1. Ἔστι μὲν οὖν ἴσως καὶ τοῦτο τοῖς πολλοῖς
2. τῶν ἰατρῶν ἄπιστον. ἀλλ’ εἴτε τῷ λόγῳ χρὴ παρέχειν αὐτῷ
3. τὴν πίστιν εἴτε τοῖς ἔργοις, ἀμφοτέροις ἡμεῖς παρεχόμεθα,
4. τοῖς μὲν ἔργοις ἀνθρώπους ἐπιδεικνύντες αὐτοῖς, οὓς, ἐὰν
5. ἀσιτήσωσιν ἐπὶ δυοῖν ἡμέραιν, ἀνάγκη πυρέξαι· καθάπερ
6. ἐνίους ὀργισθέντας ἢ λυπηθέντας ἢ ἀγρυπνήσαντας. ἐναργέστατα
7. γὰρ ἐπὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου μακρᾶς τὰ
8. τοιαῦτα φαίνεται γιγνόμενα καὶ τῶν θερμῶν καὶ τῶν ξηρῶν
9. τὴν κρᾶσιν. τῷ λόγῳ δ’ ἡ πίστις τοῦ γινομένου λέλεκται μὲν
10. ἤδη καὶ δι’ ἄλλων, εἰρήσεται δὲ αὐτοῦ καὶ νῦν τὰ κεφάλαια.
11. οἱ δακνώδεις ἀτμοὶ καὶ χυμοὶ διὰ τῶν αἰσθητικῶν σωμάτων
12. φερόμενοι φρίκας καὶ ῥίγη γεννῶσιν. ἐν οἷς στεγνουμένου τοῦ
13. δέρματος ἐπισχεθέντα τὰ διαπνεόμενα πρόσθεν, ὅταν ᾖ λιγνυώδη,
14. πυρετὸν ἐξάπτει. τοὺς τοιούτους οὖν ἀτμοὺς καὶ χυμοὺς
15. αἵ τε κινήσεις αἱ πολλαὶ καὶ σφοδραὶ καὶ ἀγρυπνίαι καὶ
16. οἱ θυμοὶ καὶ αἱ λῦπαι καὶ αἱ φροντίδες ἐργάζονται πλέονας.
17. ἐφεξῆς δὲ τούτων αὐτὸ καθ’ ἑαυτὸ μόνον ἱκανὸν ἐνίοτε τὸ
18. μὴ προσενέγκασθαι τροφήν. ἐκχολοῦται γὰρ ἐπὶ τῶν πικροχόλων
1. φύσεων ἡ ἕξις ἐπὶ ταῖς μακροτέραις ἀσιτίαις. ἐὰν
2. οὖν ἅμα τε τοῦτο συμβῇ καὶ κίνησίν τινα κινηθεὶς ὁ κάμνων
3. ἰσχυροτέραν τῆς δυνάμεως ἀθροωτέραν ἐργάσηται τῶν δακνωδῶν.
4. περιττωμάτων τὴν εἰς τοὐκτὸς φορὰν, ἀναγκαῖόν
5. ἐστιν, ὡς ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ἐπεδείκνυμεν,
6. ἤτοι ῥῖγος ἢ φρίκην ἐπιγίγνεσθαι. ῥῖγος μὲν οὖν ἔσται διά
7. τε τὸ πλῆθος τῶν φερομένων καὶ τὴν δριμύτητα καὶ τὸ τάχος
8. τῆς φορᾶς καὶ τὴν τῆς δυνάμεως ἀσθένειαν. τά τε γὰρ
9. πολλὰ τῶν ὀλίγων καὶ τὰ ταῖς ποιότησιν ἠκριβωμένα τῶν
10. μὴ τοιούτων δάκνει μᾶλλον, ὥσπέρ γε καὶ τὰ θᾶττον φερόμενα
11. τῶν βραδυτέρων. ἥ τε δύναμις ἰσχυρὰ μὲν οὖσα καταφρονεῖ
12. καὶ ἀνέχεται πάντων, ἀσθενὴς δὲ γινομένη καὶ πρὸς
13. τῶν τυχόντων ἀνιᾶται. φρίκη δ’ ἂν γένοιτο τῆς τε ποιότητος
14. αὐτῶν καὶ τοῦ τάχους τῆς φορᾶς ἐκλυθέντων ἅμα τῷ
15. πλήθει, καὶ μάλισθ’ ὅταν ἡ δύναμις ἀνθίσταται τοῖς λυποῦσιν.
16. ἐπὶ πλέον δὲ τῶν εἰρημένων ἐκλυθέντων οὐδὲ φρίκη
17. γένοιτ’ ἂν, ἀλλ’ ἤτοι τις ἑλκώδης αἴσθησις ἢ ἀνωμαλία μόνη.
18. πάντων μὲν οὖν τῶν εἰρημένων συνελθόντων τὸ σφοδρότατόν
1. ἐστι ῥῖγος, ἁπάντων δ’ ἐκλυθέντων οὐδεμία τῆς διεξόδου
2. τῶν περιττωμάτων αἴσθησις. εἰ δὲ τὰ μὲν εἴη, τὰ
3. δὲ οὐκ εἴη, καὶ τὰ μὲν μείζω, τὰ δὲ σμικρότερα, τὸ ἐν μέσῳ
4. πᾶν ἀπεργασθήσεται πλάτος ἐν ταῖς τοιαύταις μίξεσι τοῦ
5. τε μεγίστου ῥίγους καὶ τῆς παντελοῦς τῶν περιττωμάτων
6. ἀναισθησίας. οὐδὲν οὖν ἐστι θαυμαστὸν εἰ τῷ μὲν ἀνωμαλίαν,
7. τῷ δὲ ἑλκώδη τινὰ αἴσθησιν ἢ φρίκην ἢ ῥῖγος
8. ἕκαστον τῶν αἰτίων αὐτό τε καθ’ ἑαυτὸ καὶ σὺν ἄλλοις
9. ὁρᾶται φέρον. ὑποκείσθωσαν γὰρ ἀσθενεῖς μὲν αἱ δυνάμεις,
10. αἰσθητικὸν δ’ ἱκανῶς τὸ σῶμα· καὶ γὰρ καὶ τοῦτο
11. ἐδείχθη συντελεῖν οὐκ ὀλίγον εἰς τὴν τῶν τοιούτων συμπτωμάτων
12. γένεσιν, ἰσχνὴ δὲ ἡ ἕξις καὶ ἡ κρᾶσις πικρόχολος, ὅ
13. τε στόμαχος ἐκχολούμενος ὁμοίως, ἐπί τε τούτοις ἅπασιν
14. ἔνδεια γιγνέσθω σιτίων, ἀγρυπνία τέ τις καὶ λύπη καὶ φροντίς,
15. ἀναγκαία τε πρόοδος οἴκοθεν ἐπειγούσης τινὸς χρείας.
16. εἶτα τούτων ὑποκειμένων ὅπερ ἐθεάσω ποτὲ γιγνέσθω. προθυμηθήτω
17. διὰ τὴν χρείαν ὁ τοιοῦτος ἄνθρωπος ὁδὸν μακροτέραν
1. ἀνύσαι κατὰ τὴν πόλιν ἐπειγόμενος. ἆρ’ οὐχ ἑτοίμως
2. ἐκ τῆς προσγενομένης αὐτῷ κινήσεως τῶν δακνωδῶν
3. περιττωμάτων ἀνωμαλίαν μέν τινα πρῶτον, αὐτίκα δὲ καὶ
4. φρίκην γενέσθαι; καὶ εἰ ἐπιμείνειε κινούμενος ἢ μὴ φθάσειε
5. λαβεῖν σιτίων, αὐτίκα πυρέττειν αὐτόν; ἔδειξα δέ σοι πυρέξαντας
6. οὕτω τινὰς καὶ μάλιστα τῶν ἐκ νόσου μακρᾶς ἀνακομιζομένων·
7. ὧν ἑνὶ κατὰ τύχην ἀπαντήσας, τῆς φρίκης ἀρχομένης
8. ἄρτι δηλώσαντι τὸ γιγνόμενον, ἄρτον ἐξ οἴνου κεκραμένου
9. δοὺς προσενέγκασθαι, παραχρῆμα τὴν φρίκην ἔπαυσα.
10. ἀλλὰ τοῦτον μὲν, ὡς οἶσθα, κατὰ τὴν ὁδὸν εἰς ἐργαστήριον
11. εἰσαγαγὼν ἐκώλυσα πυρέξαι. ἑτέρους δ’ εἰς τὴν ἑαυτῶν καταγωγὴν
12. ἀφικέσθαι φθάσαντας ἔθρεψα κατὰ τὴν ἀρχὴν τῆς
13. φρίκης ἢ μικρὸν ὕστερον. ἁπλῶς δ’ εἰπεῖν οἷς ἔτι τὰ τῆς
14. ἀρχῆς τῶν παροξυσμῶν ἐστι συμπτώματα, τούτοις ἅπασιν
15. ἄρτον ἐξ οἴνου κεκραμένου θερμοῦ διὰ ταχέων προσφέρων
16. ἔπαυσά τε παραχρῆμα τὴν φρίκην, ἐκώλυσά τε πυρέξαι. ὅσῳ
17. δ’ ἂν θᾶττον αὐτοὺς θρέψοις, τοσούτῳ μᾶλλον κωλύσεις τὸν
18. πυρετόν. εἰ δὲ βραδύνοις ποτὲ βραχὺ, πυρετὸς μὲν οὐδ’ οὕτω,
1. θερμασία δὲ αὐτοῖς ἐπιγίγνεται πολλὴ, τρόπον ὁμοιότατον
2. τοῖς ἐν κρύει μὲν ὁδοιπορήσασι σφοδρῷ, καταχθεῖσι δ’ οἴκαδε
3. καὶ τραφεῖσι θερμοῖς, ὡς εἴ γε βραδύνοις πλέον, ἔτι πλεῖον
4. οὗτοι θερμανθήσονται θερμασίαν τοσαύτην τε καὶ τοιαύτην
5. ὡς ἀμφιβάλλειν εἰ πυρετὸν ἤδη κλητέον αὐτήν. εἰ δ’ ὧραι δύο
6. μετὰ τὴν ἀρχὴν τῆς ἀνωμαλίας εἴησαν γεγενημέναι, τρέφειν
7. μέντοι καὶ τότε μενούσης γ’ ἔτι τῆς φρίκης, προλέγειν
8. δ’ ὅτι πυρέξουσιν οὗτοι πυρετὸν ἄλυπον, ᾧ νοτίδες ἀκολουθήσουσι.
9. καὶ τούτου γενομένου καὶ λούειν χρὴ καὶ τρέφειν
10. αὖθις. εἰ δὲ ἡ μὲν φρίκη παύσοιτο, πυρέττοιεν δ’ ἥδῃ σαφῶς,
11. μηκέτι τρέφειν αὐτοὺς ἐν ἐκείνῳ τῷ καιρῷ, παρακμάζοντος
12. δὲ τοῦ γενομένου παροξυσμοῦ τρέφειν αὐτίκα μὴ
13. περιμένων ἀπυρεξίαν. ἐν ἁπάσαις γὰρ ταῖς αὐχμώδεσι διαθέσεσιν
14. οὐ παύονται καλῶς οἱ παροξυσμοὶ πρὶν ἤτοι λουτροῖς
15. ἢ τροφαῖς ὑγραινούσαις τεγχθῆναι. ταῦτα ἐγὼ πάντα δι’
16. ἔργων ἐπιδειξάμενος ἐφ’ οἷς, ὡς οἶσθα, παραδοξοποιὸς ὑπὸ
17. τῶν ἐπαινούντων ἢ φθονούντων ἐκλήθην. ὁπότε δὲ λόγω
18. διηρχόμην ὑπὲρ τῶν αὐτῶν ἐπιδεικνὺς ὡς χρὴ τινὰς μὲν τοῦ
1. παροξυσμοῦ τρέφειν, ἐνίους δὲ καὶ κατ’ αὐτὸν ἤτοι παρακμῆς
2. ἀρξαμένης ἢ καὶ νὴ Δία τῆς ἀκμῆς ἐνεστηκυίας, οἶσθ’ ὡς
3. τηνικαῦτα παραδοξολόγον ἐκάλουν με. τί ἂν οὖν τις πάθοι
4. πρὸς ἀνθρώπους μήτε ἔργῳ μήτε λόγῳ πεισθῆναι δυναμένους;
5. ἀλλ’ ἀδύνατον, φασὶ, διαγνῶναι τὰς τοιαύτας διαθέσεις.
6. πῶς οὖν ἡμεῖς τὰς τοιαύτας διαγινώσκομεν; ἀδύνατον
7. εἶναί σοι δοκεῖ διαγνῶναι ξηρὰν καὶ θερμὴν κρᾶσιν, ἢ ἐξ
8. ἀρχῆς γεγενημένην, ἢ ἐν τῷ νῦν χρόνῳ τοιαύτην ἀποτελεσθεῖσαν;
9. ἐμοὶ μὲν γὰρ οὕτω ῥᾷστον, ὡς καὶ ταυτὶ γνωρίζειν τὰ
10. γράμματα. τί δ’ ὅτι τούτῳ μὲν οὐδέπω σηπεδὼν οὐδεμία
11. χυμῶν ἐστι, τούτῳ δ’ ἐστὶν ἀδύνατον εἶναι διαγνῶναι νομίζεις;
12. ἀλλ’ οὐχ ἡμεῖς γε. καὶ γὰρ διὰ τῶν σφυγμῶν καὶ διὰ
13. τῶν οὔρων καὶ δι’ αὐτῆς ἔστιν ὅτε τῆς κατὰ τὴν θέρμην ποιότητος
14. ἐναργῶς διαγινώσκομεν. εἰ δ’ ἐκ τοῦ μηδὲν αὐτοὶ
15. μήτε μαθεῖν ἐθελῆσαι μήτ’ ἀσκῆσαι τοῖς ἐπιστήμοσιν ἀπιστοῦσι,
16. τί κωλύει καὶ τοῖς γεωμέτραις αὐτοῖς καὶ τοῖς ἀριθμητικοῖς
17. καὶ τοῖς ἄλλοις ἅπασι τεχνίταις ἀπιστεῖν;
⟨
(Meth. med.) [n° 069 Fichtner] [GalLat]
Methodus medendi
Θεραπευτικὴ μέθοδος
Méthode thérapeutique
The Therapeutic Method (MM)
Methodus medendi, 1825, vol. 10, p. 1-1021. urn:cts:greekLit:tlg0057.tlg066.verbatim-lat1
Boulogne, 2009 (fra); Johnston, Horsley, 2011 (eng); Cerezo Magán, 2013 (spa); Lorusso, 2018 (ita); Lorusso, 2021 (ita).
Methodus medendi, 10.4, ed. Kühn, 1825, vol. 10, p. 679-684. urn:cts:greekLit:tlg0057.tlg066.1st1K-grc1:10.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩