτιον, οἷον ἡ ἔγκαυσις·
14. ἑτέρα δ’ ὅταν ἔτι παρείη, καθάπερ ἡ στέγνωσις, ἧς
15. ἐδείχθησαν οὖσαι διτταὶ διαφοραὶ, πύκνωσίς τε τῶν μικρῶν
16. πόρων καὶ ἥν νῦν μεταχειριζόμεθα κατὰ τὸν λόγον ἔμφραξις.
17. ἔστι δὲ δήπου καὶ τῆς πυκνώσεως ἡ μὲν διὰ ξηρότητα, καθάπερ
1. ἐπ’ ἐγκαύσεσιν ἢ κόποις ἢ θυμοῖς, ἡ δὲ διὰ ψύξιν ἤτοι γε
2. ἁπλῆν ἢ μετὰ στύψεως· ὅπῃ δ’ ἀλλήλων αὗται διαφέρουσιν
3. ἐν τοῖς περὶ φαρμάκων διῄρηται. καὶ τῆς ἐμφράξεως δὲ ἡ
4. μέν τις διὰ πλῆθος, ἡ δὲ διὰ ποιότητα γίνεται χυμῶν
5. ἤτοι γλίσχρων ἢ παχέων ὑπαρχόντων. ἐπικρατήσει δὲ κατὰ
6. τὴν ἴασιν ἐν μὲν τῇ διὰ πλῆθος ἀφαίρεσις αἵματος, ἐν δὲ
7. τῇ διὰ ποιότητα τῶν λεπτυνόντων ἡ χρῆσις. ὁ δ’ ἀπὸ τῆς
8. δυνάμεως σκοπὸς ἐν μὲν τοῖς ἐφημέροις πυρετοῖς μικρὸς,
9. ἀξιόλογος δ’ ἐν τοῖς πολυημέροις ἐστὶ καὶ μᾶλλον ὅσῳ περ
10. ἂν ὦσι μακρότεροι. κατὰ φύσιν μὲν οὖν ἐχούσης τῆς δυνάμεως
11. οὐδὲ τὸ βραχύτατον ἡ τῶν κενωτικῶν βοηθημάτων
12. ἐμποδίζεται χρῆσις ἐν τοῖς πολυημέροις πυρετοῖς καὶ τοῖς ὀλιγημέροις,
13. οὐ κατὰ φύσιν δὲ ἐχούσης, λέγω δὲ οὐ κατὰ φύσιν,
14. ὅταν ἀῤῥωστοτέρα πως ὑπάρχῃ κατὰ τὸ μέγεθος ἀεὶ τῆς
15. ἀῤῥωστίας, ἐμποδίζεται τὰ κενωτικὰ βοηθήματα. σπανιώτερον
16. μὲν οὖν εὐθύς ἐστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ
17. τὴν δύναμιν ὑπάρχειν ἀσθενῆ. γίγνεται δ’ ἐνίοτε καὶ
18. διὰ καχεξίαν τοῦ κάμνοντος καὶ διὰ γῆρας. ἐνίοις δὲ καὶ
1. κόπος ἅμα ἐγκαύσει καὶ λύπῃ καὶ ἀγρυπνίᾳ προσγενομένῃ
2. καὶ ἀσιτίᾳ δι’ ὅλης ἡμέρας ἐπιγιγνομένῃ, κᾄπειτα περὶ
3. τὴν ἑσπέραν εἰσβάλλοντος τοῦ πυρετοῦ, πρὶν τραφῆναι τὸν
4. ἄνθρωπον, ἀγρύπνου τε γενομένου τῆς νυκτὸς ἱκανῶς κατέλυσε
5. τὴν δύναμιν.
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 10.2, ed. Kühn, 1825, vol. 10, p. 665-671. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩