Galenus. Methodus medendi (Meth. med.) [n° 069 Fichtner] [GalLat]

Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).

Methodus medendi, 10.3, ed. Kühn, 1825, vol. 10, p. 671-678. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.3

6. Καί σοι διηγήσομαι τοιοῦτον ἄῤῥωστον ἐφ’
7. οὗ πρῶτον ἐτόλμησα τῷ λόγῳ ποδηγούμενος ὑπεριδεῖν μὲν
8. τῆς διατρίτου, στοχάσασθαι δὲ τῆς δυνάμεως. ὕστερον δὲ καὶ
9. ἄλλους ἰδὼν ὁμοίως αὐτῷ θαῤῥῶν ἤδη τὸν αὐτὸν τρόπον
10. ἰασάμην ὅνπερ κᾀκεῖνον. ἡ γὰρ πρώτη πεῖρα μαρτυρήσασα
11. τοῖς ὑπὸ τοῖς ἐνδείξεως εὑρημένοις θαρσαλεωτέρους ἀποτελεῖ
12. πρὸς τὴν ἐκ δευτέρου χρῆσιν. ὁ τοίνυν ἁλοὺς τῷ πυρετῷ
13. νεανίσκος ἦν μὲν ἐτῶν πέντε καὶ εἴκοσιν, ἰσχνὸς καὶ μυώδης
14. τὸ σῶμα, καθάπερ κύων ξηρὸς καὶ θερμὸς ἀκριβῶς τὴν κρᾶσιν.
15. ἔχαιρε δέ πως καὶ γυμνασίοις καὶ τἄλλα φροντιστής τε
16. καὶ φιλόπονος ἦν. οὗτος ἀποδημῶν, εἶτα πυθόμενός τι τῶν
17. οὐχ ἡδέων ἠνιάθη τε ἅμα καὶ συντείνας ἑαυτὸν εἰς τὴν πόλιν
18. ἠπείγετο. διὰ μὲν οὖν τῆς προτέρας ἡμέρας ἐκοπώθη τε
1. μετρίως καὶ λουσάμενος καὶ δειπνήσας ἀνεπαύσατο κατά τι
2. πανδοχεῖον ἀγρυπνήσας τὰ πλείω. κατὰ δὲ τὴν ὑστεραίαν
3. ἔτι καὶ μᾶλλον ἠπείχθη καὶ διανύσας ὁδὸν παμπόλλην καὶ
4. ψαμμώδη καὶ αὐχμηρὰν, ἐν ἡλίῳ θερμῷ σχεδὸν ὥρας ἑβδόμης
5. καὶ ἡμισείας εἰς τὴν πόλιν ἀφίκετο. πυθόμενος δὲ ἡδίω
6. δι’ ἅπερ ἔσπευδεν, εἰς γυμνάσιον ἐπορεύθη λουσόμενος, εἶτ’
7. ἀλειψάμενος ἀνετρίψατο σύν τινι τῶν αὐτόθι νεανίσκων.
8. καὶ προτραπεὶς ὑπ’ αὐτοῦ κινηθῆναι βραχέα, φιλονεικίας
9. αὐτοῖς ἐγγενομένης, οἵαις πολλάκις εἰώθασι περιπίπτειν οἱ
10. γυμναστικοὶ, πλείω τοῦ δέοντος ἐγυμνάσατο· καὶ ἦν ἤδη
11. ξηρὸς ἀμέτρως. ἐξελθὼν δὲ τοῦ γυμνασίου καταλαμβάνει
12. μαχομένους τῶν ἑταίρων τινάς· οὓς διαλύων ἔλαθεν αὖθις
13. ἑαυτὸν ἑτέρῳ περιπεσὼν οὐ μικρῷ γυμνασίῳ, τοὺς μὲν
14. ἕλκων ἐξ αὐτῶν, τοὺς δὲ ὠθῶν, τοὺς δὲ διαλαμβάνων μέσους,
15. ἐπιτιμῶν τέ τισιν ἐξ αὐτῶν ὡς ἀδικοῦσι καὶ θυμούμενος
16. ὑπὲρ τῶν ἀδικουμένων, ὥσθ’ ὑποστρέψαι ξηρὸς ἐσχάτως
17. οἴκαδε, κόπου τε καὶ ἀνωμαλίας αἰσθανόμενος. ὕδατος
18. οὖν ὡς εἰώθει πιὼν, ἐπειδὴ μηδὲν ἐγίγνετο κρεῖττον, ἀλλ’
1. ἐπετείνετο τὰ τῆς ἀνωμαλίας αὐτῷ, τοῦτο μὲν ἤμεσεν. ἄμεινον
2. δ’ ὑπολαβὼν εἶναι μηδέπω τρέφεσθαι, κατέκλινε τότε
3. καὶ ἡσύχαζε ὥρας σχεδόν τι τῆς ἡμέρας ἑνδεκάτης·
4. τοῦτο πράξας, ἀγρυπνήσας δὲ μετὰ τοῦ πυρέξαι δι’ ὅλης
5. τῆς νυκτὸς, ἡσύχαζε κατὰ τὴν ἐπιοῦσαν ἄχρι μεσημβρίας,
6. ἰάσασθαι τὴν ἀγρυπνίαν ἐλπίζων. ἡνίκα δέ τινες αὐτὸν
7. ἰατροὶ τῆς διατρίτου θεασάμενοι, κατὰ μὲν τὸ παρὸν ἔφασαν
8. ἀξιόλογον εἶναι πυρετὸν, εἰς ἑσπέραν δ’ αὖθις ὄψεσθαι.
9. καὶ τοίνυν καὶ θεασάμενοι πάλιν ἑσπέρας παρακμάζοντα τὸν
10. πυρετὸν, οὐκ ἠξίωσαν οὐδὲ τότε θρέψαι, καίτοι γ’ ἄλλου
11. τινὸς ἰατροῦ συμβουλεύοντος, ἀλλὰ ἀντέστησαν ἐκεῖνοι
12. γενναίως, εἰ μὲν γὰρ ἀπύρετος ἐγεγόνει, τάχα ἂν αὐτῷ
13. δοῦναι τροφὴν εἰπόντες, ἔτι δὲ πυρέττοντι οὐκ ἂν δοῦναι.
14. καὶ τοίνυν καὶ κατὰ τὴν τρίτην ἡμέραν ἕωθεν ἀφικόμενοι
15. τὴν διάτριτον ὑπερβάλλειν ἠξίουν. ἦν δ’, ὡς εἴρηται
16. πρόσθεν, ἡ ὕποπτος ὥρα τῆς ἡμέρας ἐκείνης ἑνδεκάτη. χωρισθέντων
17. οὖν αὐτῶν ἐγὼ παραγενόμενος ἐθεασάμην τοῦ
18. νεανίσκου τὸ πρόσωπον οἷόν περ ὁ Ἱπποκράτης ἐν προγνωστικῷ
1. γράφει διὰ τῆσδε τῆς ῥήσεως· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ
2. κοῖλοι καὶ τἄλλα ἅπερ ἴσμεν ἐφεξῆς αὐτῷ εἰρημένα. πάντως
3. οὖν αὐτὸν ἁλώσεσθαι πυρετῷ ἑκτικῷ τε καὶ μαρασμώδει
4. μὴ τραφέντα πείσας ἐμαυτὸν, ὅτι τάχιστα παρασκευάσας ἐκ
5. χόνδρου ῥόφημα δίδωμι προσενέγκασθαι. ἀλλ’ ὅμως καίτοι
6. τοῦτο προσενεγκάμενος, οὐδὲν ἧττον ἐν τῷ καιρῷ τοῦ παροξυσμοῦ
7. περὶ τὴν ἑνδεκάτην ὥραν εἰσβάλλοντος, ἀπεψύχθη τε
8. τὰ ἄκρα δυσεκθερμάντως καὶ ὁ σφυγμὸς αὐτῷ μικρὸς καὶ
9. ἄῤῥωστος ἐσχάτως ἐγένετο. διὸ δὴ καὶ κατὰ τὴν τετάρτην
10. ἡμέραν ἕωθέν τε καὶ εἰς ἑσπέραν ἔδωκα τροφὴν αὐτῷ τήν
11. τε δύναμιν ἀνακτώμενος καὶ τὸν αὐχμὸν τοῦ σώματος ἐπιτέγγων.
12. ἦν γὰρ αὐτῷ τὸ δέρμα καρφαλέον ὥσπερ βύρσα.
13. διαμένοντος δὲ τοῦ πυρετοῦ λεπτοῦ καὶ ὁμοίου, κατὰ τὴν
14. πέμπτην αὖθις ἡμέραν ἐδικαίωσα τρέφειν αὐτὸν οὐχ ἁπλῶς
15. ῥοφήμασιν ὡς ἔμπροσθεν, ἀλλὰ καὶ κόκκους ῥοιᾶς ἐμβαλὼν
16. εἰς χόνδρον ἐξ ὕδατος θερμοῦ χωρὶς ἀρτύσεως. κάλλιστον
17. γὰρ ἔδεσμα τοῦτο κάμνοντι πικροχόλῳ στομάχῳ. καὶ γὰρ καὶ
18. ῥώννυσιν αὐτὸν ἡ ῥοιά. καὶ χωρὶς τοῦ διαφθαρῆναι μέχρι
1. πλείστου μένων ὁ χόνδρος ἐν τῇ γαστρὶ πέττεται κατὰ
2. βραχὺ, μήτ’ ἀποξυνόμενος μήτ’ ἐπιπολάζων, ἅπερ εἴωθε
3. τοῖς ῥοφήμασιν ἔστιν ὅτε συμβαίνειν. ἐγένετο δ’ οὖν καὶ κατὰ
4. τὴν πέμπτην ἡμέραν ἡ ἀρχὴ τοῦ παροξυσμοῦ παραπλησία,
5. καὶ πάλιν ἡμῶν κατά τε τὴν ἕκτην καὶ τὴν ἑβδόμην ἡμέραν
6. ὡσαύτως αὐτὸν διαιτησάντων ἡ κατὰ τὴν ὀγδόην αὖθις
7. ὁμοία ταῖς ἔμπροσθεν. ἔνθα δὴ καὶ μάλιστα τὴν ἄνοιαν ἢ τὴν
8. φιλονεικίαν ἢ οὐκ οἶδ’ ὅ τι φῶ τῶν τὸν διάτριτον αὐτὸν
9. ἐν ἀρχῇ κελευσάντων ὑπερβάλλειν ἀκριβῶς ἦν καταμαθεῖν.
10. ἐναργῶς γάρ τοι φαινομένου πᾶσιν, ὡς οὐκ ἂν εἰς τὴν τετάρτην
11. ἡμέραν ὁ ἄνθρωπος ἀφῖκτο, μὴ τραφεὶς πρὸ τοῦ κατὰ
12. τὴν τρίτην παροξυσμοῦ, κακῶς ἐκεῖνοι καὶ τότε καὶ ταῖς ἐφεξῆς
13. ἡμέραις ἔφασαν αὐτὸν τεθράφθαι. ἀλλὰ γὰρ οὐχ οἷόν τ’
14. ἦν, ἵν’ ἐξελέγξῃ τις αὐτοὺς, προδοῦναι τὸν κάμνοντα μὴ διδόντα
15. τροφὴν ἐν τῇ παροξυντικῇ τῶν ἡμερῶν. ὁμοίως οὖν
16. θρέψαντες ἐπὶ τῆς ἐννάτης ἡμέρας τὸν ἄνθρωπον καὶ θεασάμενοι
17. κατὰ τὸν παροξυσμὸν εὐτονώτερον μὲν ἑαυτοῦ γεγονότα
18. τὸν σφυγμὸν, ἔτι μέντοι τὸ ἄῤῥωστον ἔχοντα μετὰ τῆς 
1. τῶν ἄκρων ψύξεως, οὐχ ὑπεμείναμεν ἀνέχεσθαι τὴν γλωσσαλγίαν
2. τῶν ἰατρῶν, ἀλλὰ κατὰ τὴν ἑνδεκάτην ἡμέραν προειπόντες
3. τοῖς φίλοις τοῦ κάμνοντος ὡς εἴσονται τήμερον μέχρι
4. τοῦ δεῦρο δι’ ἡμᾶς τὸν ἄνθρωπον σωζόμενον ἐπετρέψαμεν
5. ὑπερβάλλειν αὐτὸν τὰς παροξυντικὰς ὥρας. ἀσφυξίας οὖν ἐν
6. αὐταῖς γενομένης πάντως καὶ καταψύξεως ἰσχυρᾶς ὅλου τοῦ
7. σώματος, ὡς μήτε φθέγγεσθαι μηκέτι καὶ μόγις τῶν θλιβόντων
8. αἰσθάνεσθαι, κληθέντες ἅμα πάντες οἱ ἐξ ἀρχῆς ὁρῶντες
9. ἰατροὶ μονονοὺ διασπασθῆναι πρὸς τῶν οἰκείων τοῦ κάμνοντος
10. ἐκινδυνεύσαμεν, ἐγὼ μὲν ὡς ἑκὼν προδοὺς τὴν σωτηρίαν
11. αὐτοῦ διὰ φιλονεικίαν, οἱ δ’ ἐρασταὶ τῆς διατρίτης διὰ τὴν
12. ἀμαθίαν, ἅμα δὲ καὶ ἀναισθησίαν. ἐκεῖνοι μὲν οὖν ὠχρότεροι
13. καὶ ψυχρότεροι τοῦ νοσοῦντος αὐτοῦ γενόμενοι μηχανήν τινα
14. ἐβουλεύσαντο φυγῆς. προνοήσας δ’ ἐγὼ τοῦτο τὴν αὔλειον
15. θύραν ἐκέλευσα κλεισθῆναι, καί τινι τῶν ἑταίρων προσέταξα
16. λαβόντι τὴν κλεῖν φυλάττειν· εἶτ’ ἐν τῷ μέσῳ καταστὰς
17. ἤδη μὲν οὖν ὑμᾶς, ἔφην, ἀκριβῶς πεπεῖσθαι τίς ἐστιν ὁ
18. σώσας τὸν ἄνθρωπον ἄχρι τοῦ δεῦρο, σωθήσεται δὲ καὶ νῦν
19. ὑφ’ ἡμῶν. οὐ γὰρ ἂν εἰ πάντως αὐτὸν ἀπολέσθαι προσεδοκήσαμεν
1. ἐν τῷδε τῷ παροξυσμῷ τοῦ τρέφειν ἀπέστημεν ἂν, ἀλλ’
2. ἐπειδὴ τοσοῦτον αὐτοῦ ῥώμης ἐκ τῆς ἔμπροσθεν διαίτης ἔγνωμεν
3. ὑπάρχειν ὡς δύνασθαι διενεγκεῖν τὸν παροξυσμὸν, ἐπετρέψαμεν
4. ὑπερβάλλειν ἀσίτῳ. κάλλιον μὲν οὖν ἦν τεθράφθαι
5. πρὸ πολλοῦ τὸν ἄνθρωπον. ἀλλ’ ἵνα καὶ τούτους
6. ἐξελέγξω καὶ πείσω τινὰς τῶν παρεχόντων αὐτοῖς τὰ ὦτα,
7. φάσκουσιν ὑφ’ ἡμῶν ἐπιτρίβεσθαι τὸν νεανίσκον, ἀπολέσας
8. ἐκεῖνον τὸν καιρὸν ἐπιδείξω νῦν αὐτοῖς ὅτι καὶ κατ’ αὐτὸν
9. τὸν παροξυσμὸν ἐνίους τῶν ἀῤῥωστούντων προσήκει τρέφειν,
10. μήτι γε μὴ πρὸ τοῦ παροξυσμοῦ. τοῦτ’ εἰπὼν καὶ διαστήσας
11. τὰς γνάθους αὐτοῦ αὐτοῦ ἐγχέων πτισάνης χυλὸν δι’ ἀγγείου στενοστόμου
12. κυάθων τὸ πλῆθος τριῶν, εἶτα ὀλίγον ὕστερον
13. οἴνου λευκοῦ λεπτοῦ κεκραμένου συμμέτρως θερμῷ δύο κυάθους.
14. ἐφ’ οἷς ἀνέβλεψέ τε καὶ ἀκούειν καὶ φθέγγεσθαι καὶ
15. γνωρίζειν τοὺς παρόντας ὑπήρξατο, πρότερον οἷόν περ ξύλον
16. ξηρὸν ἐκτεταμένος ἀναίσθητός τε καὶ ἄφωνος. αὖθις οὖν
17. αὐτῷ δοὺς ἄρτου τι καταπιεῖν ἔξ οἴνου καθ’ ὃν εἴρηται τρόπον
18. κεκραμένου τελέως ἀνεκτησάμην. καὶ πάλιν ἐπὶ τὴν ἔξ
19. ἀρχῆς ἀγαγὼν ὁδὸν τῆς διαίτης, εὐφόρως τὸν ἐν τῇ τρισκαιδεκάτῃ
1. παροξυσμὸν ὑπομείναντα θεασάμενος, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ
2. πάλιν ἕωθεν θρέψας ἔλουσα μετὰ τοῦτο περὶ
3. ὥραν ὀγδόην. εἶτ’ αὖθις θρέψας γενναιότερον ἐπιδούς τε
4. πιεῖν οἴνου· τοῦτο δὲ καὶ κατὰ τὴν δωδεκάτην τε καὶ τρισκαιδεκάτην
5. ἡμέραν ἐπεποιήκειν· ἐν τῇ πεντεκαιδεκάτῃ πάλιν
6. ἕωθεν ἔθρεψα. μᾶλλον δὲ αὐτοῦ τότε τὸν παροξυσμὸν ἐνεγκόντος
7. εὐφόρως, αὖθις ἔλουσα κατὰ τὴν ἑκκαιδεκάτην ἡμέραν,
8. καὶ τἄλλα ὁμοίως ἔπραξα περὶ τὸν ἄνθρωπον τοῖς
9. ἔμπροσθεν. ἐπεὶ δὲ κατὰ τὴν ἑπτακαιδεκάτην ἡμέραν ὁ παροξυσμὸς
10. ἄθλιπτος καὶ μικρὸς ἐγένετο, θαῤῥῶν ἤδη τοῦ λοιποῦ
11. διῄτων αὐτὸν ἀναληπτικῶς. οὗτος ὁ ἄῤῥωστος ἐπαίδευσε πολλοὺς
12. τῶν ἡμιμοχθήρων τε καὶ μὴ παντάπασιν ὄνων ὡς καὶ
13. πρὸ τῶν παροξυσμῶν ἐνίοτε χρὴ τρέφειν, εἰ καὶ δυοῖν ὡρῶν
14. εἴη τὸ μεταξὺ, καὶ πολὺ δὴ μᾶλλον ἔμπροσθεν τῆς διατρίτου.
15. ἐδίδαξα δέ σε καὶ κατ’ αὐτὴν τὴν εἰσβολὴν τοῦ πρώτου παροξυσμοῦ
16. τοὺς τοιούτους τρέφεσθαι δεομένους. λέγω δὲ τοὺς
17. τοιούτους ἐφ’ ὧν ἡ δυσκρασία τοῦ σώματος ἐπὶ τὸ
18. ξηρὸν καὶ τὸ θερμὸν ἐκτρεπομένη πυρετοὺς ἀνάπτει.

Cliquer un n° de page pour en afficher l’image